Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.166 Joseph. AJ 12.170 (English) >>Joseph. AJ 12.176

12.168 δὲ Ἰώσηπος διαπέμψας πρὸς τοὺς φίλους εἰς Σαμάρειαν καὶ δανεισάμενος ἀργύριον καὶ τὰ πρὸς τὴν ἀποδημίαν ἑτοιμασάμενος ἐσθῆτάς τε καὶ ἐκπώματα καὶ ὑποζύγια, καὶ ταῦθʼ ὡς περὶ δισμυρίας δραχμὰς παρασκευασάμενος εἰς Ἀλεξάνδρειαν παρεγένετο. 12.169ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πάντας ἀναβαίνειν τοὺς ἀπὸ τῶν πόλεων τῶν τῆς Συρίας καὶ Φοινίκης πρώτους καὶ τοὺς ἄρχοντας ἐπὶ τὴν τῶν τελῶν ὠνήν· κατʼ ἔτος δὲ αὐτὰ τοῖς δυνατοῖς τῶν ἐν ἑκάστῃ πόλει ἐπίπρασκεν βασιλεύς. 12.170ὁρῶντες οὖν οὗτοι κατὰ τὴν ὁδὸν τὸν Ἰώσηπον ἐχλεύαζον ἐπὶ πενίᾳ καὶ λιτότητι. ὡς δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀφικόμενος ἐν Μέμφει τὸν Πτολεμαῖον ἤκουσεν ὄντα, ὑπαντησάμενος συνέβαλεν αὐτῷ. 12.171καθεζομένου δὲ τοῦ βασιλέως ἐπʼ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δʼ ἦν πρεσβεύσας εἰς Ἱεροσόλυμα καὶ παρὰ Ἰωσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ἱεροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἴη καὶ φιλότιμος νεανίσκος. 12.172 δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν. δέσυγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας· οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δʼ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.166 Joseph. AJ 12.170 (English) >>Joseph. AJ 12.176

Powered by PhiloLogic