Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.170 Joseph. AJ 12.176 (English) >>Joseph. AJ 12.181

12.173ὥστε μηδὲν αἰτιᾶσθαι.” ἡσθεὶς δʼ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθʼ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν. 12.174γενομένου δʼ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ἰώσηπον ἀηδῶς ἔφερον. 12.175

Ἐνστάσης δὲ τῆς ἡμέρας, καθʼ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες. εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ἰουδαίας σὺν τῇ Σαμαρείᾳ, 12.176προσελθὼν Ἰώσηπος τοὺς μὲν ὠνουμένους διέβαλλεν ὡς συνθεμένους ὀλίγην αὐτῷ τιμὴν ὑφίστασθαι τῶν τελῶν, αὐτὸς δὲ διπλασίονα δώσειν ὑπισχνεῖτο καὶ τῶν ἁμαρτόντων εἰς τὸν οἶκον αὐτοῦ τὰς οὐσίας ἀναπέμψειν αὐτῷ· καὶ γὰρ τοῦτο τοῖς τέλεσι συνεπιπράσκετο. 12.177τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρʼ ἀστείως ἀπεκρίνατο· “δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, 12.178οἷς οὐκ ἀπιστήσετε.” λέγειν δὲ τούτους οἵτινες εἶεν εἰπόντος, “αὐτόν, εἶπεν, βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι.” γελάσας δʼ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.170 Joseph. AJ 12.176 (English) >>Joseph. AJ 12.181

Powered by PhiloLogic