Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.173 Joseph. AJ 12.178 (English) >>Joseph. AJ 12.184

12.176προσελθὼν Ἰώσηπος τοὺς μὲν ὠνουμένους διέβαλλεν ὡς συνθεμένους ὀλίγην αὐτῷ τιμὴν ὑφίστασθαι τῶν τελῶν, αὐτὸς δὲ διπλασίονα δώσειν ὑπισχνεῖτο καὶ τῶν ἁμαρτόντων εἰς τὸν οἶκον αὐτοῦ τὰς οὐσίας ἀναπέμψειν αὐτῷ· καὶ γὰρ τοῦτο τοῖς τέλεσι συνεπιπράσκετο. 12.177τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρʼ ἀστείως ἀπεκρίνατο· “δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, 12.178οἷς οὐκ ἀπιστήσετε.” λέγειν δὲ τούτους οἵτινες εἶεν εἰπόντος, “αὐτόν, εἶπεν, βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι.” γελάσας δʼ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη. 12.179τοῦτο σφόδρα τοὺς ἀπὸ τῶν πόλεων εἰς τὴν Αἴγυπτον ἐλθόντας ἐλύπησεν ὡς παρευδοκιμηθέντας. καὶ οἱ μὲν ἐπανῆκον εἰς τὰς ἰδίας ἕκαστοι πατρίδας μετʼ αἰσχύνης. 12.180

δὲ Ἰώσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν. 12.181γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.173 Joseph. AJ 12.178 (English) >>Joseph. AJ 12.184

Powered by PhiloLogic