Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.177 Joseph. AJ 12.182 (English) >>Joseph. AJ 12.187

12.180

δὲ Ἰώσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν. 12.181γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα. 12.182θαυμάσας δʼ αὐτὸν Πτολεμαῖος τοῦ φρονήματος καὶ τῶν πεπραγμένων ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν τι βούλεται. ταῦτʼ ἀκούσαντες οἱ Σύροι κατεπλάγησαν καὶ παράδειγμα τῆς ἀπειθείας χαλεπὸν ἔχοντες τοὺς τῶν Ἀσκαλωνιτῶν ἄνδρας ἀνῃρημένους ἀνοίγοντες τὰς πύλας ἐδέχοντο προθύμως τὸν Ἰώσηπον καὶ τοὺς φόρους ἐτέλουν. 12.183ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ. 12.184συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.177 Joseph. AJ 12.182 (English) >>Joseph. AJ 12.187

Powered by PhiloLogic