Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.184 Joseph. AJ 12.190 (English) >>Joseph. AJ 12.194

12.188 δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν. δʼ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα. 12.189τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δʼ ἧς ἐρᾷ μετʼ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ἰώσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν. 12.190ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον. 12.191τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθʼ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δʼ ἐκείνους τὸν νεώτατον Ὑρκανόν,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.184 Joseph. AJ 12.190 (English) >>Joseph. AJ 12.194

Powered by PhiloLogic