Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.188 Joseph. AJ 12.192 (English) >>Joseph. AJ 12.198

12.190ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον. 12.191τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθʼ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δʼ ἐκείνους τὸν νεώτατον Ὑρκανόν, 12.192δοὺς αὐτῷ τριακόσια ζεύγη βοῶν, ἐξέπεμψεν ὁδὸν ἡμερῶν δύο εἰς τὴν ἐρημίαν σπεροῦντα τὴν γῆν ἀποκρύψας τοὺς ζευκτῆρας ἱμάντας. 12.193 δὲ γενόμενος ἐν τῷ τόπῳ καὶ τοὺς ἱμάντας οὐκ ἔχων, τῆς μὲν τῶν βοηλατῶν γνώμης κατηλόγησεν συμβουλευόντων πέμπειν πρὸς τὸν πατέρα κομιοῦντάς τινας τοὺς ἱμάντας, τὸν δὲ καιρὸν ἡγησάμενος μὴ δεῖν ἀπολλύναι περιμένοντα τοὺς ἀποσταλησομένους ἐπενόησέν τι στρατηγικὸν καὶ τῆς ἡλικίας πρεσβύτερον. 12.194κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν. 12.195ἐλθόντα δʼ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπʼ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.188 Joseph. AJ 12.192 (English) >>Joseph. AJ 12.198

Powered by PhiloLogic