Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.191 Joseph. AJ 12.196 (English) >>Joseph. AJ 12.201

12.194κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν. 12.195ἐλθόντα δʼ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπʼ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν. 12.196

Ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα. 12.197τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δʼ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν. 12.198ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.191 Joseph. AJ 12.196 (English) >>Joseph. AJ 12.201

Powered by PhiloLogic