Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.204 Joseph. AJ 12.208 (English) >>Joseph. AJ 12.213

12.206ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρʼ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ· κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδʼ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ. 12.207τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν· διαφέρειν γὰρ οὐδὲν μικρὸν εἶναί τινα δεσπότην μέγαν· ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι.” ταῦτʼ ἀκούσας Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν. 12.208

Μαθὼν δὲ Ἀρίων, ὅτι τοῦτον βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας. 12.209οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν. λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρʼ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην. 12.210κληθεὶς δʼ ἐφʼ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.204 Joseph. AJ 12.208 (English) >>Joseph. AJ 12.213

Powered by PhiloLogic