Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.209 Joseph. AJ 12.214 (English) >>Joseph. AJ 12.219

12.212Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, “ὁρᾷς, εἶπεν, δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν 12.213περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.” γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, ὅτι τοσαῦτʼ αὐτῷ παράκειται ὀστᾶ, “εἰκότως, εἶπεν, δέσποτα· τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασιν κατεσθίειν, ὥσπερ οὗτοιπρὸς τοὺς κατακειμένους ἐπιβλέπων, ὅτι μηθὲν ἔμπροσθεν αὐτῶν ἔκειτο, “οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσιν, τὰ δʼ ὀστᾶ ῥίπτουσιν, 12.214ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα.” δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν. 12.215τῇ δʼ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ. 12.216τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν· πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτʼ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.209 Joseph. AJ 12.214 (English) >>Joseph. AJ 12.219

Powered by PhiloLogic