Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.210 Joseph. AJ 12.216 (English) >>Joseph. AJ 12.221

12.214ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα.” δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν. 12.215τῇ δʼ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ. 12.216τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν· πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτʼ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις. 12.217χαιρόντων δʼ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ἰωσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, δʼ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ. 12.218πάντων δὲ θαυμασάντων τὴν παρʼ ἐλπίδα τῶν δώρων πολυτέλειαν καὶ τῶν βασιλέων αὐτῶν, καὶ τοῖς φίλοις ἔτι καὶ τοῖς περὶ τὴν θεραπείαν τοῦ βασιλέως οὖσιν πολλῶν ἄξια ταλάντων δῶρα ἔδωκεν, ὡς διαφυγεῖν τὸν ἐξ αὐτῶν κίνδυνον· τούτοις γὰρ ἐγεγράφεισαν αὐτοῦ οἱ ἀδελφοὶ διαχρήσασθαι τὸν Ὑρκανόν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.210 Joseph. AJ 12.216 (English) >>Joseph. AJ 12.221

Powered by PhiloLogic