Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.213 Joseph. AJ 12.218 (English) >>Joseph. AJ 12.223

12.216τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν· πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτʼ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις. 12.217χαιρόντων δʼ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ἰωσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, δʼ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ. 12.218πάντων δὲ θαυμασάντων τὴν παρʼ ἐλπίδα τῶν δώρων πολυτέλειαν καὶ τῶν βασιλέων αὐτῶν, καὶ τοῖς φίλοις ἔτι καὶ τοῖς περὶ τὴν θεραπείαν τοῦ βασιλέως οὖσιν πολλῶν ἄξια ταλάντων δῶρα ἔδωκεν, ὡς διαφυγεῖν τὸν ἐξ αὐτῶν κίνδυνον· τούτοις γὰρ ἐγεγράφεισαν αὐτοῦ οἱ ἀδελφοὶ διαχρήσασθαι τὸν Ὑρκανόν. 12.219Πτολεμαῖος δὲ τὴν μεγαλοψυχίαν ἀγασάμενος τοῦ μειρακίου προσέταξεν αὐτῷ δωρεὰν ἣν βούλεται λαμβάνειν. δʼ οὐδὲν πλέον ἠξίωσεν αὐτῷ γενέσθαι παρʼ αὐτοῦ γράψαι τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περὶ αὐτοῦ. 12.220τιμήσας οὖν αὐτὸν φιλοτιμότατα καὶ δωρεὰς δοὺς λαμπρὰς καὶ τῷ τε πατρὶ γράψας καὶ τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς ἡγεμόσιν αὐτοῦ καὶ ἐπιτρόποις ἐξέπεμψεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.213 Joseph. AJ 12.218 (English) >>Joseph. AJ 12.223

Powered by PhiloLogic