Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.222 Joseph. AJ 12.226 (English) >>Joseph. AJ 12.231

12.224τελευτᾷ δὲ καὶ τοῦ Ὑρκανοῦ πατὴρ Ἰώσηπος ἀνὴρ ἀγαθὸς γενόμενος καὶ μεγαλόφρων, καὶ τὸν τῶν Ἰουδαίων λαὸν ἐκ πτωχείας καὶ πραγμάτων ἀσθενῶν εἰς λαμπροτέρας ἀφορμὰς τοῦ βίου καταστήσας, εἴκοσι ἔτη καὶ δύο τὰ τέλη τῆς Συρίας καὶ τῆς Φοινίκης καὶ Σαμαρείας κατασχών. ἀπέθανεν δὲ καὶ θεῖος αὐτοῦ Ὀνίας τὴν ἀρχιερωσύνην Σίμωνι τῷ παιδὶ καταλιπών. 12.225

Τελευτήσαντος δὲ καὶ τούτου υἱὸς αὐτοῦ διάδοχος τῆς τιμῆς Ὀνίας γίνεται, πρὸς ὃν Λακεδαιμονίων βασιλεὺς Ἄρειος πρεσβείαν τε ἔπεμψεν καὶ ἐπιστολάς, ὧν τὸ ἀντίγραφόν ἐστι τοιοῦτο· “βασιλεὺς Λακεδαιμονίων Ἄρειος Ὀνίᾳ χαίρειν. 12.226ἐντυχόντες γραφῇ τινι εὕρομεν, ὡς ἐξ ἑνὸς εἶεν γένους Ἰουδαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἐκ τῆς πρὸς Ἄβραμον οἰκειότητος. δίκαιον οὖν ἐστιν ἀδελφοὺς ὑμᾶς ὄντας διαπέμπεσθαι πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλησθε. 12.227ποιήσομεν δὲ καὶ ἡμεῖς τοῦτο, καὶ τά τε ὑμέτερα ἴδια νομιοῦμεν καὶ τὰ αὑτῶν κοινὰ πρὸς ὑμᾶς ἕξομεν. Δημοτέλης φέρων τὰ γράμματα διαπέμπει τὰς ἐπιστολάς. τὰ γεγραμμένα ἐστὶν τετράγωνα· σφραγίς ἐστιν ἀετὸς δράκοντος ἐπειλημμένος.” 12.228

μὲν οὖν ἐπιστολὴ πεμφθεῖσα ὑπὸ τοῦ Λακεδαιμονίων βασιλέως τοῦτον περιεῖχε τὸν τρόπον. ἀποθανόντος δὲ Ἰωσήπου τὸν λαὸν συνέβη στασιάσαι διὰ τοὺς παῖδας αὐτοῦ. τῶν γὰρ πρεσβυτέρων πόλεμον ἐξενεγκαμένων πρὸς Ὑρκανόν, ὃς ἦν νεώτατος τῶν Ἰωσήπου τέκνων, διέστη τὸ πλῆθος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.222 Joseph. AJ 12.226 (English) >>Joseph. AJ 12.231

Powered by PhiloLogic