Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.227 Joseph. AJ 12.232 (English) >>Joseph. AJ 12.238

12.230ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δʼ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν. 12.231ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν. ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δʼ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν. 12.232τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα διʼ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν· καὶ ταῦτʼ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν. 12.233προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι. καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος. 12.234ἦρξε δʼ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν. ἀποθανόντος δὲ τούτου μετʼ αὐτὸν ἀδελφὸς Ἀντίοχος κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν. 12.235τελευτᾷ δὲ καὶ Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ νεώτερος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.227 Joseph. AJ 12.232 (English) >>Joseph. AJ 12.238

Powered by PhiloLogic