Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.228 Joseph. AJ 12.234 (English) >>Joseph. AJ 12.240

12.232τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα διʼ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν· καὶ ταῦτʼ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν. 12.233προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι. καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος. 12.234ἦρξε δʼ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν. ἀποθανόντος δὲ τούτου μετʼ αὐτὸν ἀδελφὸς Ἀντίοχος κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν. 12.235τελευτᾷ δὲ καὶ Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ νεώτερος. 12.236Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπʼ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δʼ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει. 12.237

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν· γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.228 Joseph. AJ 12.234 (English) >>Joseph. AJ 12.240

Powered by PhiloLogic