Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.232 Joseph. AJ 12.238 (English) >>Joseph. AJ 12.243

12.236Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπʼ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δʼ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει. 12.237

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν· γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα. 12.238Ἰησοῦς δέ, οὗτος γὰρ ἦν τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. 12.239 μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ τοῦ πλήθους διανεμηθέντος εἰς ἑκατέρους, ἐκ τῆς Μενελάου μοίρας οἱ Τωβίου παῖδες ἐγένοντο, 12.240τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφʼ οὗ καὶ πονούμενοι τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατʼ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.232 Joseph. AJ 12.238 (English) >>Joseph. AJ 12.243

Powered by PhiloLogic