Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.245 Joseph. AJ 12.250 (English) >>Joseph. AJ 12.255

12.248

Συνέβη δὲ μετὰ ἔτη δύο τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ πέμπτῳ ἔτει μηνὸς πέμπτῃ καὶ εἰκάδι, ὃς καλεῖται κατὰ μὲν ἡμᾶς Ἐξελέους, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος, ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ μετὰ πολλῆς δυνάμεως ἀναβῆναι τὸν βασιλέα εἰς Ἱεροσόλυμα καὶ προσποιησάμενον εἰρήνην ἀπάτῃ περιγενέσθαι τῆς πόλεως. 12.249ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλʼ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι. 12.250περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι λυχνίας χρυσᾶς καὶ βωμὸν χρύσεον καὶ τράπεζαν καὶ τὰ θυσιαστήρια, καὶ μηδὲ τῶν καταπετασμάτων ἀποσχόμενος, ἅπερ ἦν ἐκ βύσσου καὶ κόκκου πεποιημένα, κενώσας δὲ καὶ τοὺς θησαυροὺς τοὺς ἀποκρύφους καὶ μηδὲν ὅλως ὑπολιπών, εἰς μέγα τοὺς Ἰουδαίους ἐπὶ τούτοις πένθος ἐνέβαλεν. 12.251καὶ γὰρ τὰς καθημερινὰς θυσίας, ἃς προσέφερον τῷ θεῷ κατὰ τὸν νόμον, ἐκώλυσεν αὐτοὺς προσφέρειν, καὶ διαρπάσας πᾶσαν τὴν πόλιν τοὺς μὲν ἀπέκτεινεν τοὺς δʼ αἰχμαλώτους γυναιξὶν ἅμα καὶ τέκνοις ἔλαβεν, ὡς τῶν ζωγρηθέντων περὶ μυρίους γενέσθαι τὸ πλῆθος. 12.252ἐνέπρησε δʼ αὐτῆς τὰ κάλλιστα καὶ καταβαλὼν τὰ τείχη τὴν ἐν τῇ κάτω πόλει ᾠκοδόμησεν ἄκραν· ἦν γὰρ ὑψηλὴ καὶ ὑπερκειμένη τὸ ἱερόν· καὶ διὰ τοῦτο αὐτὴν ὀχυρώσας τείχεσιν ὑψηλοῖς καὶ πύργοις φρουρὰν Μακεδονικὴν ἐγκατέστησεν. ἔμενον δʼ οὐδὲν ἧττον ἐν τῇ ἄκρᾳ καὶ τοῦ πλήθους οἱ ἀσεβεῖς καὶ πονηροὶ τὸν τρόπον, ὑφʼ ὧν πολλὰ καὶ δεινὰ τοὺς πολίτας συνέβη παθεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.245 Joseph. AJ 12.250 (English) >>Joseph. AJ 12.255

Powered by PhiloLogic