Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.269 Joseph. AJ 12.274 (English) >>Joseph. AJ 12.279

12.272τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθʼ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους. 12.273καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ· 12.274μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. 12.275ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν. 12.276 δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δʼ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.269 Joseph. AJ 12.274 (English) >>Joseph. AJ 12.279

Powered by PhiloLogic