Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11 Joseph. AJ 12 (English) >>Joseph. AJ 13

12.1

Ἀλέξανδρος note μὲν οὖν τῶν Μακεδόνων βασιλεὺς καταλύσας τὴν Περσῶν ἡγεμονίαν καὶ τὰ κατὰ τὴν Ἰουδαίαν τὸν προειρημένον καταστησάμενος τρόπον τελευτᾷ τὸν βίον. 12.2μεταπεσούσης δʼ εἰς πολλοὺς τῆς ἀρχῆς Ἀντίγονος μὲν τῆς Ἀσίας ἐπικρατεῖ, Σέλευκος δὲ Βαβυλῶνος καὶ τῶν κεῖθι ἐθνῶν, Λυσίμαχός τε τὸν Ἑλλήσποντον διεῖπεν, τὴν δὲ Μακεδονίαν εἶχεν Κάσσανδρος, Πτολεμαῖος δὲ Λάγου τὴν Αἴγυπτον εἰλήφει. 12.3στασιαζόντων δὲ τούτων καὶ πρὸς ἀλλήλους φιλοτιμουμένων ὑπὲρ τῆς ἰδίας ἀρχῆς πολέμους τε συνεχεῖς καὶ μακροὺς συνέβη γίγνεσθαι καὶ τὰς πόλεις κακοπαθεῖν καὶ πολλοὺς ἐν τοῖς ἀγῶσιν ἀποβάλλειν τῶν οἰκητόρων, ὡς καὶ τὴν Συρίαν ἅπασαν ὑπὸ Πτολεμαίου τοῦ Λάγου τότε Σωτῆρος χρηματίζοντος τἀναντία παθεῖν αὐτοῦ τῇ ἐπικλήσει. 12.4κατέσχε δὲ οὗτος καὶ τὰ Ἱεροσόλυμα δόλῳ καὶ ἀπάτῃ χρησάμενος· ἐλθὼν γὰρ σαββάτοις εἰς τὴν πόλιν ὡς θύσων, μήτε τῶν Ἰουδαίων αὐτὸν ἀμυνομένων, οὐδὲν γὰρ ὑπενόουν πολέμιον, καὶ διὰ τὸ ἀνύποπτον καὶ τὴν ἡμέραν ἐν ἀργίᾳ καὶ ῥαθυμίᾳ τυγχανόντων, ἀπόνως ἐγκρατὴς γίγνεται τῆς πόλεως καὶ πικρῶς ἦρχεν αὐτῆς. 12.5μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Ἀγαθαρχίδης Κνίδιος τὰς τῶν διαδόχων πράξεις συγγραψάμενος, ὀνειδίζων ἡμῖν δεισιδαιμονίαν ὡς διʼ αὐτὴν ἀποβαλοῦσι τὴν ἐλευθερίαν, λέγων οὕτως· 12.6ἔστιν ἔθνος Ἰουδαίων λεγόμενον, οἳ πόλιν ὀχυρὰν καὶ μεγάλην ἔχοντες Ἱεροσόλυμα ταύτην ὑπερεῖδον ὑπὸ Πτολεμαίῳ γενομένην ὅπλα λαβεῖν οὐ θελήσαντες, ἀλλὰ διὰ τὴν ἄκαιρον δεισιδαιμονίαν χαλεπὸν ὑπέμειναν ἔχειν δεσπότην.” 12.7 Ἀγαθαρχίδης μὲν οὖν ταῦτα περὶ τοῦ ἔθνους ἡμῶν ἀπεφήνατο. δὲ Πτολεμαῖος πολλοὺς αἰχμαλώτους λαβὼν ἀπό τε τῆς ὀρεινῆς Ἰουδαίας καὶ τῶν περὶ Ἱεροσόλυμα τόπων καὶ τῆς Σαμαρείτιδος καὶ τῶν ἐν Γαριζείν, κατῴκισεν ἅπαντας εἰς Αἴγυπτον ἀγαγών. 12.8ἐπεγνωκὼς δὲ τοὺς ἀπὸ τῶν Ἱεροσολύμων περί τε τὴν τῶν ὅρκων φυλακὴν καὶ τὰς πίστεις βεβαιοτάτους ὑπάρχοντας ἐξ ὧν ἀπεκρίναντο Ἀλεξάνδρῳ πρεσβευσαμένῳ πρὸς αὐτοὺς μετὰ τὸ κρατῆσαι Δαρείου τῇ μάχῃ, πολλοὺς αὐτῶν εἰς τὰ φρούρια καταλοχίσας καὶ τοῖς Μακεδόσιν ἐν Ἀλεξανδρείᾳ ποιήσας ἰσοπολίτας ὅρκους ἔλαβεν παρʼ αὐτῶν, ὅπως τοῖς ἐκγόνοις τοῦ παραθεμένου τὴν πίστιν διαφυλάξωσιν. 12.9οὐκ ὀλίγοι δʼ οὐδὲ τῶν ἄλλων Ἰουδαίων εἰς τὴν Αἴγυπτον παρεγίγνοντο τῆς τε ἀρετῆς τῶν τόπων αὐτοὺς καὶ τῆς τοῦ Πτολεμαίου φιλοτιμίας προκαλουμένης. 12.10στάσεις μέντοι γε τοῖς ἐκγόνοις αὐτῶν πρὸς τοὺς Σαμαρείτας τὴν πάτριον ἀγωγὴν τῶν ἐθῶν ἀποσώζειν προαιρουμένοις ἐγίγνοντο καὶ πρὸς ἀλλήλους ἐπολέμουν, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρʼ αὐτοῖς ἱερὸν ἅγιον εἶναι λεγόντων καὶ τὰς θυσίας ἐκεῖ πέμπειν ἀξιούντων, τῶν δὲ Σικιμιτῶν εἰς τὸ Γαριζεὶν ὄρος κελευόντων. 12.11

Βασιλεύσαντος δὲ Ἀλεξάνδρου ἔτη δώδεκα καὶ μετʼ αὐτὸν Πτολεμαίου τοῦ Σωτῆρος τεσσαράκοντα καὶ ἕν, ἔπειτα τὴν βασιλείαν τῆς Αἰγύπτου παραλαβὼν Φιλάδελφος καὶ κατασχὼν αὐτὴν ἐπʼ ἔτη ἑνὸς δέοντα τεσσαράκοντα τόν τε νόμον ἡρμήνευσε καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἀπέλυσε τῆς δουλείας ὄντας περὶ δώδεκα μυριάδας ἐξ αἰτίας τοιαύτης· 12.12Δημήτριος Φαληρεύς, ὃς ἦν ἐπὶ τῶν βιβλιοθηκῶν τοῦ βασιλέως, σπουδάζων εἰ δυνατὸν εἴη πάντα τὰ κατὰ τὴν οἰκουμένην συναγαγεῖν βιβλία καὶ συνωνούμενος, εἴ τι που μόνον ἀκούσειε σπουδῆς ἄξιον ὄν, τῇ τοῦ βασιλέως προαιρέσει, μάλιστα γὰρ τὰ περὶ τὴν συλλογὴν τῶν βιβλίων εἶχεν φιλοκάλως, συνηγωνίζετο. 12.13ἐρομένου δʼ αὐτόν ποτε τοῦ Πτολεμαίου, πόσας ἤδη μυριάδας ἔχοι συνειλεγμένας βιβλίων, τῶν μὲν ὑπαρχόντων εἶπεν εἶναι περὶ εἴκοσι, ὀλίγου δὲ χρόνου εἰς πεντήκοντα συναθροίσειν. 12.14μεμηνῦσθαι δʼ ἔλεγεν αὐτῷ πολλὰ εἶναι καὶ παρὰ Ἰουδαίοις τῶν παρʼ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια καὶ τῆς βασιλέως βιβλιοθήκης, τοῖς ἐκείνων χαρακτῆρσιν καὶ τῇ διαλέκτῳ γεγραμμένα πόνον αὐτοῖς οὐκ ὀλίγον παρέξειν εἰς τὴν Ἑλληνικὴν μεταβαλλόμενα γλῶτταν. 12.15δοκεῖ μὲν γὰρ εἶναι τῇ ἰδιότητι τῶν Συρίων γραμμάτων ἐμφερὴς χαρακτὴρ αὐτῶν καὶ τὴν φωνὴν ὁμοίαν αὐτοῖς ἀπηχεῖν, ἰδιότροπον δὲ αὐτὴν εἶναι συμβέβηκεν. οὐδὲν οὖν ἔλεγεν κωλύειν καὶ ταῦτα μεταβαλόντα, δύνασθαι γὰρ τῆς εἰς αὐτὸ χορηγίας εὐποροῦντα, ἔχειν ἐν τῇ βιβλιοθήκῃ καὶ τὰ παρʼ ἐκείνοις. 12.16δόξας οὖν βασιλεὺς ἄριστα τὸν Δημήτριον φιλοτιμουμένῳ περὶ πλῆθος αὐτῷ βιβλίων ὑποτίθεσθαι γράφει τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ταῦτα γίγνεσθαι. 12.17

Ἀρισταῖος δέ τις φίλος ὢν ἐν τοῖς μάλιστα τῷ βασιλεῖ καὶ σπουδαζόμενος ὑπʼ αὐτοῦ διὰ μετριότητα, πολλάκις μὲν καὶ πρότερον ἔγνω παρακαλέσαι τὸν βασιλέα, ὅπως ἀπολύσῃ τοὺς αἰχμαλώτους Ἰουδαίους ὅσοι κατὰ τὴν βασιλείαν ἦσαν αὐτοῦ, 12.18καιρὸν δʼ ἐπιτήδειον τοῦτον εἶναι δοκιμάσας τῆς δεήσεως πρώτοις περὶ τούτου διαλέγεται τοῖς ἄρχουσι τῶν σωματοφυλάκων Σωσιβίῳ τῷ Ταραντίνῳ καὶ Ἀνδρέᾳ, συναγωνίσασθαι περὶ ὧν ἐντυγχάνειν μέλλει τῷ βασιλεῖ παρακαλῶν αὐτούς. 12.19προσλαβὼν δὲ καὶ τὴν τῶν προειρημένων γνώμην Ἀρισταῖος, προσελθὼν τῷ βασιλεῖ λόγους πρὸς αὐτὸν τοιούτους ἐποιήσατο· 12.20οὐ χρῆν ἀπατωμένους ἡμᾶς, βασιλεῦ, περιορᾶν, ἀλλὰ τἀληθὲς ἀπελέγχειν· τοὺς γὰρ τῶν Ἰουδαίων νόμους οὐ μεταγράψαι μόνον ἀλλὰ καὶ μεθερμηνεῦσαι διεγνωκότες εἰς τὸ σοὶ κεχαρισμένον, τίνι καὶ λόγῳ χρώμενοι τοῦτο πράξαιμεν ἂν πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δουλευόντων; 12.21οὓς τῇ σαυτοῦ μεγαλοψυχίᾳ καὶ χρηστότητι ποιῶν ἀκολούθως ἀπόλυσον τῆς ταλαιπωρίας, τὴν βασιλείαν σου διέποντος τοῦ θεμένου τοὺς νόμους αὐτοῖς θεοῦ, καθὼς ἐμοὶ πολυπραγμονήσαντι μαθεῖν ὑπῆρξεν. 12.22τὸν γὰρ ἅπαντα συστησάμενον θεὸν καὶ οὗτοι καὶ ἡμεῖς σεβόμεθα Ζῆνα καλοῦντες αὐτὸν ἐτύμως ἀπὸ τοῦ πᾶσιν ἐμφύειν τὸ ζῆν τὴν ἐπίκλησιν αὐτοῦ θέντες. ὅθεν εἰς τιμὴν τοῦ θεοῦ τοὺς ἐξαίρετον τὴν εἰς αὐτὸν θρησκείαν πεποιημένους ἀπόδος τοῖς τὴν πατρίδα καὶ τὸν ἐν αὐτῇ βίον ἀπολελοιπόσιν. 12.23ἴσθι μέντοι γε, βασιλεῦ, ὡς οὔτε γένει προσήκων αὐτοῖς οὔτε ὁμόφυλος ὢν ταῦτα περὶ αὐτῶν ἀξιῶ, πάντων δὲ ἀνθρώπων δημιούργημα ὄντων τοῦ θεοῦ· καὶ δὴ γιγνώσκων αὐτὸν ἡδόμενον τοῖς εὖ ποιοῦσιν ἐπὶ τοῦτο καὶ σὲ παρακαλῶ.” 12.24

Ταῦτʼ εἰπόντος τοῦ Ἀρισταίου ἀναβλέψας εἰς αὐτὸν βασιλεὺς ἱλαρῷ καὶ γεγηθότι τῷ προσώπῳπόσας, εἶπεν, ὑπολαμβάνεις τῶν ἀπολυθησομένων ἔσεσθαι μυριάδας;” ὑποτυχόντος δὲ Ἀνδρέου, παρειστήκει γάρ, καὶ φήσαντος ὀλίγῳ πλείονας ἔσεσθαι τῶν ἕνδεκα μυριάδων μικρὰν ἄρα εἶπεν, ἡμᾶς, Ἀρισταῖε, δωρεὰν αἰτεῖς.” Σωσιβίου δὲ καὶ τῶν παρόντων φησάντων, 12.25ὡς ἄξιον αὐτὸν δέοι τῆς αὐτοῦ μεγαλοψυχίας τῷ παρεσχηκότι τὴν βασιλείαν θεῷ ποιήσασθαι χαριστήριον, διαχυθεὶς ὑπʼ αὐτῶν ἐκέλευσεν, ὅταν τοῖς στρατιώταις ἀποδιδῶσιν τὸ μισθοφορικόν, καὶ ὑπὲρ ἑκάστου τῶν παρʼ αὐτοῖς αἰχμαλώτων καταβαλεῖν δραχμὰς ἑκατὸν εἴκοσι. 12.26καὶ περὶ ὧν ἠξίουν προθεῖναι γράμματα ὑπέσχετο μεγαλοπρεπῶς τε ἔχοντα καὶ τὴν Ἀρισταίου προαίρεσιν βεβαιοῦντα καὶ πρὸ ταύτης τὴν τοῦ θεοῦ βούλησιν, καθʼ ἣν οὐ μόνον τοὺς ὑπὸ τοῦ πατρὸς ἀχθέντας αὐτοῦ καὶ τῆς ἐκείνου στρατιᾶς ἀπολύσειν ἔλεγεν, ἀλλὰ καὶ τοὺς προϋπάρχοντας ἐν τῇ βασιλείᾳ καὶ εἴ τινες αὖθις ἐπεισήχθησαν. 12.27πλειόνων δʼ τετρακοσίων ταλάντων τῆς ἀπολυτρώσεως γενήσεσθαι φαμένων ταῦτά τε συνεχώρει καὶ τὸ ἀντίγραφον τοῦ προστάγματος εἰς δήλωσιν τῆς τοῦ βασιλέως μεγαλοφροσύνης ἔγνωσαν διαφυλάξαι. 12.28ἦν δὲ τοιοῦτον· “ὅσοι τῶν συστρατευσαμένων ἡμῶν τῷ πατρὶ τήν τε Συρίαν καὶ Φοινίκην ἐπέδραμον καὶ τὴν Ἰουδαίαν καταστρεψάμενοι σώματα λαβόντες αἰχμάλωτα διεκόμισαν εἴς τε τὰς πόλεις ἡμῶν καὶ τὴν χώραν καὶ ταῦτα ἀπημπόλησαν, τούς τε πρὸ αὐτῶν ὄντας ἐν τῇ ἐμῇ βασιλείᾳ καὶ εἴ τινες νῦν εἰσήχθησαν, τούτους ἀπολυέτωσαν οἱ παρʼ αὐτοῖς ἔχοντες ὑπὲρ ἑκάστου σώματος λαμβάνοντες δραχμὰς ἑκατὸν εἴκοσι, οἱ μὲν στρατιῶται μετὰ καὶ τῶν ὀψωνίων, οἱ δὲ λοιποὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης κομιζόμενοι τὰ λύτρα. 12.29νομίζω γὰρ αὐτοὺς καὶ παρὰ τὴν τοῦ πατρὸς προαίρεσιν καὶ παρὰ τὸ δέον ᾐχμαλωτίσθαι, τήν τε χώραν αὐτῶν διὰ τὴν στρατιωτικὴν αὐθάδειαν κεκακῶσθαι, καὶ διὰ τὴν εἰς Αἴγυπτον αὐτῶν μεταγωγὴν πολλὴν ὠφέλειαν ἐκ τούτου τοῖς στρατιώταις γεγονέναι. 12.30τὸ δίκαιον οὖν σκοπῶν καὶ τοὺς καταδεδυναστευμένους παρὰ τὸ προσῆκον ἐλεῶν ἀπολύειν κελεύω τοὺς ἐν ταῖς οἰκετείαις ὄντας Ἰουδαίους τὸ προγεγραμμένον κομιζομένους ὑπὲρ αὐτῶν κεφάλαιον τοὺς κεκτημένους, καὶ μηδένα περὶ τούτων κακουργεῖν, ἀλλʼ ὑπακούειν τοῖς προστεταγμένοις. 12.31βούλομαι δὲ τὰς ἀπογραφὰς ἀφʼ ἧς ἐξεπέμφθησαν ἐπὶ τρεῖς ἡμέρας ποιεῖσθαι πρὸς τοὺς ἐπʼ αὐτῶν ὑπάρχοντας, παραδεικνύντας εὐθὺς καὶ τὰ σώματα· τοῦτο γὰρ τοῖς ἐμαυτοῦ πράγμασιν ἡγοῦμαι συμφέρειν. προσαγγελλέτω δὲ τοὺς ἀπειθήσαντας βουλόμενος, ὧν τὰς οὐσίας 12.32εἰς τὴν βασιλικὴν κτῆσιν ἀνενεχθῆναι βούλομαι.” τούτου δὲ τοῦ προστάγματος ἀναγνωσθέντος τῷ βασιλεῖ καὶ τὰ μὲν ἄλλα ἔχοντος, μόνου δὲ λείποντος τοῦ περὶ τῶν πρότερον καὶ τῶν αὖθις εἰσηγμένων Ἰουδαίων μὴ διεστάλθαι, προσέθηκεν αὐτὸς μεγαλοφρόνως καὶ τὸ περὶ τούτων φιλάνθρωπον, καὶ τὴν τῶν διαφόρων δόσιν οὖσαν ἀθρόαν ἐκέλευσεν τοῖς ὑπηρέταις τῶν πραγμάτων ἀπομερίσαι καὶ τοῖς βασιλικοῖς τραπεζίταις. 12.33γενομένου δὲ τούτου ταχέως ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τέλος εἰλήφει τὰ δοχθέντα τῷ βασιλεῖ, τάλαντα δʼ ὑπὲρ ἑξήκοντα καὶ τετρακόσια τῶν λύτρων ἐγένετο· καὶ γὰρ ὑπὲρ τῶν νηπίων εἰσέπραττον οἱ δεσπόται τὰς εἴκοσι καὶ ἑκατὸν δραχμάς, ὡς τοῦ βασιλέως καὶ ὑπὲρ τούτων διδόναι κελεύσαντος ἐν τῷ προγράψαι ὑπὲρ ἑκάστου σώματος λαμβάνειν τὸ προειρημένον. 12.34

Ἐπειδὴ δὲ ταῦτʼ ἐγένετο κατὰ τὴν τοῦ βασιλέως βούλησιν μεγαλοπρεπῶς, ἐκέλευσε τὸν Δημήτριον εἰσδοῦναι καὶ τὸ περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς δόγμα· οὐδὲν γὰρ εἰκῆ τοῖς βασιλεῦσιν ᾠκονομεῖτο, πάντα δὲ μετὰ πολλῆς ἐπιμελείας ἐπράττετο. 12.35διὸ καὶ τὸ τῆς εἰσδόσεως ἀντίγραφον καὶ τὸ τῶν ἐπιστολῶν κατατέτακται καὶ τὸ πλῆθος τῶν ἀπεσταλμένων ἀναθημάτων καὶ τὸ ἐφʼ ἑκάστου κατασκευασθέν, ὡς ἀκριβεστάτην εἶναι τὴν τοῦ τεχνίτου τοῖς ὁρῶσι μεγαλουργίαν, καὶ διὰ τὴν τῶν κατασκευασμάτων ἐξοχὴν τὸν ἑκάστου δημιουργὸν εὐθέως ποιήσειν γνώριμον. τῆς μέντοι γε εἰσδόσεως τὸ ἀντίγραφον ὑπῆρχε τοιοῦτον· 12.36βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. προστάξαντός σου, βασιλεῦ, περί τε τῶν ἔτι λειπόντων εἰς ἀναπλήρωσιν τῆς βιβλιοθήκης συγγραμμάτων, ὅπως συναχθῇ, καὶ περὶ τῶν διαπεπτωκότων, ὅπως τῆς δεούσης ἐπιμελείας τύχῃ, πάσῃ κεχρημένος περὶ ταῦτα σπουδῇ δηλῶ σοι τὰ τῆς Ἰουδαίων νομοθεσίας βιβλία λείπειν ἡμῖν σὺν ἑτέροις· χαρακτῆρσιν γὰρ Ἑβραϊκοῖς γεγραμμένα καὶ φωνῇ τῇ ἐθνικῇ ἐστιν ἡμῖν ἀσαφῆ. 12.37συμβέβηκε δʼ αὐτὰ καὶ ἀμελέστερον ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὐ τετυχηκέναι προνοίας. ἔστι δʼ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. 12.38διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ τοὺς συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος Ἀβδηρίτης οὐδὲ τῶν κατʼ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασιν διασαφεῖσθαι. 12.39ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ, ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφʼ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρʼ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.” 12.40

Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρʼ αὐτοῖς Ἰουδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος. 12.41προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν. διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι. 12.42διηγήσομαι δὲ τὰ κατασκευάσματα καὶ τὸν τρόπον τῆς δημιουργίας αὐτῶν μετὰ τὸ προεκθέσθαι τὸ ἀντίγραφον τῆς ἐπιστολῆς τῆς γραφείσης Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, ταύτην λαβόντι τὴν τιμὴν ἐξ αἰτίας τοιαύτης· 12.43τελευτήσαντος Ὀνίου τοῦ ἀρχιερέως παῖς αὐτοῦ Σίμων γίγνεται διάδοχος καὶ δίκαιος ἐπικληθεὶς διά τε τὸ πρὸς τὸν θεὸν εὐσεβὲς καὶ τὸ πρὸς τοὺς ὁμοφύλους εὔνουν. 12.44ἀποθανόντος δὲ τούτου καὶ νήπιον υἱὸν καταλιπόντος τὸν κληθέντα Ὀνίαν ἀδελφὸς αὐτοῦ Ἐλεάζαρος, περὶ οὗ τὸν λόγον ποιούμεθα, τὴν ἀρχιερωσύνην παρέλαβεν, γράφει Πτολεμαῖος τοῦτον τὸν τρόπον· 12.45βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. πολλῶν ἐν τῇ βασιλείᾳ κατῳκισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν ὅτʼ ἐκράτουν ἐμὸς πατὴρ ἐτίμησεν, καὶ τοὺς μὲν εἰς τὸ στρατιωτικὸν κατέταξεν ἐπὶ μείζοσιν μισθοφοραῖς, τισὶν δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵνα τοῖς Αἰγυπτίοις ὦσιν φοβεροί, 12.46τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλών. 12.47τοὺς δὲ ἀκμάζοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς καὶ τὴν τῆς αὐλῆς πίστιν εἶναι δυναμένων ταύτης ἠξίωκα, νομίζων ἡδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνάθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν. 12.48βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεῦσαι, καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ. 12.49καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθοὺς ἓξ ἀφʼ ἑκάστης φυλῆς ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπείρως ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἑρμηνείαν αὐτῶν ἀκριβῆ ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. 12.50ἀπέσταλκα δέ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον ἐμοὶ τιμιωτάτους, διʼ ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δʼ ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν θέλῃς ποιήσεις κεχαρισμένα.” 12.51

Τῆς οὖν ἐπιστολῆς τοῦ βασιλέως κομισθείσης πρὸς τὸν Ἐλεάζαρον ἀντιγράφει πρὸς αὐτὴν ὡς ἐνῆν μάλιστα φιλοτίμως. “ἀρχιερεὺς Ἐλεάζαρος βασιλεῖ Πτολεμαίῳ χαίρειν. ἐρρωμένων σοῦ τε καὶ τῆς βασιλίσσης Ἀρσινόης καὶ τῶν τέκνων καλῶς ἡμῖν ἔχει πάντα. 12.52τὴν δʼ ἐπιστολὴν λαβόντες μεγάλως ἥσθημεν ἐπὶ τῇ προαιρέσει σου, καὶ συναθροίσαντες τὸ πλῆθος ἀνέγνωμεν αὐτὴν ἐμφανίζοντες αὐτῷ ἣν ἔχεις πρὸς τὸν θεὸν εὐσέβειαν. 12.53ἐπεδείξαμεν δʼ αὐτῷ καὶ τὰς φιάλας ἃς ἔπεμψας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα καὶ κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, τε εἰς θυσίαν καὶ εἰς ἐπισκευὴν ὧν ἂν δέηται τὸ ἱερὸν τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας καὶ Ἀρισταῖος οἱ τιμιώτατοί σου τῶν φίλων, ἄνδρες ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀρετῆς ἄξιοι. 12.54ἴσθι δʼ ἡμᾶς τὸ σοὶ συμφέρον, κἂν τι παρὰ φύσιν, ὑπομενοῦντας· ἀμείβεσθαι γὰρ ἡμᾶς δεῖ τὰς σὰς εὐεργεσίας πολυμερῶς εἰς τοὺς ἡμετέρους πολίτας κατατεθείσας. 12.55εὐθὺς οὖν ὑπὲρ σοῦ καὶ τῆς ἀδελφῆς σου καὶ τέκνων καὶ φίλων προσηγάγομεν θυσίας, καὶ τὸ πλῆθος εὐχὰς ἐποιήσατο γενέσθαι σοι τὰ κατὰ νοῦν καὶ φυλαχθῆναί σου τὴν βασιλείαν ἐν εἰρήνῃ, τήν τε τοῦ νόμου μεταγραφὴν ἐπὶ συμφέροντι τῷ σῷ λαβεῖν προαιρῇ τέλος. 12.56ἐπελεξάμην δὲ καὶ πρεσβυτέρους ἄνδρας ἓξ ἀπὸ φυλῆς ἑκάστης, οὓς πεπόμφαμεν ἔχοντας τὸν νόμον. ἔσται δὲ τῆς σῆς εὐσεβείας καὶ δικαιοσύνης τὸ μεταγραφέντα τὸν νόμον εἰς ἡμᾶς ἀποπέμψαι μετʼ ἀσφαλείας τῶν κομιζόντων. ἔρρωσο.” 12.57

Ταῦτα μὲν ἀρχιερεὺς ἀντέγραψεν. ἐμοὶ δʼ οὐκ ἀναγκαῖον ἔδοξεν εἶναι τὰ ὀνόματα τῶν ἑβδομήκοντα πρεσβυτέρων, οἳ τὸν νόμον ἐκόμιζον ὑπὸ Ἐλεαζάρου πεμφθέντες, δηλοῦν· ἦν γὰρ ταῦτα ὑπογεγραμμένα ἐν τῇ ἐπιστολῇ. 12.58τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται· ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἴα γίγνεσθαι τῶν κατασκευασμάτων. 12.59ὧν ἕκαστον οἷον ἦν τὴν πολυτέλειαν διηγήσομαι, τῆς μὲν ἱστορίας ἴσως οὐκ ἀπαιτούσης τὴν ἀπαγγελίαν, τὸ δὲ τοῦ βασιλέως φιλόκαλον καὶ μεγαλόφρον οὕτω συστήσειν τοῖς ἐντευξομένοις ὑπολαμβάνων. 12.60

Πρῶτον δὲ τὰ περὶ τῆς τραπέζης ἐκθήσομαι. εἶχεν μὲν οὖν διʼ ἐννοίας βασιλεὺς ὑπερμεγεθέστατον τοῖς μέτροις ἀπεργάσασθαι τὸ κατασκεύασμα, προσέταξε δὲ μαθεῖν τὸ μέγεθος τῆς ἀνακειμένης ἐν τοῖς Ἱεροσολύμοις τραπέζης πόσον τέ ἐστιν καὶ εἰ δύναται τούτου μεῖζον κατασκευασθῆναι. 12.61μαθὼν δὲ καὶ τὴν οὖσαν ἡλίκη τις ἦν, καὶ ὅτι αὐτῆς οὐδὲν κωλύει μείζονα γενέσθαι, φήσας καὶ πενταπλασίονα τῆς ὑπαρχούσης τῷ μεγέθει βούλεσθαι κατασκευάσαι, φοβεῖσθαι δέ, μὴ πρὸς τὰς λειτουργίας ἄχρηστος διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους γένηται· βούλεσθαι γὰρ οὐκ ἀνακεῖσθαι μόνον εἰς θέαν τἀναθήματα, ἀλλὰ καὶ πρὸς τὰς λειτουργίας εὔχρηστα· 12.62καὶ διὰ τοῦτο λογισάμενος σύμμετρον κατεσκευάσθαι τὴν προτέραν τράπεζαν, ἀλλʼ οὐ διὰ σπάνιν χρυσοῦ, τῷ μεγέθει μὲν οὐκ ἔγνω τὴν προϋπάρχουσαν ὑπερβαλεῖν, τῇ δὲ ποικιλίᾳ καὶ τῷ κάλλει τῆς ὕλης ἀξιολογωτέραν κατασκευάσαι. 12.63δεινὸς δὲ ὢν συνιδεῖν πραγμάτων παντοδαπῶν φύσιν καὶ λαβεῖν ἐπίνοιαν ἔργων καινῶν καὶ παραδόξων καὶ ὅσα ἦν ἄγραφα τὴν εὕρεσιν αὐτὸς παρέχων διὰ τὴν σύνεσιν καὶ ὑποδεικνὺς τοῖς τεχνίταις, ἐκέλευσεν ταῦτα κατασκευάζεσθαι καὶ τὰ ἀναγεγραμμένα πρὸς τὴν ἀκρίβειαν αὐτῶν ἀποβλέποντας ὁμοίως ἐπιτελεῖν. 12.64

Ὑποστησάμενοι τοίνυν ποιήσασθαι τὴν τράπεζαν δύο μὲν καὶ ἡμίσους πηχῶν τὸ μῆκος, ἑνὸς δὲ τὸ εὖρος, τὸ δʼ ὕψος ἑνὸς καὶ ἡμίσους, κατεσκεύαζον ἐκ χρυσοῦ τὴν ὅλην τοῦ ἔργου καταβολὴν ποιούμενοι. τὴν μὲν οὖν στεφάνην παλαιστιαίαν εἰργάσαντο, τὰ δὲ κυμάτια στρεπτὰ τὴν ἀναγλυφὴν ἔχοντα σχοινοειδῆ τῇ τορείᾳ θαυμαστῶς ἐκ τῶν τριῶν μερῶν μεμιμημένην. 12.65τριγώνων γὰρ ὄντων αὐτῶν ἑκάστη γωνία τὴν αὐτὴν τῆς ἐκτυπώσεως εἶχεν διάθεσιν, ὡς στρεφομένων αὐτῶν μίαν καὶ μὴ διάφορον τὴν ἰδέαν αὐτοῖς συμπεριφέρεσθαι. τῆς δὲ στεφάνης τὸ μὲν ὑπὸ τὴν τράπεζαν ἐκκεκλιμένον ὡραίαν εἶχεν τὴν ἀποτύπωσιν, τὸ δʼ ἔξωθεν περιηγμένον ἔτι μᾶλλον τῷ κάλλει τῆς ἐργασίας ἦν ἐκπεπονημένον, ὡς ὑπʼ ὄψιν καὶ θεωρίαν ἐρχόμενον. 12.66διὸ καὶ τὴν μὲν ὑπεροχὴν ἀμφοτέρων τῶν μερῶν ὀξεῖαν συνέβαινε γίγνεσθαι, καὶ μηδεμίαν γωνίαν τριῶν οὐσῶν, ὡς προειρήκαμεν, περὶ τὴν μεταγωγὴν τῆς τραπέζης ἐλάσσονα βλέπεσθαι. ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. 12.67τὰ δʼ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο. 12.68ὑπὸ δὲ τὴν τῶν ὠῶν διατύπωσιν στέφανον περιήγαγον οἱ τεχνῖται παντοίου καρποῦ φύσιν ἐντετορευμένον, ὡς ἀποκρέμασθαί τε βότρυς καὶ στάχυας ἀναστῆναι καὶ ῥόας ἀποκεκλεῖσθαι. τοὺς δὲ λίθους εἰς πᾶν γένος τῶν προειρημένων καρπῶν, ὡς ἑκάστου τὴν οἰκείαν ἐντετυπῶσθαι χρόαν, ἐξεργασάμενοι συνέδησαν τῷ χρυσῷ περὶ ὅλην τὴν τράπεζαν. 12.69ὑπὸ δὲ τὸν στέφανον ὁμοίως τῶν ὠῶν διάθεσις πεποίητο καὶ τῆς ῥαβδώσεως ἀναγλυφή, τῆς τραπέζης ἐπʼ ἀμφότερον μέρος ἔχειν τὴν αὐτὴν τῆς ποικιλίας τῶν ἔργων καὶ γλαφυρότητος θέαν κατεσκευασμένης, ὡς καὶ τὴν τῶν ἄλλων κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης μηδὲ τῆς τραπέζης ἐφʼ ἕτερον μέρος ἐναλλαττομένης γίγνεσθαι διάφορον, τὴν δʼ αὐτὴν ἄχρι καὶ τῶν ποδῶν ὄψιν τῆς ἐπιτεχνήσεως διατετάσθαι. 12.70ἔλασμα γὰρ χρυσοῦ τὸ πλάτος τεσσάρων δακτύλων ποιήσαντες καθʼ ὅλου τοῦ τῆς τραπέζης πλάτους εἰς τοῦτο τοὺς πόδας αὐτῆς ἐνέθεσαν, ἔπειτα περόναις καὶ κατακλεῖσιν αὐτοὺς ἐνέσφιγγον τῇ τραπέζῃ κατὰ τὴν στεφάνην, ἵνα τὴν θέαν τῆς καινουργίας καὶ πολυτελείας, ἐφʼ τις ἂν στήσῃ τὴν τράπεζαν μέρει, παρέχωσι τὴν αὐτήν. 12.71ἐπὶ δὲ τῆς τραπέζης μαίανδρον ἐξέγλυψαν λίθους αὐτῷ κατὰ μέσον ἀξιολόγους ὥσπερ ἀστέρας ποικίλης ἰδέας ἐνθέντες, τόν τε ἄνθρακα καὶ τὸν σμάραγδον ἥδιστον προσαυγάζοντας αὐτῶν ἑκάτερον τοῖς ὁρῶσιν, τῶν τε ἄλλων γενῶν ὅσοι περισπούδαστοι καὶ ζηλωτοὶ πᾶσιν διὰ τὴν πολυτέλειαν τῆς φύσεως ὑπάρχουσιν. 12.72μετὰ δὲ τὸν μαίανδρον πλέγμα τι σχοινοειδὲς περιῆκτο ῥόμβῳ τὴν κατὰ μέσον ὄψιν ἐμφερές, ἐφʼ οὗ κρύσταλλός τε λίθος καὶ ἤλεκτρον ἐντετύπωτο τῇ παραλλήλῳ τῆς ἰδέας γειτνιάσει ψυχαγωγίαν θαυμαστὴν παρέχον τοῖς βλέπουσιν. 12.73τῶν δὲ ποδῶν ἦσαν αἱ κεφαλίδες εἰς κρίνα μεμιμημέναι τὰς ἐκφύσεις τῶν πετάλων ὑπὸ τὴν τράπεζαν ἀνακλωμένων, εἰς ὀρθὸν δὲ τὴν βλάστησιν ἔνδοθεν παρεχόντων ὁρᾶν. 12.74 δὲ βάσις αὐτοῖς ἦν ἐξ ἄνθρακος λίθου παλαιστιαία πεποιημένη σχῆμα κρηπῖδος ἀποτελοῦσα, τὸ δὲ πλάτος ὀκτὼ δακτύλων ἔχουσα, καθʼ οὗ τὸ πᾶν ἔλασμα τῶν ποδῶν ἐρήρειστο. 12.75ἀνέγλυψαν δὲ λεπτομερεῖ καὶ φιλοπονωτάτῃ τορείᾳ τῶν ποδῶν ἕκαστον, κισσὸν αὐτοῖς καὶ κλήματα ἀμπέλων σὺν καὶ βότρυσιν ἐκφύσαντες, ὡς εἰκάσαι μηδὲν ἀποδεῖν τῆς ἀληθείας· καὶ γὰρ πρὸς τὸ πνεῦμα διὰ λεπτότητα καὶ τὴν ἐπʼ ἄκρον αὐτῶν ἔκτασιν κινούμενα φαντασίαν τῶν κατὰ φύσιν μᾶλλον τέχνης μιμημάτων παρεῖχεν. 12.76ἐκαινούργησαν δὲ ὥστε τρίπτυχον οἱονεὶ τὸ σχῆμα τῆς ὅλης κατασκευάσαι τραπέζης τῆς ἁρμονίας πρὸς ἄλληλα τῶν μερῶν οὕτω συνδεδεμένης, ὡς ἀόρατον εἶναι καὶ μηδʼ ἐπινοεῖσθαι τὰς συμβολάς. ἥμισυ δὲ πήχεως οὐκ ἔλασσον τῇ τραπέζῃ τὸ πάχος συνέβαινεν εἶναι. 12.77τὸ μὲν οὖν ἀνάθημα τοῦτο κατὰ πολλὴν τοῦ βασιλέως φιλοτιμίαν τοιοῦτο τῇ τε πολυτελείᾳ τῆς ὕλης καὶ τῇ ποικιλίᾳ τῆς καλλονῆς καὶ τῇ μιμήσει τῇ κατὰ τὴν τορείαν τῶν τεχνιτῶν συνετελέσθη, σπουδάσαντος εἰ καὶ μὴ τῷ μεγέθει τῆς προανακειμένης τῷ θεῷ τραπέζης ἔμελλεν ἔσεσθαι διάφορος, τῇ μέντοι γε τέχνῃ καὶ τῇ καινουργίᾳ καὶ τῇ λαμπρότητι τῆς κατασκευῆς πολὺ κρείττονα καὶ περίβλεπτον ἀπεργάσασθαι. 12.78

Τῶν δὲ κρατήρων χρύσεοι μὲν ἦσαν δύο, φολιδωτὴν δʼ εἶχον ἀπὸ τῆς βάσεως μέχρι τοῦ διαζώματος τὴν τορείαν λίθων ταῖς σπείραις ποικίλων ἐνδεδεμένων. 12.79εἶτα ἐπʼ αὐτῇ μαίανδρος πηχυαῖος τὸ ὕψος ἐξείργαστο κατὰ σύνθεσιν λίθων παντοίων τὴν ἰδέαν, κατʼ αὐτοῦ δὲ ῥάβδωσις ἀναγέγλυπτο, καθʼ ἧς πλέγμα ῥομβωτὸν δικτύοις ἐμφερὲς ἕως τοῦ χείλους ἀνείλκυστο· 12.80τὰ δὲ μέσα λίθων ἀσπίδια τετραδακτύλων ἀνεπλήρου τὸ κάλλος. περιεστέφετο δὲ τὰ χείλη τοῦ κρατῆρος κρίνων σμίλαξι καὶ ἀνθεμίσι καὶ βοτρύων σχοινίαις εἰς κύκλον περιηγμέναις. 12.81τοὺς μὲν οὖν χρυσέους κρατῆρας δύο χωροῦντας ἑκάτερον ἀμφορέας τοῦτον κατεσκεύασαν τὸν τρόπον, οἱ δʼ ἀργύρεοι τῶν ἐσόπτρων τὴν λαμπρότητα πολὺ διαυγέστεροι γεγόνεισαν, ὡς τρανοτέρας διὰ τούτων τὰς τῶν προσφερομένων ὄψεις ὁρᾶσθαι. 12.82προσκατεσκεύασε δὲ τούτοις βασιλεὺς καὶ φιάλας τριάκοντα, ὧν ὅσα χρυσὸς ἦν ἀλλὰ μὴ λίθῳ πολυτελεῖ διείληπτο, σμίλαξι κισσοῦ καὶ πετάλοις ἀμπέλων ἐσκίαστο φιλοτέχνως ἐντετορευμένων. 12.83ταῦτα δʼ ἐγίγνετο μὲν καὶ διὰ τὴν ἐμπειρίαν τῶν ἐργαζομένων θαυμασίων ὄντων περὶ τὴν τέχνην, πολὺ δὲ μᾶλλον ὑπὸ τῆς τοῦ βασιλέως σπουδῆς καὶ φιλοτιμίας διαφερόντως ἀπηρτίζετο· 12.84οὐ γὰρ τῆς χορηγίας τὸ ἄφθονον καὶ μεγαλόψυχον τοῖς τεχνίταις παρεῖχεν μόνον, ἀλλὰ καὶ τὸ χρηματίζειν τοῖς δημοσίοις πράγμασιν ἀπειρηκὼς αὐτὸς τοῖς κατασκευάζουσι παρῆν καὶ τὴν ὅλην ἐργασίαν ἐπέβλεπεν. αἴτιον δʼ ἦν τοῦτο τῆς τῶν τεχνιτῶν ἐπιμελείας, οἳ πρὸς τὸν βασιλέα καὶ τὴν τούτου σπουδὴν ἀποβλέποντες φιλοπονώτερον τοῖς ἔργοις προσελιπάρουν. 12.85

Ταῦτα μὲν τὰ πεμφθέντα εἰς Ἱεροσόλυμα ὑπὸ Πτολεμαίου ἀναθήματα. δʼ ἀρχιερεὺς Ἐλεάζαρος ἀναθεὶς αὐτὰ καὶ τιμήσας τοὺς κομίσαντας καὶ δῶρα τῷ βασιλεῖ δοὺς κομίζειν ἀπέλυσε πρὸς τὸν βασιλέα. 12.86παραγενομένων δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀκούσας Πτολεμαῖος τὴν παρουσίαν αὐτῶν καὶ τοὺς ἑβδομήκοντα τῶν πρεσβυτέρων ἐληλυθότας, εὐθὺς μεταπέμπεται τὸν Ἀνδρέαν καὶ τὸν Ἀρισταῖον τοὺς πρέσβεις. οἱ δʼ ἀφικόμενοι τάς τε ἐπιστολάς, ἃς ἐκόμιζον αὐτῷ παρὰ τοῦ ἀρχιερέως, ἀπέδοσαν καὶ ὅσα φράζειν ἀπὸ λόγων ὑπέθετο ταῦτα ἐδήλωσαν. 12.87σπεύδων δʼ ἐντυχεῖν τοῖς ἀπὸ τῶν Ἱεροσολύμων πρεσβύταις ἥκουσιν ἐπὶ τὴν ἑρμηνείαν τῶν νόμων, τοὺς μὲν ἄλλους οὓς χρειῶν ἕνεκα παρεῖναι συνέβαινεν ἐκέλευσεν ἀπολῦσαι, παράδοξον τοῦτο ποιῶν καὶ παρὰ τὸ ἔθος· 12.88οἱ μὲν γὰρ ὑπὸ τοιούτων αἰτιῶν ἀχθέντες διὰ πέμπτης ἡμέρας αὐτῷ προσῄεσαν, οἱ δὲ πρεσβεύοντες διὰ μηνός· τότε τοίνυν ἀπολύσας ἐκείνους τοὺς πεμφθέντας ὑπὸ Ἐλεαζάρου περιέμενεν. 12.89ὡς δὲ παρῆλθον μετὰ καὶ τῶν δώρων οἱ γέροντες, τῷ βασιλεῖ κομίσαι ἀρχιερεὺς αὐτοῖς ἔδωκεν, καὶ τῶν διφθερῶν, αἷς ἐγγεγραμμένους εἶχον τοὺς νόμους χρυσοῖς γράμμασιν, ἐπηρώτησεν αὐτοὺς περὶ τῶν βιβλίων. 12.90ὡς δʼ ἀποκαλύψαντες τῶν ἐνειλημάτων ἐπέδειξαν αὐτῷ, θαυμάσας βασιλεὺς τῆς ἰσχνότητος τοὺς ὑμένας καὶ τῆς συμβολῆς τὸ ἀνεπίγνωστον, οὕτως γὰρ ἥρμοστο, καὶ τοῦτο ποιήσας χρόνῳ πλείονι χάριν ἔχειν εἶπεν αὐτοῖς τε ἐλθοῦσιν καὶ μείζονα τῷ πέμψαντι, πρὸ δὲ πάντων τῷ θεῷ, οὗ τοὺς νόμους εἶναι συμβέβηκεν. 12.91ἐκβοησάντων δʼ ὑφʼ ἓν καὶ τῶν πρεσβυτέρων καὶ τῶν συμπαρόντων γίγνεσθαι τὰ ἀγαθὰ τῷ βασιλεῖ διʼ ὑπερβολὴν ἡδονῆς εἰς δάκρυα προύπεσεν, φύσει τῆς μεγάλης χαρᾶς πασχούσης καὶ τὰ τῶν λυπηρῶν σύμβολα. 12.92κελεύσας δὲ τὰ βιβλία δοῦναι τοῖς ἐπὶ τῆς τάξεως τότε τοὺς ἄνδρας ἠσπάσατο, δίκαιον εἰπὼν εἶναι πρῶτον περὶ ὧν αὐτοὺς μετεπέμψατο ποιησάμενον τοὺς λόγους ἔπειτα κἀκείνους προσειπεῖν. τὴν μέντοι γε ἡμέραν, καθʼ ἣν ἦλθον πρὸς αὐτόν, ἐπιφανῆ ποιήσειν καὶ κατὰ πᾶν ἔτος ἐπίσημον εἰς ὅλον τὸν τῆς ζωῆς χρόνον ἐπηγγέλλετο· 12.93ἔτυχεν γὰρ αὐτὴ εἶναι τῆς παρουσίας αὐτοῖς καὶ τῆς νίκης, ἣν Ἀντίγονον ναυμαχῶν ἐνίκησεν· συνεστιαθῆναί τε ἐκέλευσεν αὐτῷ καὶ καταλύσεις προσέταξεν αὐτοῖς δοθῆναι τὰς καλλίστας πρὸς τῇ ἄκρᾳ. 12.94

δὲ ἐπὶ τῆς τῶν ξένων ἀποδοχῆς τεταγμένος Νικάνωρ Δωρόθεον καλέσας, ὃς εἶχεν τὴν περὶ τούτων πρόνοιαν, ἐκέλευεν ἑτοιμάζειν ἑκάστῳ τὰ δέοντα πρὸς τὴν δίαιταν. διετέτακτο δὲ τοῦτον ὑπὸ τοῦ βασιλέως τὸν τρόπον· 12.95κατὰ γὰρ πόλιν ἑκάστην, ὅσαι τοῖς αὐτοῖς χρῶνται περὶ τὴν δίαιταν, ἦν τούτων ἐπιμελόμενος καὶ κατὰ τὸ τῶν ἀφικνουμένων πρὸς αὐτὸν ἔθος πάντʼ αὐτοῖς παρεσκευάζετο, ἵνα τῷ συνήθει τρόπῳ τῆς διαίτης εὐωχούμενοι μᾶλλον ἥδωνται καὶ πρὸς μηδὲν ὡς ἀλλοτρίως ἔχοντες δυσχεραίνωσιν. δὴ καὶ περὶ τούτους ἐγένετο Δωροθέου διὰ τὴν περὶ τὸν βίον ἀκρίβειαν ἐπὶ τούτοις καθεστῶτος. 12.96συνέστρωσε δὲ πάντα διʼ αὐτοῦ τὰ πρὸς τὰς τοιαύτας ὑποδοχὰς καὶ διμερῆ τὴν κλισίαν ἐποίησεν οὑτωσὶ προστάξαντος τοῦ βασιλέως· τοὺς μὲν γὰρ ἡμίσεις ἐκέλευσεν ἀνὰ χεῖρα κατακλιθῆναι, τοὺς δὲ λοιποὺς μετὰ τὴν αὐτοῦ κλισίαν, οὐδὲν ἀπολιπὼν τῆς εἰς τοὺς ἄνδρας τιμῆς. 12.97ἐπεὶ δʼ οὕτως κατεκλίθησαν ἐκέλευσε τὸν Δωρόθεον, οἷς ἔθεσι χρώμενοι διατελοῦσιν πάντες οἱ ἀπὸ τῆς Ἰουδαίας πρὸς αὐτὸν ἀφιγμένοι κατὰ ταῦτα ὑπηρετεῖν. διὸ καὶ τοὺς ἱεροκήρυκας καὶ θύτας καὶ τοὺς ἄλλους, οἳ τὰς κατευχὰς ἐποιοῦντο, παρῃτήσατο, τῶν δὲ παραγενομένων ἕνα Ἐλισαῖον ὄνομα ὄντα ἱερέα παρεκάλεσεν βασιλεὺς ποιήσασθαι κατευχάς. 12.98 δὲ στὰς εἰς μέσον ηὔχετο τῷ βασιλεῖ τὰ ἀγαθὰ καὶ τοῖς ἀρχομένοις ὑπʼ αὐτοῦ, εἶτα κρότος ἐξ ἁπάντων μετὰ χαρᾶς καὶ βοῆς ἤρθη καὶ παυσάμενοι πρὸς εὐωχίαν καὶ τὴν ἀπόλαυσιν τῶν παρεσκευασμένων ἐτράπησαν. 12.99διαλιπὼν δʼ βασιλεὺς ἐφʼ ὅσον ἔδοξεν ἀποχρῶντα καιρὸν εἶναι φιλοσοφεῖν ἤρξατο καὶ ἕκαστον αὐτῶν λόγους ἐπηρώτα φυσικούς, καὶ πρὸς τὴν τῶν ζητουμένων θεωρίαν ἀκριβῶς ἐκείνων περὶ παντὸς οὑτινοσοῦν λέγειν αὐτοῖς προβληθείη διασαφούντων, ἡδόμενος τούτοις ἐφʼ ἡμέρας δώδεκα τὸ συμπόσιον ἐποιήσατο, 12.100ὡς τῷ βουλομένῳ τὰ κατὰ μέρος γνῶναι τῶν ἐν τῷ συμποσίῳ ζητηθέντων εἶναι μαθεῖν ἀναγνόντι τὸ Ἀρισταίου βιβλίον, συνέγραψεν διὰ ταῦτα. 12.101

Θαυμάζοντος δʼ αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτʼ εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζητοῦντες. 12.102γεγενῆσθαι δʼ αὐτῷ τὰ μέγιστα τῶν ἀγαθῶν βασιλεὺς ἔλεγεν ἤδη παρόντων αὐτῶν· ὠφελῆσθαι γὰρ παρʼ αὐτῶν μεμαθηκότα, πῶς δεῖ βασιλεύειν· κελεύει τε αὐτοῖς ἀνὰ τρία δοθῆναι τάλαντα καὶ τοὺς ἀποκαταστήσοντας ἐπὶ τὴν κατάλυσιν. 12.103διελθουσῶν δὲ τριῶν ἡμερῶν παραλαβὼν αὐτοὺς Δημήτριος καὶ διελθὼν τὸ ἑπταστάδιον χῶμα τῆς θαλάσσης πρὸς τὴν νῆσον καὶ διαβὰς πρὸς τὴν γέφυραν, προελθὼν ἐπὶ τὰ βόρεια μέρη συνέδριον ἐποιήσατο ἐν τῷ παρὰ τὴν ᾐόνα κατεσκευασμένῳ οἴκῳ πρὸς διάσκεψιν πραγμάτων ἠρεμίας καλῶς ἔχοντι. 12.104ἀγαγὼν οὖν αὐτοὺς ἐκεῖ παρεκάλει πάντων, ὧν ἂν δεηθεῖεν εἰς τὴν ἑρμηνείαν τοῦ νόμου, παρόντων ἀκωλύτως ἐπιτελεῖν τὸ ἔργον. οἱ δʼ ὡς ἔνι μάλιστα φιλοτίμως καὶ φιλοπόνως ἀκριβῆ τὴν ἑρμηνείαν ποιούμενοι μέχρι μὲν ὥρας ἐνάτης πρὸς τούτῳ διετέλουν ὄντες, 12.105ἔπειτʼ ἐπὶ τὴν τοῦ σώματος ἀπηλλάττοντο θεραπείαν ἀφθόνως αὐτοῖς τῶν πρὸς τὴν δίαιταν χορηγουμένων καὶ προσέτι τοῦ Δωροθέου πολλὰ καὶ τῶν παρασκευαζομένων τῷ βασιλεῖ, προσέταξε γάρ, αὐτοῖς παρέχοντος. 12.106πρωῒ δὲ πρὸς τὴν αὐλὴν παραγινόμενοι καὶ τὸν Πτολεμαῖον ἀσπαζόμενοι πάλιν ἐπὶ τὸν αὐτὸν ἀπῄεσαν τόπον καὶ τῇ θαλάσσῃ τὰς χεῖρας ἀπονιπτόμενοι καὶ καθαίροντες αὑτοὺς οὕτως ἐπὶ τὴν τῶν νόμων ἑρμηνείαν ἐτρέποντο. 12.107

Μεταγραφέντος δὲ τοῦ νόμου καὶ τοῦ κατὰ τὴν ἑρμηνείαν ἔργου τέλος ἐν ἡμέραις ἑβδομήκοντα καὶ δυσὶν λαβόντος, συναγαγὼν Δημήτριος τοὺς Ἰουδαίους ἅπαντας εἰς τὸν τόπον, ἔνθα καὶ μετεβλήθησαν οἱ νόμοι, παρόντων καὶ τῶν ἑρμηνέων ἀνέγνω τούτους. 12.108τὸ δὲ πλῆθος ἀπεδέξατο μὲν καὶ τοὺς διασαφήσαντας πρεσβυτέρους τὸν νόμον, ἐπῄνεσεν δὲ καὶ τὸν Δημήτριον τῆς ἐπινοίας ὡς μεγάλων ἀγαθῶν αὐτοῖς εὑρετὴν γεγενημένον, παρεκάλεσάν τε δοῦναι καὶ τοῖς ἡγουμένοις αὐτῶν ἀναγνῶναι τὸν νόμον, ἠξίωσάν τε πάντες τε ἱερεὺς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τοῦ πολιτεύματος οἱ προεστηκότες, ἐπεὶ καλῶς τὰ τῆς ἑρμηνείας ἀπήρτισται, καὶ διαμεῖναι ταῦθʼ, ὡς ἔχοι, καὶ μὴ μετακινεῖν αὐτά. 12.109ἁπάντων δʼ ἐπαινεσάντων τὴν γνώμην ἐκέλευσαν, εἴ τις περισσόν τι προσγεγραμμένον ὁρᾷ τῷ νόμῳ λεῖπον, πάλιν ἐπισκοποῦντα τοῦτο καὶ ποιοῦντα φανερὸν διορθοῦν, σωφρόνως τοῦτο πράττοντες, ἵνα τὸ κριθὲν ἅπαξ ἔχειν καλῶς εἰς ἀεὶ διαμένῃ. 12.110

Ἐχάρη μὲν οὖν βασιλεὺς καὶ ἐπὶ τούτῳ τὴν αὐτοῦ προαίρεσιν εἴς τι χρήσιμον ὁρῶν τετελειωμένην, μάλιστα ὡς δὲ τῶν νόμων ἀναγνωσθέντων αὐτῷ καὶ τὴν διάνοιαν καὶ τὴν σοφίαν ἐξεπλάγη τοῦ νομοθέτου καὶ πρὸς τὸν Δημήτριον ἤρξατο ποιεῖσθαι λόγους, πῶς οὕτως θαυμαστῆς οὔσης τῆς νομοθεσίας οὐδεὶς οὔτε τῶν ἱστορικῶν αὐτῆς οὔτε τῶν ποιητῶν ἐπεμνήσθη. 12.111 δὲ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι καὶ σεμνὴν ἔφασκεν, καὶ ὅτι βλαβεῖεν ἤδη τινὲς τούτοις ἐγχειρήσαντες ὑπὸ τοῦ θεοῦ, 12.112δηλῶν ὡς Θεόπομπός τε βουληθεὶς ἱστορῆσαί τι περὶ τούτων ἐταράχθη τὴν διάνοιαν πλείοσιν τριάκοντα ἡμέραις καὶ παρὰ τὰς ἀνέσεις ἐξιλάσκετο τὸν θεόν, ἐντεῦθεν αὐτῷ γενέσθαι τὴν παραφροσύνην ὑπονοῶν· οὐ μὴν ἀλλὰ καὶ ὄναρ εἶδεν ὅτι τοῦτʼ αὐτῷ συμβαίη περιεργαζομένῳ τὰ θεῖα καὶ ταῦτʼ ἐκφέρειν εἰς κοινοὺς ἀνθρώπους θελήσαντι· 12.113καὶ ἀποσχόμενος κατέστη τὴν διάνοιαν. ἐδήλου δὲ καὶ περὶ Θεοδέκτου τοῦ τῶν τραγῳδιῶν ποιητοῦ ἀναφέρεσθαι, ὅτι βουληθεὶς ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βύβλῳ γεγραμμένων μνησθῆναι τὰς ὄψεις γλαυκωθείη καὶ συνιδὼν τὴν αἰτίαν ἀπαλλαγείη τοῦ πάθους ἐξευμενισάμενος τὸν θεόν. 12.114

Παραλαβὼν δʼ βασιλεὺς ταῦτα παρὰ τοῦ Δημητρίου, καθὼς προείρηται, προσκυνήσας αὐτοῖς ἐκέλευσε πολλὴν ποιεῖσθαι τῶν βιβλίων τὴν ἐπιμέλειαν, ἵνα διαμείνῃ ταῦτα καθαρῶς, τούς τε ἑρμηνεύσαντας παρεκάλεσεν συνεχῶς πρὸς αὐτὸν ἐκ τῆς Ἰουδαίας παραγίγνεσθαι· 12.115τοῦτο γὰρ αὐτοῖς καὶ πρὸς τιμὴν τὴν παρʼ αὐτοῦ καὶ πρὸς τὰς ἀπὸ τῶν δώρων ὠφελείας λυσιτελήσειν· νῦν μὲν γὰρ εἶναι δίκαιον αὐτοὺς ἐκπέμπειν ἔλεγεν, ἑκουσίως δὲ πρὸς αὐτὸν ἐλθόντας τεύξεσθαι πάντων, ὧν τε αὐτῶν ἐστιν σοφία δικαία τυχεῖν καὶ ἐκείνου μεγαλοφροσύνη παρασχεῖν ἱκανή. 12.116τότε μὲν οὖν ἐξέπεμψεν αὐτοὺς δοὺς ἑκάστῳ στολὰς ἀρίστας τρεῖς καὶ χρυσοῦ τάλαντα δύο καὶ κυλίκιον ταλάντου καὶ τὴν τοῦ συμποσίου στρωμνήν. 12.117καὶ ταῦτα μὲν ἐκείνοις ἔχειν ἐδωρήσατο. τῷ δʼ ἀρχιερεῖ Ἐλεαζάρῳ διʼ αὐτῶν ἔπεμψεν κλίνας ἀργυρόποδας δέκα καὶ τὴν ἀκόλουθον αὐτῶν ἐπισκευὴν καὶ κυλίκιον ταλάντων τριάκοντα, πρὸς τούτοις δὲ καὶ στολὰς δέκα καὶ πορφύραν καὶ στέφανον διαπρεπῆ καὶ βυσσίνης ὀθόνης ἱστοὺς ἑκατόν, ἔτι γε μὴν φιάλας καὶ τρύβλια καὶ σπονδεῖα καὶ κρατῆρας χρυσοῦς πρὸς ἀνάθεσιν δύο. 12.118παρεκάλεσεν δʼ αὐτὸν καὶ διὰ τῶν ἐπιστολῶν, ὅπως εἰ τῶν ἀνδρῶν τούτων θελήσειάν τινες πρὸς αὐτὸν ἐλθεῖν ἐπιτρέψῃ, περὶ πολλοῦ ποιούμενος τὴν μετὰ τῶν ἐν παιδείᾳ τυγχανόντων συνουσίαν καὶ τὸν πλοῦτον εἰς τοὺς τοιούτους ἡδέως ἔχων κατατίθεσθαι. καὶ τὰ μὲν εἰς δόξαν καὶ τιμὴν Ἰουδαίοις τοιαῦτα παρὰ Πτολεμαίου τοῦ Φιλαδέλφου συνέβη γενέσθαι. 12.119

Ἔτυχον δὲ καὶ τῆς παρὰ τῶν βασιλέων τῆς Ἀσίας τιμῆς, ἐπειδὴ συνεστράτευσαν αὐτοῖς· καὶ γὰρ Σέλευκος Νικάτωρ ἐν αἷς ἔκτισεν πόλεσιν ἐν τῇ Ἀσίᾳ καὶ τῇ κάτω Συρίᾳ καὶ ἐν αὐτῇ τῇ μητροπόλει Ἀντιοχείᾳ πολιτείας αὐτοὺς ἠξίωσεν καὶ τοῖς ἐνοικισθεῖσιν ἰσοτίμους ἀπέφηνεν Μακεδόσιν καὶ Ἕλλησιν, ὡς τὴν πολιτείαν ταύτην ἔτι καὶ νῦν διαμένειν· 12.120τεκμήριον δὲ τοῦτο· τοὺς Ἰουδαίους μὴ βουλομένους ἀλλοφύλῳ ἐλαίῳ χρῆσθαι λαμβάνειν ὡρισμένον τι παρὰ τῶν γυμνασιάρχων εἰς ἐλαίου τιμὴν ἀργύριον ἐκέλευσεν. τοῦ δήμου τῶν Ἀντιοχέων ἐν τῷ νῦν πολέμῳ λῦσαι προαιρουμένου Μουκιανὸς ἡγεμὼν ὢν τότε τῆς Συρίας ἐτήρησεν, 12.121καὶ μετὰ ταῦτα κρατήσαντος Οὐεσπασιανοῦ καὶ Τίτου τοῦ υἱοῦ αὐτοῦ τῆς οἰκουμένης δεηθέντες οἱ Ἀλεξανδρεῖς καὶ Ἀντιοχεῖς, ἵνα τὰ δίκαια τὰ τῆς πολιτείας μηκέτι μένῃ τοῖς Ἰουδαίοις, οὐκ ἐπέτυχον. 12.122ἐξ οὗ τις ἂν κατανοήσειεν τὴν Ῥωμαίων ἐπιείκειαν καὶ μεγαλοφροσύνην, μάλιστα δὲ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου, ὅτι καίτοι πολλὰ πονήσαντες ἐν τῷ πρὸς Ἰουδαίους πολέμῳ καὶ πικρῶς πρὸς αὐτοὺς ἔχοντες, ὅτι μὴ παρέδοσαν αὐτοῖς τὰ ὅπλα μέχρις δʼ ἐσχάτου πολεμοῦντες ὑπέμειναν, 12.123οὐδενὸς αὐτοὺς τῶν ὑπαρχόντων κατὰ τὴν προειρημένην πολιτείαν ἀφείλοντο· ἅμα γὰρ καὶ τῆς πρότερον ὀργῆς καὶ τῆς τῶν Ἀλεξανδρέων καὶ Ἀντιοχέων δήμων μεγίστων παρακλήσεως ἐκράτησαν, 12.124ὥστε μηδὲν μήθʼ ὑπὸ τῆς πρὸς τούτους χάριτος μήθʼ ὑπὸ τῆς πρὸς τοὺς πολεμηθέντας μισοπονηρίας ἐνδοῦναι πρὸς τὸ λῦσαί τι τῶν ἀρχαίων τοῖς Ἰουδαίοις φιλανθρώπων, ἀλλὰ τοὺς ἀνταραμένους αὐτοῖς ὅπλα καὶ χωρήσαντας διὰ μάχης δεδωκέναι τιμωρίαν φήσαντες τοὺς οὐδὲν ἐξαμαρτόντας οὐκ ἐδικαίουν ἀποστερεῖν τῶν ὑπαρχόντων. 12.125

Ὅμοιον δέ τι τούτῳ καὶ Μᾶρκον Ἀγρίππαν φρονήσαντα περὶ τῶν Ἰουδαίων οἴδαμεν· τῶν γὰρ Ἰώνων κινηθέντων ἐπʼ αὐτοὺς καὶ δεομένων τοῦ Ἀγρίππου, ἵνα τῆς πολιτείας, ἣν αὐτοῖς ἔδωκεν Ἀντίοχος Σελεύκου υἱωνὸς παρὰ τοῖς Ἕλλησιν Θεὸς λεγόμενος, 12.126μόνοι μετέλθωσιν, ἀξιούντων δʼ, εἰ συγγενεῖς εἰσιν αὐτοῖς Ἰουδαῖοι, σέβεσθαι τοὺς αὐτῶν θεούς, καὶ δίκης περὶ τούτων συστάσης ἐνίκησαν οἱ Ἰουδαῖοι τοῖς αὐτῶν ἔθεσι χρῆσθαι συνηγορήσαντος αὐτοῖς Νικολάου τοῦ Δαμασκηνοῦ· γὰρ Ἀγρίππας ἀπεφήνατο μηδὲν αὐτῷ καινίζειν ἐξεῖναι. 12.127τὸ δʼ ἀκριβὲς εἴ τις βούλεται καταμαθεῖν, ἀναγνώτω τοῦ Νικολάου τὴν ἑκατοστὴν καὶ εἰκοστὴν καὶ τρίτην καὶ τετάρτην. περὶ μὲν οὖν τῶν ὑπʼ Ἀγρίππου κριθέντων οὐκ ἔστιν ἴσως θαυμάζειν· οὐ γὰρ ἐπολέμει τότε Ῥωμαίοις τὸ ἡμέτερον ἔθνος· 12.128Οὐεσπασιανοῦ δʼ ἄν τις καὶ Τίτου τὴν μεγαλοφροσύνην εἰκότως ἐκπλαγείη μετὰ πολέμους καὶ τηλικούτους ἀγῶνας οὓς ἔσχον πρὸς ἡμᾶς μετριοπαθησάντων. ἐπανάξω δὲ τὸν λόγον ὅθεν ἐπὶ ταῦτʼ ἐξέβην. 12.129

Τοὺς γὰρ Ἰουδαίους ἐπʼ Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας ἔτυχεν αὐτούς τε πολλὰ ταλαιπωρῆσαι τῆς γῆς αὐτῶν κακουμένης καὶ τοὺς τὴν κοίλην Συρίαν νεμομένους. 12.130πολεμοῦντος γὰρ αὐτοῦ πρὸς τὸν Φιλοπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν υἱὸν αὐτοῦ Πτολεμαῖον ἐπικληθέντα δὲ Ἐπιφανῆ, κακοπαθεῖν συνέβαινεν αὐτοῖς καὶ νικῶντος καὶ πταίοντος ταὐτὰ πάσχειν, ὥστʼ οὐδὲν ἀπέλειπον χειμαζομένης νεὼς καὶ πονουμένης ὑπὸ τοῦ κλύδωνος ἑκατέρωθεν μεταξὺ τῆς εὐπραγίας τῆς Ἀντιόχου καὶ τῆς ἐπὶ θάτερον αὐτοῦ τροπῆς τῶν πραγμάτων κείμενοι. 12.131νικήσας μέντοι τὸν Πτολεμαῖον Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τελευτήσαντος δὲ τοῦ Φιλοπάτορος παῖς αὐτοῦ μεγάλην ἐξέπεμψε δύναμιν καὶ στρατηγὸν Σκόπαν ἐπὶ τοὺς ἐν τῇ κοίλῃ Συρίᾳ, ὃς πολλάς τε αὐτῶν πόλεις ἔλαβεν καὶ τὸ ἡμέτερον ἔθνος· πολεμούμενον γὰρ αὐτῷ προσέθετο. 12.132μετʼ οὐ πολὺ δὲ τὸν Σκόπαν Ἀντίοχος νικᾷ συμβαλὼν αὐτῷ πρὸς ταῖς πηγαῖς τοῦ Ἰορδάνου καὶ πολλὴν αὐτοῦ τῆς στρατιᾶς διέφθειρεν. 12.133ὕστερον δʼ Ἀντιόχου χειρωσαμένου τὰς ἐν τῇ κοίλῃ Συρίᾳ πόλεις, ἃς Σκόπας κατεσχήκει, καὶ τὴν Σαμάρειαν, ἑκουσίως αὐτῷ προσέθεντο οἱ Ἰουδαῖοι καὶ τῇ πόλει δεξάμενοι πᾶσαν αὐτοῦ τῇ τε στρατιᾷ καὶ τοῖς ἐλέφασιν ἀφθονίαν παρέσχον καὶ τοὺς ὑπὸ Σκόπα καταλειφθέντας ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὺς πολιορκοῦντι προθύμως συνεμάχησαν. 12.134 οὖν Ἀντίοχος δίκαιον ἡγησάμενος τὴν τῶν Ἰουδαίων πρὸς αὐτὸν σπουδὴν καὶ φιλοτιμίαν ἀμείψασθαι γράφει τοῖς τε στρατηγοῖς αὐτοῦ καὶ τοῖς φίλοις μαρτυρῶν τοῖς Ἰουδαίοις ὑπὲρ ὧν εὖ πάθοι πρὸς αὐτῶν καὶ τὰς δωρεὰς ἃς ὑπὲρ τούτων διέγνω παρασχεῖν αὐτοῖς ἐμφανίζων. 12.135παραθήσομαι δὲ τὰς ἐπιστολὰς τὰς τοῖς στρατηγοῖς περὶ αὐτῶν γραφείσας προδιελθών, ὡς μαρτυρεῖ τούτοις ἡμῶν τοῖς λόγοις Πολύβιος Μεγαλοπολίτης· ἐν γὰρ τῇ ἑξκαιδεκάτῃ τῶν ἱστοριῶν αὐτοῦ φησιν οὕτως· “ δὲ τοῦ Πτολεμαίου στρατηγὸς Σκόπας ὁρμήσας εἰς τοὺς ἄνω τόπους κατεστρέψατο ἐν τῷ χειμῶνι τὸ Ἰουδαίων ἔθνος.” λέγει δὲ ἐν τῇ αὐτῇ βίβλῳ, 12.136ὡς τοῦ Σκόπα νικηθέντος ὑπʼ Ἀντιόχου τὴν μὲν Βατανέαν καὶ Σαμάρειαν καὶ Ἄβιλα καὶ Γάδαρα παρέλαβεν Ἀντίοχος, μετʼ ὀλίγον δὲ προσεχώρησαν αὐτῷ καὶ τῶν Ἰουδαίων οἱ περὶ τὸ ἱερὸν τὸ προσαγορευόμενον Ἱεροσόλυμα κατοικοῦντες, ὑπὲρ οὗ καὶ πλείω λέγειν ἔχοντες καὶ μάλιστα περὶ τῆς γενομένης περὶ τὸ ἱερὸν ἐπιφανείας, εἰς 12.137ἕτερον καιρὸν ὑπερθησόμεθα τὴν διήγησιν.” καὶ Πολύβιος μὲν ταῦτα ἱστόρησεν. ἡμεῖς δʼ ἐπανάξομεν τὸν λόγον ἐπὶ τὴν διήγησιν παραθέμενοι πρῶτον τὰς ἐπιστολὰς τοῦ βασιλέως Ἀντιόχου. 12.138

Βασιλεὺς Ἀντίοχος Πτολεμαίῳ χαίρειν. τῶν Ἰουδαίων καὶ παραυτίκα μέν, ἡνίκα τῆς χώρας ἐπέβημεν αὐτῶν, ἐπιδειξαμένων τὸ πρὸς ἡμᾶς φιλότιμον καὶ παραγενομένους δʼ εἰς τὴν πόλιν λαμπρῶς ἐκδεξαμένων καὶ μετὰ τῆς γερουσίας ἀπαντησάντων, ἄφθονον δὲ τὴν χορηγίαν τοῖς στρατιώταις καὶ τοῖς ἐλέφασι παρεσχημένων, συνεξελόντων δὲ καὶ τοὺς ἐν τῇ ἄκρᾳ φρουροὺς τῶν Αἰγυπτίων, 12.139ἠξιώσαμεν καὶ αὐτοὶ τούτων αὐτοὺς ἀμείψασθαι καὶ τὴν πόλιν αὐτῶν ἀναλαβεῖν κατεφθαρμένην ὑπὸ τῶν περὶ τοὺς πολέμους συμπεσόντων καὶ συνοικίσαι τῶν διεσπαρμένων εἰς αὐτὴν πάλιν συνελθόντων. 12.140πρῶτον δʼ αὐτοῖς ἐκρίναμεν διὰ τὴν εὐσέβειαν παρασχεῖν εἰς τὰς θυσίας σύνταξιν κτηνῶν τε θυσίμων καὶ οἴνου καὶ ἐλαίου καὶ λιβάνου ἀργυρίου μυριάδας δύο καὶ σεμιδάλεως ἀρτάβας ἱερᾶς κατὰ τὸν ἐπιχώριον νόμον πυρῶν μεδίμνους χιλίους τετρακοσίους ἑξήκοντα καὶ ἁλῶν μεδίμνους τριακοσίους ἑβδομηκονταπέντε. 12.141τελεῖσθαι δʼ αὐτοῖς ταῦτα βούλομαι, καθὼς ἐπέσταλκα, καὶ τὸ περὶ τὸ ἱερὸν ἀπαρτισθῆναι ἔργον τάς τε στοὰς κἂν εἴ τι ἕτερον οἰκοδομῆσαι δέοι· δὲ τῶν ξύλων ὕλη κατακομιζέσθω ἐξ αὐτῆς τε τῆς Ἰουδαίας καὶ ἐκ τῶν ἄλλων ἐθνῶν καὶ ἐκ τοῦ Λιβάνου μηδενὸς πρασσομένου τέλος. ὁμοίως δὲ καὶ τοῖς ἄλλοις, ἐν οἷς ἂν ἐπιφανεστέραν γίγνεσθαι τὴν τοῦ ἱεροῦ ἐπισκευὴν δέῃ. 12.142πολιτευέσθωσαν δὲ πάντες οἱ ἐκ τοῦ ἔθνους κατὰ τοὺς πατρίους νόμους, ἀπολυέσθω δʼ γερουσία καὶ οἱ ἱερεῖς καὶ γραμματεῖς τοῦ ἱεροῦ καὶ ἱεροψάλται ὧν ὑπὲρ τῆς κεφαλῆς τελοῦσιν καὶ τοῦ στεφανιτικοῦ φόρου καὶ τοῦ περὶ τῶν ἄλλων. 12.143ἵνα δὲ θᾶττον πόλις κατοικισθῇ, δίδωμι τοῖς τε νῦν κατοικοῦσιν καὶ κατελευσομένοις ἕως τοῦ Ὑπερβερεταίου μηνὸς ἀτελέσιν εἶναι μέχρι τριῶν ἐτῶν. 12.144ἀπολύομεν δὲ καὶ εἰς τὸ λοιπὸν αὐτοὺς τοῦ τρίτου μέρους τῶν φόρων, ὥστε αὐτῶν ἐπανορθωθῆναι τὴν βλάβην. καὶ ὅσοι ἐκ τῆς πόλεως ἁρπαγέντες δουλεύουσιν, αὐτούς τε τούτους καὶ τοὺς ὑπʼ αὐτῶν γεννηθέντας ἐλευθέρους ἀφίεμεν καὶ τὰς οὐσίας αὐτοῖς ἀποδίδοσθαι κελεύομεν.” 12.145

μὲν οὖν ἐπιστολὴ ταῦτα περιεῖχεν. σεμνύνων δὲ καὶ τὸ ἱερὸν πρόγραμμα κατὰ πᾶσαν τὴν βασιλείαν ἐξέθηκεν περιέχον τάδε· μηδενὶ ἐξεῖναι ἀλλοφύλῳ εἰς τὸν περίβολον εἰσιέναι τοῦ ἱεροῦ τὸν ἀπηγορευμένον τοῖς Ἰουδαίοις, εἰ μὴ οἷς ἁγνισθεῖσίν ἐστιν ἔθιμον κατὰ τὸν πάτριον νόμον. 12.146μηδʼ εἰς τὴν πόλιν εἰσφερέσθω ἵππεια κρέα μηδὲ ἡμιόνεια μηδὲ ἀγρίων ὄνων καὶ ἡμέρων παρδάλεών τε καὶ ἀλωπέκων καὶ λαγῶν καὶ καθόλου δὲ πάντων τῶν ἀπηγορευμένων ζῴων τοῖς Ἰουδαίοις· μηδὲ τὰς δορὰς εἰσφέρειν ἐξεῖναι, ἀλλὰ μηδὲ τρέφειν τι τούτων ἐν τῇ πόλει· μόνοις δὲ τοῖς προγονικοῖς θύμασιν, ἀφʼ ὧν καὶ τῷ θεῷ δεῖ καλλιερεῖν, ἐπιτετράφθαι χρῆσθαι. δέ τι τούτων παραβὰς ἀποτινύτω τοῖς ἱερεῦσιν ἀργυρίου δραχμὰς τρισχιλίας.” 12.147

Ἔγραψε δὲ μαρτυρῶν ἡμῖν εὐσέβειάν τε καὶ πίστιν, ἡνίκα νεωτερίζοντα τὰ κατὰ τὴν Φρυγίαν ἐπύθετο καὶ Λυδίαν καθʼ ὃν ἦν καιρὸν ἐν ταῖς ἄνω σατραπείαις, κελεύων Ζεῦξιν τὸν αὐτοῦ στρατηγὸν καὶ ἐν τοῖς μάλιστα φίλον πέμψαι τινὰς τῶν ἡμετέρων ἐκ Βαβυλῶνος εἰς Φρυγίαν. 12.148γράφει δʼ οὕτως· “βασιλεὺς Ἀντίοχος Ζεύξιδι τῷ πατρὶ χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτός. 12.149πυνθανόμενος τοὺς ἐν Λυδίᾳ καὶ Φρυγίᾳ νεωτερίζοντας μεγάλης ἐπιστροφῆς ἡγησάμην τοῦτό μοι δεῖσθαι, καὶ βουλευσαμένῳ μοι μετὰ τῶν φίλων, τί δεῖ ποιεῖν, ἔδοξεν εἰς τὰ φρούρια καὶ τοὺς ἀναγκαιοτάτους τόπους τῶν ἀπὸ τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας Ἰουδαίων οἴκους δισχιλίους σὺν ἐπισκευῇ μεταγαγεῖν. 12.150πέπεισμαι γὰρ εὔνους αὐτοὺς ἔσεσθαι τῶν ἡμετέρων φύλακας διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, καὶ μαρτυρουμένους δʼ αὐτοὺς ὑπὸ τῶν προγόνων εἰς πίστιν οἶδα καὶ προθυμίαν εἰς παρακαλοῦνται· βούλομαι τοίνυν καίπερ ἐργώδους ὄντος τοῦ μεταγαγεῖν ὑποσχομένους νόμοις αὐτοὺς χρῆσθαι τοῖς ἰδίοις. 12.151ὅταν δʼ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τʼ οἰκοδομίας οἰκιῶν αὐτοῖς δώσεις τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπὶ ἔτη δέκα. 12.152μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς καρποὺς λαμβάνωσιν σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς· διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπηρετοῦσιν τὸ αὔταρκες, ἵνα τῆς παρʼ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. 12.153πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.” περὶ μὲν οὖν τῆς Ἀντιόχου φιλίας τοῦ μεγάλου πρὸς Ἰουδαίους ταῦτα ἡμῖν ἀποχρώντως εἰρήσθω μαρτύρια. 12.154

Μετὰ δὲ ταῦτα φιλίαν καὶ σπονδὰς πρὸς Πτολεμαῖον Ἀντίοχος ἐποιήσατο καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα Κλεοπάτραν πρὸς γάμον παραχωρήσας αὐτῷ τῆς κοίλης Συρίας καὶ Σαμαρείας καὶ Ἰουδαίας καὶ Φοινίκης φερνῆς ὀνόματι. 12.155καὶ διαιρεθέντων εἰς ἀμφοτέρους τοὺς βασιλέας τῶν φόρων τὰς ἰδίας ἕκαστοι τῶν ἐπισήμων ὠνοῦντο πατρίδας φορολογεῖν καὶ συναθροίζοντες τὸ προστεταγμένον κεφάλαιον τοῖς βασιλεῦσιν ἐτέλουν. 12.156ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ἰουδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες· ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου. 12.157τελευτήσαντος γὰρ Ἐλεαζάρου τὴν ἀρχιερωσύνην θεῖος αὐτοῦ Μανασσῆς παρέλαβεν, μεθʼ ὃν καταστρέψαντα τὸν βίον Ὀνίας τὴν τιμὴν ἐξεδέξατο Σίμωνος υἱὸς ὢν τοῦ δικαίου κληθέντος· Σίμων δʼ ἦν ἀδελφὸς Ἐλεαζάρου, καθὼς προεῖπον. 12.158οὗτος Ὀνίας βραχὺς ἦν τὴν διάνοιαν καὶ χρημάτων ἥττων καὶ διὰ τοῦτο τὸν ὑπὲρ τοῦ λαοῦ φόρον, ὃν τοῖς βασιλεῦσιν οἱ πατέρες αὐτοῦ ἐτέλουν ἐκ τῶν ἰδίων, τάλαντα εἴκοσιν ἀργυρίου μὴ δούς, εἰς ὀργὴν ἐκίνησεν τὸν βασιλέα Πτολεμαῖον τὸν Εὐεργέτην, ὃς ἦν πατὴρ τοῦ Φιλοπάτορος. 12.159καὶ πέμψας εἰς Ἱεροσόλυμα πρεσβευτὴν ᾐτιᾶτο τὸν Ὀνίαν ὡς οὐκ ἀποδιδόντα τοὺς φόρους καὶ ἠπείλει κληρουχήσειν αὐτῶν τὴν γῆν οὐκ ἀπολαβὼν καὶ πέμψειν τοὺς ἐνοικήσοντας στρατιώτας. ἀκούσαντες δὲ τὰ παρὰ τοῦ βασιλέως οἱ Ἰουδαῖοι συνεχύθησαν, τὸν δὲ Ὀνίαν τούτων ἐδυσώπει διὰ τὴν φιλοχρηματίαν οὐδέν. 12.160

Ἰώσηπος δέ τις, νέος μὲν ἔτι τὴν ἡλικίαν, ἐπὶ σεμνότητι δὲ καὶ προνοίᾳ δικαιοσύνης δόξαν ἔχων παρὰ τοῖς Ἱεροσολυμίταις, Τωβίου μὲν πατρός, ἐκ δὲ τῆς Ὀνίου τοῦ ἀρχιερέως ἀδελφῆς γεγονώς, δηλωσάσης αὐτῷ τῆς μητρὸς τὴν τοῦ πρεσβευτοῦ παρουσίαν, ἔτυχεν γὰρ αὐτὸς ἀποδημῶν εἰς Φικόλαν κώμην ἐξ ἧς ὑπῆρχεν, 12.161ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν. 12.162εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων μέρους. 12.163τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν. 12.164φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν Ἰώσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλʼ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου· πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν. 12.165καὶ τὸ μὲν πλῆθος τούτων ἀκοῦσαν εὐχαριστεῖ τῷ Ἰωσήπῳ, καταβὰς δʼ αὐτὸς ἐκ τοῦ ἱεροῦ ξενίᾳ τε ὑποδέχεται τὸν παρὰ τοῦ Πτολεμαίου πεπρεσβευκότα καὶ δωρησάμενος αὐτὸν πολυτελέσι δωρεαῖς καὶ ἐπὶ πολλὰς ἑστιάσας φιλοτίμως ἡμέρας προέπεμψε πρὸς τὸν βασιλέα, φράσας αὐτῷ καὶ αὐτὸς ἀκολουθήσειν· 12.166καὶ γὰρ ἔτι μᾶλλον γεγόνει πρόθυμος πρὸς τὴν ἄφιξιν τὴν παρὰ τὸν βασιλέα τοῦ πρεσβευτοῦ προτρεψαμένου καὶ παρορμήσαντος εἰς Αἴγυπτον ἐλθεῖν καὶ πάντων ὧν ἂν δέηται παρὰ Πτολεμαίου τυχεῖν αὐτὸν ποιήσειν ὑποσχομένου· τὸ γὰρ ἐλευθέριον αὐτοῦ καὶ τὸ σεμνὸν τοῦ ἤθους λίαν ἠγάπησεν. 12.167

Καὶ μὲν πρεσβευτὴς ἐλθὼν εἰς Αἴγυπτον ἀπήγγειλεν τῷ βασιλεῖ τὴν τοῦ Ὀνίου ἀγνωμοσύνην καὶ περὶ τῆς τοῦ Ἰωσήπου χρηστότητος ἐδήλου, καὶ ὅτι μέλλοι πρὸς αὐτὸν ἥξειν παραιτησόμενος τῶν ἁμαρτημάτων τὸ πλῆθος· εἶναι γὰρ αὐτοῦ προστάτην· ἀμέλει τοσαύτῃ περὶ τῶν ἐγκωμίων τῶν περὶ τοῦ νεανίσκου διετέλεσε χρώμενος περιουσίᾳ, ὥστε καὶ τὸν βασιλέα καὶ τὴν γυναῖκα αὐτοῦ Κλεοπάτραν προδιέθηκεν οἰκείως ἔχειν πρὸς τὸν Ἰώσηπον οὔπω παρόντα. 12.168 δὲ Ἰώσηπος διαπέμψας πρὸς τοὺς φίλους εἰς Σαμάρειαν καὶ δανεισάμενος ἀργύριον καὶ τὰ πρὸς τὴν ἀποδημίαν ἑτοιμασάμενος ἐσθῆτάς τε καὶ ἐκπώματα καὶ ὑποζύγια, καὶ ταῦθʼ ὡς περὶ δισμυρίας δραχμὰς παρασκευασάμενος εἰς Ἀλεξάνδρειαν παρεγένετο. 12.169ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν πάντας ἀναβαίνειν τοὺς ἀπὸ τῶν πόλεων τῶν τῆς Συρίας καὶ Φοινίκης πρώτους καὶ τοὺς ἄρχοντας ἐπὶ τὴν τῶν τελῶν ὠνήν· κατʼ ἔτος δὲ αὐτὰ τοῖς δυνατοῖς τῶν ἐν ἑκάστῃ πόλει ἐπίπρασκεν βασιλεύς. 12.170ὁρῶντες οὖν οὗτοι κατὰ τὴν ὁδὸν τὸν Ἰώσηπον ἐχλεύαζον ἐπὶ πενίᾳ καὶ λιτότητι. ὡς δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἀφικόμενος ἐν Μέμφει τὸν Πτολεμαῖον ἤκουσεν ὄντα, ὑπαντησάμενος συνέβαλεν αὐτῷ. 12.171καθεζομένου δὲ τοῦ βασιλέως ἐπʼ ὀχήματος μετὰ τῆς γυναικὸς καὶ μετὰ Ἀθηνίωνος φίλου, οὗτος δʼ ἦν πρεσβεύσας εἰς Ἱεροσόλυμα καὶ παρὰ Ἰωσήπῳ ξενισθείς, θεασάμενος αὐτὸν Ἀθηνίων εὐθὺς ἐποίει τῷ βασιλεῖ γνώριμον, τοῦτον εἶναι λέγων, περὶ οὗ παραγενόμενος ἐξ Ἱεροσολύμων ἀπήγγειλεν, ὡς ἀγαθός τε εἴη καὶ φιλότιμος νεανίσκος. 12.172 δὲ Πτολεμαῖος πρῶτός τε αὐτὸν ἠσπάσατο καὶ δὴ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκάλεσεν καὶ καθεσθέντος ἤρξατο περὶ τῶν Ὀνίᾳ πραττομένων ἐγκαλεῖν. δέσυγγίνωσκε, φησίν, αὐτῷ διὰ τὸ γῆρας· οὐ γὰρ λανθάνει σε πάντως, ὅτι καὶ τοὺς πρεσβύτας καὶ τὰ νήπια τὴν αὐτὴν διάνοιαν ἔχειν συμβέβηκεν. παρὰ δʼ ἡμῶν ἔσται σοι τῶν νέων ἅπαντα, 12.173ὥστε μηδὲν αἰτιᾶσθαι.” ἡσθεὶς δʼ ἐπὶ τῇ χάριτι καὶ τῇ εὐτραπελίᾳ τοῦ νεανίσκου μᾶλλον αὐτὸν ὡς ἤδη καὶ πεπειραμένος ἀγαπᾶν ἤρξατο, ὡς ἔν τε τοῖς βασιλείοις αὐτὸν κελεῦσαι διαιτᾶσθαι καὶ καθʼ ἡμέραν ἐπὶ τῆς ἑστιάσεως τῆς ἰδίας ἔχειν. 12.174γενομένου δʼ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως ἰδόντες οἱ πρῶτοι τῆς Συρίας συγκαθεζόμενον αὐτῷ τὸν Ἰώσηπον ἀηδῶς ἔφερον. 12.175

Ἐνστάσης δὲ τῆς ἡμέρας, καθʼ ἣν ἔμελλεν τὰ τέλη πιπράσκεσθαι τῶν πόλεων, ἠγόραζον οἱ τοῖς ἀξιώμασιν ἐν ταῖς πατρίσιν διαφέροντες. εἰς ὀκτακισχίλια δὲ τάλαντα συναθροιζομένων τῶν τῆς κοίλης Συρίας τελῶν καὶ τῆς Φοινίκης καὶ Ἰουδαίας σὺν τῇ Σαμαρείᾳ, 12.176προσελθὼν Ἰώσηπος τοὺς μὲν ὠνουμένους διέβαλλεν ὡς συνθεμένους ὀλίγην αὐτῷ τιμὴν ὑφίστασθαι τῶν τελῶν, αὐτὸς δὲ διπλασίονα δώσειν ὑπισχνεῖτο καὶ τῶν ἁμαρτόντων εἰς τὸν οἶκον αὐτοῦ τὰς οὐσίας ἀναπέμψειν αὐτῷ· καὶ γὰρ τοῦτο τοῖς τέλεσι συνεπιπράσκετο. 12.177τοῦ δὲ βασιλέως ἡδέως ἀκούσαντος καὶ ὡς αὔξοντι τὴν πρόσοδον αὐτοῦ κατακυροῦν τὴν ὠνὴν τῶν τελῶν ἐκείνῳ φήσαντος, ἐρομένου δὲ εἰ καὶ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, σφόδρʼ ἀστείως ἀπεκρίνατο· “δώσω γὰρ εἶπεν ἀνθρώπους ἀγαθοὺς καὶ καλούς, 12.178οἷς οὐκ ἀπιστήσετε.” λέγειν δὲ τούτους οἵτινες εἶεν εἰπόντος, “αὐτόν, εἶπεν, βασιλεῦ, σέ τε καὶ τὴν γυναῖκα τὴν σὴν ὑπὲρ ἑκατέρου μέρους ἐγγυησομένους δίδωμί σοι.” γελάσας δʼ Πτολεμαῖος συνεχώρησεν αὐτῷ δίχα τῶν ὁμολογούντων ἔχειν τὰ τέλη. 12.179τοῦτο σφόδρα τοὺς ἀπὸ τῶν πόλεων εἰς τὴν Αἴγυπτον ἐλθόντας ἐλύπησεν ὡς παρευδοκιμηθέντας. καὶ οἱ μὲν ἐπανῆκον εἰς τὰς ἰδίας ἕκαστοι πατρίδας μετʼ αἰσχύνης. 12.180

δὲ Ἰώσηπος λαβὼν παρὰ τοῦ βασιλέως πεζῶν μὲν στρατιώτας δισχιλίους, ἠξίωσε γὰρ βοήθειάν τινα λαβεῖν, ἵνα τοὺς ἐν ταῖς πόλεσι καταφρονοῦντας ἔχῃ βιάζεσθαι, καὶ δανεισάμενος ἐν Ἀλεξανδρείᾳ παρὰ τῶν τοῦ βασιλέως φίλων τάλαντα πεντακόσια εἰς Συρίαν ἐξώρμησεν. 12.181γενόμενος δὲ ἐν Ἀσκάλωνι τοὺς φόρους ἀπαιτῶν τοὺς Ἀσκαλωνίτας, ἐπεὶ μηδὲν ἐβούλοντο διδόναι, ἀλλὰ καὶ προσύβριζον αὐτόν, συλλαβὼν αὐτῶν τοὺς πρωτεύοντας ὡς εἴκοσιν ἀπέκτεινε καὶ τὰς οὐσίας αὐτῶν εἰς χίλια τάλαντα ἀθροισθείσας ἔπεμψε τῷ βασιλεῖ, δηλῶν αὐτῷ καὶ τὰ γεγενημένα. 12.182θαυμάσας δʼ αὐτὸν Πτολεμαῖος τοῦ φρονήματος καὶ τῶν πεπραγμένων ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν τι βούλεται. ταῦτʼ ἀκούσαντες οἱ Σύροι κατεπλάγησαν καὶ παράδειγμα τῆς ἀπειθείας χαλεπὸν ἔχοντες τοὺς τῶν Ἀσκαλωνιτῶν ἄνδρας ἀνῃρημένους ἀνοίγοντες τὰς πύλας ἐδέχοντο προθύμως τὸν Ἰώσηπον καὶ τοὺς φόρους ἐτέλουν. 12.183ἐπιχειρούντων δὲ καὶ Σκυθοπολιτῶν ὑβρίζειν αὐτὸν καὶ μὴ παρέχειν τοὺς φόρους αὐτῷ, οὓς μηδὲν ἀμφισβητοῦντες ἐτέλουν, καὶ τούτων ἀποκτείνας τοὺς πρώτους τὰς οὐσίας αὐτῶν ἀπέστειλε τῷ βασιλεῖ. 12.184συναγαγὼν δὲ πολλὰ χρήματα καὶ κέρδη μεγάλα ποιήσας ἐκ τῆς ὠνῆς τῶν τελῶν, εἰς τὸ διαμεῖναι τὴν ὑπάρχουσαν αὐτῷ δύναμιν τοῖς οὖσι κατεχρήσατο, τὴν ἀφορμὴν αὐτῷ καὶ τὴν ὑπόθεσιν τῆς τότε εὐτυχίας τηρεῖν φρόνιμον ἡγούμενος ἐξ αὐτῶν ὧν αὐτὸς ἐκέκτητο· 12.185πολλὰ γὰρ ὑπὸ χεῖρα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ δῶρα ἔπεμπεν καὶ τοῖς φίλοις αὐτῶν καὶ πᾶσιν τοῖς περὶ τὴν αὐλὴν δυνατοῖς ὠνούμενος διὰ τούτων τὴν εὔνοιαν τὴν παρʼ αὐτῶν. 12.186

Ἀπέλαυσε δὲ ταύτης τῆς εὐτυχίας ἐπὶ ἔτη εἴκοσι καὶ δύο, πατὴρ μὲν γενόμενος ἐκ μιᾶς γυναικὸς παίδων ἑπτά, ποιησάμενος δὲ καὶ ἐκ τῆς τοῦ ἀδελφοῦ Σολυμίου θυγατρὸς ἕνα Ὑρκανὸν ὄνομα. 12.187γαμεῖ δὲ ταύτην ἐξ αἰτίας τοιαύτης· τἀδελφῷ ποτε συνελθὼν εἰς Ἀλεξάνδρειαν ἄγοντι καὶ τὴν θυγατέρα γάμων ὥραν ἔχουσαν, ὅπως αὐτὴν συνοικίσῃ τινὶ τῶν ἐπʼ ἀξιώματος Ἰουδαίων, καὶ δειπνῶν παρὰ τῷ βασιλεῖ, ὀρχηστρίδος εἰσελθούσης εἰς τὸ συμπόσιον εὐπρεποῦς ἐρασθεὶς τῷ ἀδελφῷ τοῦτο μηνύει παρακαλῶν αὐτόν, ἐπεὶ καὶ νόμῳ κεκώλυται παρὰ Ἰουδαίοις ἀλλοφύλῳ πλησιάζειν γυναικί, συγκρύψαντα τὸ ἁμάρτημα καὶ διάκονον ἀγαθὸν γενόμενον παρασχεῖν αὐτῷ ὥστʼ ἐκπλῆσαι τὴν ἐπιθυμίαν. 12.188 δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν. δʼ ὑπὸ μέθης ἀγνοήσας τἀληθὲς συνέρχεται τῇ τοῦ ἀδελφοῦ θυγατρί, καὶ τούτου γενομένου πολλάκις ἤρα σφοδρότερον. ἔφη δὲ καὶ πρὸς τὸν ἀδελφόν, ὡς κινδυνεύει τῷ ζῆν ἐρῶν ὀρχηστρίδος, ἧς ἴσως οὐκ ἂν αὐτῷ παραχωρήσειν τὸν βασιλέα. 12.189τοῦ δὲ ἀδελφοῦ μηδὲν ἀγωνιᾶν παρακαλοῦντος, ἀπολαύειν δʼ ἧς ἐρᾷ μετʼ ἀδείας καὶ γυναῖκα ἔχειν αὐτὴν φήσαντος καὶ τἀληθὲς αὐτῷ φανερὸν ποιήσαντος, ὡς ἕλοιτο μᾶλλον τὴν ἰδίαν ὑβρίσαι θυγατέρα περιιδεῖν ἐκεῖνον ἐν αἰσχύνῃ γενόμενον, ἐπαινέσας αὐτὸν Ἰώσηπος τῆς φιλαδελφίας συνῴκησεν αὐτοῦ τῇ θυγατρὶ καὶ παῖδα ἐξ αὐτῆς ἐγέννησεν Ὑρκανόν, ὡς προειρήκαμεν. 12.190ἔτι δὲ ὢν τρισκαίδεκα ἐτῶν οὗτος παῖς νεώτερος ἐπεδείκνυτο τὴν φυσικὴν ἀνδρείαν καὶ σύνεσιν, ὡς ζηλοτυπηθῆναι δεινῶς αὐτὸν ὑπὸ τῶν ἀδελφῶν ὄντα πολὺ κρείττονα καὶ φθονηθῆναι δυνάμενον. 12.191τοῦ δὲ Ἰωσήπου γνῶναι θελήσαντος, τίς αὐτῷ τῶν υἱῶν πρὸς ἀρετὴν εὖ πέφυκεν καὶ καθʼ ἕνα πέμψαντος πρὸς τοὺς παιδεύειν τότε δόξαν ἔχοντας, οἱ λοιποὶ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ, μετὰ δʼ ἐκείνους τὸν νεώτατον Ὑρκανόν, 12.192δοὺς αὐτῷ τριακόσια ζεύγη βοῶν, ἐξέπεμψεν ὁδὸν ἡμερῶν δύο εἰς τὴν ἐρημίαν σπεροῦντα τὴν γῆν ἀποκρύψας τοὺς ζευκτῆρας ἱμάντας. 12.193 δὲ γενόμενος ἐν τῷ τόπῳ καὶ τοὺς ἱμάντας οὐκ ἔχων, τῆς μὲν τῶν βοηλατῶν γνώμης κατηλόγησεν συμβουλευόντων πέμπειν πρὸς τὸν πατέρα κομιοῦντάς τινας τοὺς ἱμάντας, τὸν δὲ καιρὸν ἡγησάμενος μὴ δεῖν ἀπολλύναι περιμένοντα τοὺς ἀποσταλησομένους ἐπενόησέν τι στρατηγικὸν καὶ τῆς ἡλικίας πρεσβύτερον. 12.194κατασφάξας γὰρ δέκα ζεύγη τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμεν, τεμὼν δὲ τὰς δορὰς αὐτῶν καὶ ποιήσας ἱμάντας ἐνέδησεν τούτοις τὰ ζυγά, καὶ τοῦτον τὸν τρόπον σπείρας ἣν πατὴρ αὐτῷ προσέταξε γῆν ὑπέστρεψε πρὸς αὐτόν. 12.195ἐλθόντα δʼ πατὴρ ὑπερηγάπησεν τοῦ φρονήματος, καὶ τὴν ὀξύτητα τῆς διανοίας καὶ τὸ ἐπʼ αὐτῇ τολμηρὸν ἐπαινέσας ὡς μόνον ὄντα γνήσιον ἔτι μᾶλλον ἔστεργεν ἀχθομένων ἐπὶ τούτῳ τῶν ἀδελφῶν. 12.196

Ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κατὰ τοῦτον τὸν καιρὸν υἱὸν τῷ βασιλεῖ Πτολεμαίῳ γεγενῆσθαι, καὶ πάντες οἱ πρῶτοι τῆς Συρίας καὶ τῆς ὑπηκόου χώρας ἑορτάζοντες τὴν γενέσιον ἡμέραν τοῦ παιδίου μετὰ μεγάλης παρασκευῆς εἰς τὴν Ἀλεξάνδρειαν ἐξώρμων, αὐτὸς μὲν ὑπὸ γήρως κατείχετο, τῶν δὲ υἱῶν ἀπεπειρᾶτο εἴ τις αὐτῶν ἀπελθεῖν βούλεται πρὸς τὸν βασιλέα. 12.197τῶν δὲ πρεσβυτέρων παραιτησαμένων καὶ πρὸς τὰς τοιαύτας συνουσίας ἀγροικότερον ἔχειν φησάντων, τὸν δʼ ἀδελφὸν Ὑρκανὸν πέμπειν συμβουλευσάντων, ἡδέως ἀκούσας καλεῖ τὸν Ὑρκανὸν καὶ εἰ δύναται πρὸς τὸν βασιλέα βαδίσαι καὶ πρόθυμός ἐστιν ἀνέκρινεν. 12.198ἐπαγγειλαμένου δὲ πορεύσεσθαι καὶ δεῖσθαι χρημάτων οὐ πολλῶν φήσαντος εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς ὥστε ἀρκέσειν αὐτῷ δραχμὰς μυρίας, ἥσθη τοῦ παιδὸς τῇ σωφροσύνῃ. 12.199διαλιπὼν δὲ ὀλίγον παῖς συνεβούλευε τῷ πατρὶ δῶρα μὲν αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ, δοῦναι δὲ ἐπιστολὴν πρὸς τὸν ἐν Ἀλεξανδρείᾳ οἰκονόμον, ὅπως αὐτῷ παρέχῃ πρὸς ὠνὴν ὧν ἂν εὕρῃ καλλίστων καὶ πολυτελῶν χρήματα. 12.200 δὲ νομίζων δέκα ταλάντων ἔσεσθαι τὴν εἰς τὰς δωρεὰς τῷ βασιλεῖ δαπάνην καὶ τὸν υἱὸν ἐπαινέσας ὡς παραινοῦντα καλῶς, γράφει τῷ οἰκονόμῳ Ἀρίονι, ὃς ἅπαντα τὰ ἐν Ἀλεξανδρείᾳ χρήματα αὐτοῦ διῴκει οὐκ ὄντα ἐλάσσω τρισχιλίων ταλάντων· 12.201 γὰρ Ἰώσηπος τὰ ἀπὸ τῆς Συρίας χρήματα ἔπεμπεν εἰς Ἀλεξάνδρειαν καὶ τῆς προθεσμίας ἐνισταμένης, καθʼ ἣν ἔδει τῷ βασιλεῖ τοὺς φόρους ἀπαριθμεῖν, ἔγραφεν τῷ Ἀρίονι τοῦτο ποιεῖν. 12.202πρὸς οὖν τοῦτον ἀπαιτήσας τὸν πατέρα ἐπιστολήν, λαβὼν εἰς τὴν Ἀλεξάνδρειαν ὥρμησεν. ἐξελθόντος δʼ αὐτοῦ γράφουσιν οἱ ἀδελφοὶ πᾶσι τοῖς τοῦ βασιλέως φίλοις, ἵνʼ αὐτὸν διαφθείρωσιν. 12.203

Ὡς δὲ παραγενόμενος εἰς τὴν Ἀλεξάνδρειαν ἀπέδωκε τῷ Ἀρίονι τὴν ἐπιστολήν, ἐπερωτήσαντος αὐτοῦ, πόσα βούλεται τάλαντα λαβεῖν, ἤλπισε δʼ αὐτὸν αἰτήσειν δέκα βραχεῖ τούτων πλέον, εἰπόντος χιλίων χρῄζειν ὀργισθεὶς ἐπέπληττεν αὐτῷ ὡς ἀσώτως ζῆν διεγνωκότι, καὶ πῶς πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου καὶ μιμητὴν αὐτὸν ἠξίου γενέσθαι τοῦ γεγεννηκότος· δώσειν δʼ οὐδὲν πλέον ταλάντων δέκα καὶ ταῦτα εἰς δωρεὰς τῷ βασιλεῖ. 12.204παροξυνθεὶς δʼ παῖς εἰς δεσμὰ τὸν Ἀρίονα ἐνέβαλεν. τῆς δὲ τοῦ Ἀρίονος γυναικὸς τοῦτο δηλωσάσης τῇ Κλεοπάτρᾳ καὶ δεηθείσης, ὅπως ἐπιπλήξῃ τῷ παιδί, σφόδρα γὰρ ἦν Ἀρίων ἐν τιμῇ παρʼ αὐτῇ, φανερὸν τῷ βασιλεῖ τοῦτο ἐποίησεν Κλεοπάτρα. 12.205 δὲ Πτολεμαῖος πέμψας πρὸς τὸν Ὑρκανὸν θαυμάζειν ἔλεγεν, πῶς ἀποσταλεὶς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς οὔτε ὀφθείη αὐτῷ καὶ προσέτι δήσειεν τὸν οἰκονόμον· 12.206ἐλθόντα οὖν τὴν αἰτίαν αὐτῷ μηνύειν ἐκέλευσεν. τὸν δέ φασιν ἀποκρίνασθαι τῷ παρὰ τοῦ βασιλέως λέγειν αὐτῷ, ὅτι νόμος ἐστὶ παρʼ αὐτῷ κωλύων τὸν γεννηθέντα γεύσασθαι θυσιῶν, πρὶν εἰς τὸ ἱερὸν ἔλθῃ καὶ θύσῃ τῷ θεῷ· κατὰ δὴ τοῦτον τὸν λογισμὸν οὐδʼ αὐτὸς ἐλθεῖν πρὸς αὐτὸν περιμένων τὰ δῶρα κομίσαι τοῦ πατρὸς εὐεργέτῃ γεγενημένῳ. 12.207τὸν δὲ δοῦλον κολάσαι παρακούσαντα ὧν προσέταξεν· διαφέρειν γὰρ οὐδὲν μικρὸν εἶναί τινα δεσπότην μέγαν· ἂν οὖν μὴ κολάζωμεν τοὺς τοιούτους, καὶ σὺ προσδόκα ὑπὸ τῶν ἀρχομένων καταφρονηθήσεσθαι.” ταῦτʼ ἀκούσας Πτολεμαῖος εἰς γέλωτα ἐτράπη καὶ τὴν μεγαλοφροσύνην τοῦ παιδὸς ἐθαύμασεν. 12.208

Μαθὼν δὲ Ἀρίων, ὅτι τοῦτον βασιλεὺς διετέθη τὸν τρόπον καὶ μηδεμία βοήθειά ἐστιν αὐτῷ, δοὺς τὰ χίλια τάλαντα τῷ παιδὶ τῶν δεσμῶν ἀπελύθη. καὶ τρεῖς διαλιπὼν ἡμέρας Ὑρκανὸς ἠσπάσατο τοὺς βασιλέας. 12.209οἱ δὲ ἀσμένως αὐτὸν εἶδον καὶ φιλοφρόνως εἱστίασαν διὰ τὴν πρὸς τὸν πατέρα τιμήν. λάθρα δὲ πρὸς τοὺς ἐμπόρους ἀπελθὼν ὠνεῖται παρʼ αὐτῶν παῖδας μὲν ἑκατὸν γράμματα ἐπισταμένους καὶ ἀκμαιοτάτους, ἑνὸς ἕκαστον ταλάντου, ἑκατὸν δὲ παρθένους τῆς αὐτῆς τιμῆς ἑκάστην. 12.210κληθεὶς δʼ ἐφʼ ἑστίασιν πρὸς τὸν βασιλέα μετὰ τῶν πρώτων τῆς χώρας ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν ὑπὸ τῶν τοὺς τόπους κατὰ τὴν ἀξίαν διανεμόντων. 12.211τῶν δὲ συγκατακειμένων πάντων τῶν μερῶν τὰ ὀστᾶ, ἀφῄρουν γὰρ αὐτοὶ τὰς σάρκας, σωρευόντων ἔμπροσθεν τοῦ Ὑρκανοῦ, ὡς πληρῶσαι τὴν παρακειμένην αὐτῷ τράπεζαν, 12.212Τρύφων ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἀπεδέδεικτο, παρακαλεσάντων αὐτὸν τῶν κατακειμένων τῇ τραπέζῃ παρεστὼς τῷ βασιλεῖ, “ὁρᾷς, εἶπεν, δέσποτα, τὰ παρακείμενα Ὑρκανῷ ὀστᾶ; ἐκ τούτου στόχασαι, ὅτι καὶ πατὴρ αὐτοῦ τὴν Συρίαν ἅπασαν 12.213περιέδυσεν ὡς οὗτος ταῦτα τῶν σαρκῶν ἐγύμνωσεν.” γελάσαντος δὲ πρὸς τὸν τοῦ Τρύφωνος λόγον τοῦ βασιλέως καὶ ἐρομένου τὸν Ὑρκανόν, ὅτι τοσαῦτʼ αὐτῷ παράκειται ὀστᾶ, “εἰκότως, εἶπεν, δέσποτα· τοὺς μὲν γὰρ κύνας τὰ ὀστᾶ σὺν τοῖς κρέασιν κατεσθίειν, ὥσπερ οὗτοιπρὸς τοὺς κατακειμένους ἐπιβλέπων, ὅτι μηθὲν ἔμπροσθεν αὐτῶν ἔκειτο, “οἱ δὲ ἄνθρωποι τὸ κρέας ἐσθίουσιν, τὰ δʼ ὀστᾶ ῥίπτουσιν, 12.214ὅπερ ἄνθρωπος ὢν κἀγὼ νῦν πεποίηκα.” δὲ βασιλεὺς θαυμάζει τὴν ἀπόκρισιν αὐτοῦ σοφὴν οὕτως γενομένην καὶ πάντας ἐκέλευσεν ἀνακροτῆσαι τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν. 12.215τῇ δʼ ἐπιούσῃ πρὸς ἕκαστον τῶν τοῦ βασιλέως φίλων πορευόμενος καὶ τῶν περὶ τὴν αὐλὴν δυνατῶν τοὺς μὲν ἠσπάζετο, παρὰ δὲ τῶν οἰκετῶν ἀπεπυνθάνετο, τί μέλλουσιν διδόναι τῷ βασιλεῖ δῶρον ἐν τῇ τοῦ παιδὸς αὐτοῦ γενεσίῳ. 12.216τῶν δὲ ἀνὰ δέκα τάλαντα μέλλειν διδόναι φησάντων τοὺς μέν, τοὺς δὲ ἐν ἀξίᾳ κατὰ τὸ μέγεθος τῆς οὐσίας ἕκαστον αὐτῶν, ὑπεκρίνετο λυπεῖσθαι διὰ τὸ μὴ δύνασθαι τοιαύτην προσενεγκεῖν δωρεάν· πλέον γὰρ πέντε ταλάντων οὐκ ἔχειν. οἱ δὲ θεράποντες ταῦτʼ ἀκούσαντες ἀπήγγελλον τοῖς δεσπόταις. 12.217χαιρόντων δʼ αὐτῶν ὡς καταγνωσθησομένου τοῦ Ἰωσήπου καὶ προσκρούσοντος τῷ βασιλεῖ διὰ τὴν βραχύτητα τῆς δωρεᾶς, ἐνστάσης τῆς ἡμέρας οἱ μὲν ἄλλοι προσέφερον τῷ βασιλεῖ ταλάντων οἱ λίαν μεγαλοδωρεῖσθαι νομίζοντες οὐ πλεῖον εἴκοσι, δʼ Ὑρκανὸς οὓς ὠνήσατο παῖδας ἑκατὸν καὶ παρθένους τοσαύτας ἀνὰ τάλαντον ἑκάστῳ φέρειν δοὺς προσήγαγεν τοὺς μὲν τῷ βασιλεῖ, τὰς δὲ τῇ Κλεοπάτρᾳ. 12.218πάντων δὲ θαυμασάντων τὴν παρʼ ἐλπίδα τῶν δώρων πολυτέλειαν καὶ τῶν βασιλέων αὐτῶν, καὶ τοῖς φίλοις ἔτι καὶ τοῖς περὶ τὴν θεραπείαν τοῦ βασιλέως οὖσιν πολλῶν ἄξια ταλάντων δῶρα ἔδωκεν, ὡς διαφυγεῖν τὸν ἐξ αὐτῶν κίνδυνον· τούτοις γὰρ ἐγεγράφεισαν αὐτοῦ οἱ ἀδελφοὶ διαχρήσασθαι τὸν Ὑρκανόν. 12.219Πτολεμαῖος δὲ τὴν μεγαλοψυχίαν ἀγασάμενος τοῦ μειρακίου προσέταξεν αὐτῷ δωρεὰν ἣν βούλεται λαμβάνειν. δʼ οὐδὲν πλέον ἠξίωσεν αὐτῷ γενέσθαι παρʼ αὐτοῦ γράψαι τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περὶ αὐτοῦ. 12.220τιμήσας οὖν αὐτὸν φιλοτιμότατα καὶ δωρεὰς δοὺς λαμπρὰς καὶ τῷ τε πατρὶ γράψας καὶ τοῖς ἀδελφοῖς καὶ πᾶσι τοῖς ἡγεμόσιν αὐτοῦ καὶ ἐπιτρόποις ἐξέπεμψεν. 12.221ἀκούσαντες δὲ οἱ ἀδελφοὶ τούτων τετυχηκότα τὸν Ὑρκανὸν παρὰ τοῦ βασιλέως καὶ μετὰ μεγάλης ἐπανερχόμενον τιμῆς, ἐξῆλθον ὑπαντησόμενοι καὶ διαφθεροῦντες αὐτὸν καὶ τοῦ πατρὸς εἰδότος· ὀργιζόμενος γὰρ αὐτῷ ἕνεκεν τῶν εἰς τὰς δωρεὰς χρημάτων οὐκ ἐφρόντιζεν τῆς σωτηρίας αὐτοῦ. τὴν ὀργὴν μέντοι τὴν πρὸς τὸν υἱὸν Ἰώσηπος ἀπεκρύπτετο φοβούμενος τὸν βασιλέα. 12.222συμβαλόντων δʼ αὐτῷ τῶν ἀδελφῶν εἰς μάχην ἄλλους τε τῶν σὺν αὐτοῖς πολλοὺς ἀπέκτεινεν καὶ δύο τῶν ἀδελφῶν, οἱ δὲ λοιποὶ διεσώθησαν εἰς Ἱεροσόλυμα πρὸς τὸν πατέρα. παραγενόμενον δʼ αὐτὸν εἰς τὴν πόλιν ἐπεὶ μηδεὶς ἐδέχετο, δείσας ἀνεχώρησεν εἰς τὴν πέραν τοῦ Ἰορδάνου ποταμοῦ κἀκεῖ διέτριβεν φορολογῶν τοὺς βαρβάρους. 12.223

Ἐβασίλευσεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν τῆς Ἀσίας Σέλευκος Σωτὴρ ἐπικαλούμενος υἱὸς ὢν Ἀντιόχου τοῦ μεγάλου. 12.224τελευτᾷ δὲ καὶ τοῦ Ὑρκανοῦ πατὴρ Ἰώσηπος ἀνὴρ ἀγαθὸς γενόμενος καὶ μεγαλόφρων, καὶ τὸν τῶν Ἰουδαίων λαὸν ἐκ πτωχείας καὶ πραγμάτων ἀσθενῶν εἰς λαμπροτέρας ἀφορμὰς τοῦ βίου καταστήσας, εἴκοσι ἔτη καὶ δύο τὰ τέλη τῆς Συρίας καὶ τῆς Φοινίκης καὶ Σαμαρείας κατασχών. ἀπέθανεν δὲ καὶ θεῖος αὐτοῦ Ὀνίας τὴν ἀρχιερωσύνην Σίμωνι τῷ παιδὶ καταλιπών. 12.225

Τελευτήσαντος δὲ καὶ τούτου υἱὸς αὐτοῦ διάδοχος τῆς τιμῆς Ὀνίας γίνεται, πρὸς ὃν Λακεδαιμονίων βασιλεὺς Ἄρειος πρεσβείαν τε ἔπεμψεν καὶ ἐπιστολάς, ὧν τὸ ἀντίγραφόν ἐστι τοιοῦτο· “βασιλεὺς Λακεδαιμονίων Ἄρειος Ὀνίᾳ χαίρειν. 12.226ἐντυχόντες γραφῇ τινι εὕρομεν, ὡς ἐξ ἑνὸς εἶεν γένους Ἰουδαῖοι καὶ Λακεδαιμόνιοι καὶ ἐκ τῆς πρὸς Ἄβραμον οἰκειότητος. δίκαιον οὖν ἐστιν ἀδελφοὺς ὑμᾶς ὄντας διαπέμπεσθαι πρὸς ἡμᾶς περὶ ὧν ἂν βούλησθε. 12.227ποιήσομεν δὲ καὶ ἡμεῖς τοῦτο, καὶ τά τε ὑμέτερα ἴδια νομιοῦμεν καὶ τὰ αὑτῶν κοινὰ πρὸς ὑμᾶς ἕξομεν. Δημοτέλης φέρων τὰ γράμματα διαπέμπει τὰς ἐπιστολάς. τὰ γεγραμμένα ἐστὶν τετράγωνα· σφραγίς ἐστιν ἀετὸς δράκοντος ἐπειλημμένος.” 12.228

μὲν οὖν ἐπιστολὴ πεμφθεῖσα ὑπὸ τοῦ Λακεδαιμονίων βασιλέως τοῦτον περιεῖχε τὸν τρόπον. ἀποθανόντος δὲ Ἰωσήπου τὸν λαὸν συνέβη στασιάσαι διὰ τοὺς παῖδας αὐτοῦ. τῶν γὰρ πρεσβυτέρων πόλεμον ἐξενεγκαμένων πρὸς Ὑρκανόν, ὃς ἦν νεώτατος τῶν Ἰωσήπου τέκνων, διέστη τὸ πλῆθος. 12.229καὶ οἱ μὲν πλείους τοῖς πρεσβυτέροις συνεμάχουν καὶ ἀρχιερεὺς Σίμων διὰ τὴν συγγένειαν· δὲ Ὑρκανὸς ἐπανελθεῖν μὲν οὐκέτι ἔγνω εἰς Ἱεροσόλυμα, προσκαθίσας δὲ τοῖς πέραν τοῦ Ἰορδάνου συνεχῶς ἐπολέμει τοὺς Ἄραβας, ὡς πολλοὺς αὐτῶν καὶ ἀποκτεῖναι καὶ λαβεῖν αἰχμαλώτους. 12.230ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δʼ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν. 12.231ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν. ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δʼ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν. 12.232τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα διʼ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν· καὶ ταῦτʼ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν. 12.233προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι. καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος. 12.234ἦρξε δʼ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν. ἀποθανόντος δὲ τούτου μετʼ αὐτὸν ἀδελφὸς Ἀντίοχος κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν. 12.235τελευτᾷ δὲ καὶ Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ νεώτερος. 12.236Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπʼ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δʼ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει. 12.237

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἀποθανόντος καὶ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ τὴν ἀρχιερωσύνην Ἀντίοχος δίδωσιν· γὰρ παῖς, ὃν Ὀνίας καταλελοίπει, ἔτι νήπιος ἦν. δηλώσομεν δὲ τὰ περὶ τοῦ παιδὸς τούτου κατὰ χώραν ἕκαστα. 12.238Ἰησοῦς δέ, οὗτος γὰρ ἦν τοῦ Ὀνίου ἀδελφός, τὴν ἀρχιερωσύνην ἀφῃρέθη προσοργισθέντος αὐτῷ τοῦ βασιλέως καὶ δόντος αὐτὴν τῷ νεωτάτῳ αὐτοῦ ἀδελφῷ Ὀνίᾳ τοὔνομα. Σίμωνι γὰρ οὗτοι τρεῖς ἐγένοντο παῖδες, καὶ εἰς τοὺς τρεῖς ἧκεν ἀρχιερωσύνη, καθὼς δεδηλώκαμεν. 12.239 μὲν οὖν Ἰησοῦς Ἰάσονα αὑτὸν μετωνόμασεν, δὲ Ὀνίας ἐκλήθη Μενέλαος. στασιάσαντος οὖν τοῦ προτέρου ἀρχιερέως Ἰησοῦ πρὸς τὸν μετὰ ταῦτα κατασταθέντα Μενέλαον καὶ τοῦ πλήθους διανεμηθέντος εἰς ἑκατέρους, ἐκ τῆς Μενελάου μοίρας οἱ Τωβίου παῖδες ἐγένοντο, 12.240τὸ δὲ πλέον τοῦ λαοῦ τῷ Ἰάσονι συνελάμβανεν, ὑφʼ οὗ καὶ πονούμενοι τε Μενέλαος καὶ οἱ παῖδες οἱ τοῦ Τωβίου πρὸς Ἀντίοχον ἀνεχώρησαν δηλοῦντες αὐτῷ, ὅτι βούλονται τοὺς πατρίους νόμους καταλιπόντες καὶ τὴν κατʼ αὐτοὺς πολιτείαν ἕπεσθαι τοῖς βασιλικοῖς καὶ τὴν Ἑλληνικὴν πολιτείαν ἔχειν. 12.241παρεκάλεσαν οὖν αὐτὸν ἐπιτρέψαι αὐτοῖς οἰκοδομῆσαι γυμνάσιον ἐν Ἱεροσολύμοις. συγχωρήσαντος δὲ καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν, ὡς ἂν εἶεν καὶ τὰ περὶ τὴν ἀπόδυσιν Ἕλληνες, τά τε ἄλλα πάνθʼ ὅσα ἦν αὐτοῖς πάτρια παρέντες ἐμιμοῦντο τὰ τῶν ἄλλων ἐθνῶν ἔργα. 12.242

Ἀντίοχος δὲ τῆς βασιλείας αὐτῷ χωρούσης κατὰ τρόπον ἐπὶ τὴν Αἴγυπτον διέγνω στρατεύσασθαι, πόθον αὐτῆς λαβὼν καὶ διὰ τὸ τῶν Πτολεμαίου παίδων καταφρονεῖν ἀσθενῶν ἔτι τυγχανόντων καὶ μηδέπω πράγματα τηλικαῦτα διέπειν δυναμένων. 12.243γενόμενος οὖν μετὰ πολλῆς δυνάμεως κατὰ τὸ Πηλούσιον καὶ δόλῳ τὸν Φιλομήτορα Πτολεμαῖον ἐκπεριελθὼν καταλαμβάνει τὴν Αἴγυπτον, καὶ γενόμενος ἐν τοῖς περὶ Μέμφιν τόποις καὶ κατασχὼν ταύτην ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ὡς πολιορκίᾳ παραστησόμενος αὐτὴν καὶ τὸν ἐκεῖ βασιλεύοντα χειρωσόμενος Πτολεμαῖον. 12.244ἀπεκρούσθη δʼ οὐ τῆς Ἀλεξανδρείας μόνον, ἀλλὰ καὶ τῆς ὅλης Αἰγύπτου, Ῥωμαίων αὐτῷ παραγγειλάντων ἀπέχεσθαι τῆς χώρας, καθὼς ἤδη που καὶ πρότερον ἐν ἄλλοις δεδηλώκαμεν. 12.245διηγήσομαι δὲ κατὰ μέρος τὰ περὶ τοῦτον τὸν βασιλέα, ὡς τήν τε Ἰουδαίαν ἐχειρώσατο καὶ τὸν ναόν· ἐν γὰρ τῇ πρώτῃ μου πραγματείᾳ κεφαλαιωδῶς αὐτῶν ἐπιμνησθεὶς ἀναγκαῖον ἡγησάμην νῦν εἰς τὴν ἐπʼ ἀκριβὲς αὐτῶν ἐπανελθεῖν ὑφήγησιν. 12.246

Ὑποστρέψας ἀπὸ τῆς Αἰγύπτου διὰ τὸ παρὰ Ῥωμαίων δέος βασιλεὺς Ἀντίοχος ἐπὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἐξεστράτευσεν, καὶ γενόμενος ἐν αὐτῇ ἔτει ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ μετὰ τοὺς ἀπὸ Σελεύκου βασιλεῖς ἀμαχητὶ λαμβάνει τὴν πόλιν ἀνοιξάντων αὐτῷ τὰς πύλας ὅσοι τῆς ἐκείνου προαιρέσεως ἦσαν. 12.247ἐγκρατὴς δʼ οὕτως τῶν Ἱεροσολύμων γενόμενος πολλοὺς ἀπέκτεινεν τῶν τἀναντία φρονούντων καὶ χρήματα πολλὰ συλήσας ὑπέστρεψεν εἰς Ἀντιόχειαν. 12.248

Συνέβη δὲ μετὰ ἔτη δύο τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ πέμπτῳ ἔτει μηνὸς πέμπτῃ καὶ εἰκάδι, ὃς καλεῖται κατὰ μὲν ἡμᾶς Ἐξελέους, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος, ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ μετὰ πολλῆς δυνάμεως ἀναβῆναι τὸν βασιλέα εἰς Ἱεροσόλυμα καὶ προσποιησάμενον εἰρήνην ἀπάτῃ περιγενέσθαι τῆς πόλεως. 12.249ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλʼ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι. 12.250περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι λυχνίας χρυσᾶς καὶ βωμὸν χρύσεον καὶ τράπεζαν καὶ τὰ θυσιαστήρια, καὶ μηδὲ τῶν καταπετασμάτων ἀποσχόμενος, ἅπερ ἦν ἐκ βύσσου καὶ κόκκου πεποιημένα, κενώσας δὲ καὶ τοὺς θησαυροὺς τοὺς ἀποκρύφους καὶ μηδὲν ὅλως ὑπολιπών, εἰς μέγα τοὺς Ἰουδαίους ἐπὶ τούτοις πένθος ἐνέβαλεν. 12.251καὶ γὰρ τὰς καθημερινὰς θυσίας, ἃς προσέφερον τῷ θεῷ κατὰ τὸν νόμον, ἐκώλυσεν αὐτοὺς προσφέρειν, καὶ διαρπάσας πᾶσαν τὴν πόλιν τοὺς μὲν ἀπέκτεινεν τοὺς δʼ αἰχμαλώτους γυναιξὶν ἅμα καὶ τέκνοις ἔλαβεν, ὡς τῶν ζωγρηθέντων περὶ μυρίους γενέσθαι τὸ πλῆθος. 12.252ἐνέπρησε δʼ αὐτῆς τὰ κάλλιστα καὶ καταβαλὼν τὰ τείχη τὴν ἐν τῇ κάτω πόλει ᾠκοδόμησεν ἄκραν· ἦν γὰρ ὑψηλὴ καὶ ὑπερκειμένη τὸ ἱερόν· καὶ διὰ τοῦτο αὐτὴν ὀχυρώσας τείχεσιν ὑψηλοῖς καὶ πύργοις φρουρὰν Μακεδονικὴν ἐγκατέστησεν. ἔμενον δʼ οὐδὲν ἧττον ἐν τῇ ἄκρᾳ καὶ τοῦ πλήθους οἱ ἀσεβεῖς καὶ πονηροὶ τὸν τρόπον, ὑφʼ ὧν πολλὰ καὶ δεινὰ τοὺς πολίτας συνέβη παθεῖν. 12.253ἐποικοδομήσας δὲ καὶ τῷ θυσιαστηρίῳ βωμὸν βασιλεὺς σύας ἐπʼ αὐτοῦ κατέσφαξε, θυσίαν οὐ νόμιμον οὐδὲ πάτριον τῇ Ἰουδαίων θρησκείᾳ ταύτην ἐπιτελῶν. ἠνάγκασε δʼ αὐτοὺς ἀφεμένους τὴν περὶ τὸν αὐτῶν θεὸν θρησκείαν τοὺς ὑπʼ αὐτοῦ νομιζομένους σέβεσθαι, οἰκοδομήσαντας δὲ ἐν ἑκάστῃ πόλει καὶ κώμῃ τεμένη αὐτῶν καὶ βωμοὺς καθιδρύσαντας θύειν ἐπʼ αὐτοῖς σῦς καθʼ ἡμέραν. 12.254ἐκέλευσε δὲ καὶ μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, κολάσειν ἀπειλήσας εἴ τις παρὰ ταῦτα ποιῶν εὑρεθείη. κατέστησε δὲ καὶ ἐπισκόπους, οἳ προσαναγκάσουσιν αὐτοὺς τὰ ἐπεσταλμένα ποιεῖν. 12.255καὶ πολλοὶ μὲν τῶν Ἰουδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ διʼ εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον. 12.256καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες. ἠφανίζετο δʼ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρʼ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο. 12.257

Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ἰουδαίους οὐκέθʼ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν· καὶ γάρ εἰσιν τούτων ἄποικοι. 12.258πέμψαντες οὖν πρὸς τὸν Ἀντίοχον πρέσβεις καὶ ἐπιστολὴν ἐδήλουν τὰ ὑπογεγραμμένα· “βασιλεῖ Ἀντιόχῳ θεῷ ἐπιφανεῖ ὑπόμνημα παρὰ τῶν ἐν Σικίμοις Σιδωνίων. 12.259οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ἰουδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπʼ αὐτοῦ τὰς καθηκούσας θυσίας. 12.260σοῦ δὲ τοῖς Ἰουδαίοις τῆς πονηρίας αὐτῶν ἀξίως χρησαμένου, οἱ τὰ βασιλικὰ διοικοῦντες οἰόμενοι κατὰ συγγένειαν ἡμᾶς ταὐτὰ ποιεῖν ἐκείνοις ταῖς ὁμοίαις αἰτίαις περιάπτουσιν, ὄντων ἡμῶν τὸ ἀνέκαθεν Σιδωνίων, καὶ τοῦτο φανερόν ἐστιν ἐκ τῶν πολιτικῶν ἀναγραφῶν. 12.261ἀξιοῦμεν οὖν σε τὸν εὐεργέτην καὶ σωτῆρα προστάξαι Ἀπολλωνίῳ τῷ μεριδάρχῃ καὶ Νικάνορι τῷ τὰ βασιλικὰ πράττοντι μηδὲν ἡμῖν ἐνοχλεῖν προσάπτουσι τὰς τῶν Ἰουδαίων αἰτίας, ἡμῶν καὶ τῷ γένει καὶ τοῖς ἔθεσιν ἀλλοτρίων ὑπαρχόντων, προσαγορευθῆναι δὲ τὸ ἀνώνυμον ἱερὸν Διὸς Ἑλληνίου· γενομένου γὰρ τούτου παυσόμεθα μὲν ἐνοχλούμενοι, τοῖς δʼ ἔργοις μετὰ ἀδείας 12.262προσανέχοντες μείζονάς σοι ποιήσομεν τὰς προσόδους.” ταῦτα τῶν Σαμαρέων δεηθέντων ἀντέγραψεν αὐτοῖς βασιλεὺς τάδε· “βασιλεὺς Ἀντίοχος Νικάνορι. οἱ ἐν Σικίμοις Σιδώνιοι ἐπέδωκαν τὸ κατακεχωρισμένον ὑπόμνημα. 12.263ἐπεὶ οὖν συμβουλευομένοις ἡμῖν μετὰ τῶν φίλων παρέστησαν οἱ πεμφθέντες ὑπʼ αὐτῶν, ὅτι μηδὲν τοῖς τῶν Ἰουδαίων ἐγκλήμασι προσήκουσιν, ἀλλὰ τοῖς Ἑλληνικοῖς ἔθεσιν αἱροῦνται χρώμενοι ζῆν, ἀπολύομέν τε αὐτοὺς τῶν αἰτιῶν, καὶ τὸ παρʼ αὐτοῖς ἱερόν, καθάπερ ἠξιώκασι, προσαγορευθήτω Διὸς Ἑλληνίου.” 12.264 ταῦτα δὲ καὶ Ἀπολλωνίῳ τῷ μεριδάρχῃ ἐπέστειλεν ἕκτῳ ἔτει καὶ τεσσαρακοστῷ μηνὸς Ἑκατομβαιῶνος Ὑρκανίου ὀκτωκαιδεκάτῃ. 12.265

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἦν τις οἰκῶν ἐν Μωδαῒ κώμῃ τῆς Ἰουδαίας, ὄνομα Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεῶνος τοῦ Ἀσαμωναίου, ἱερεὺς ἐξ ἐφημερίδος Ἰώαβος, Ἱεροσολυμίτης. 12.266ἦσαν δʼ αὐτῷ υἱοὶ πέντε, Ἰωάννης καλούμενος Γάδδης καὶ Σίμων κληθεὶς Θάτις καὶ Ἰούδας καλούμενος Μακαβαῖος καὶ Ἐλεάζαρος κληθεὶς Αὐρὰν καὶ Ἰωνάθης κληθεὶς Ἀφφοῦς. 12.267οὗτος οὖν Ματταθίας ἀπωδύρετο τοῖς τέκνοις τὴν κατάστασιν τῶν πραγμάτων καὶ τήν τε τῆς πόλεως διαρπαγὴν καὶ τοῦ ναοῦ τὴν σύλησιν καὶ τοῦ πλήθους τὰς συμφοράς, ἔλεγέν τε κρεῖττον αὐτοῖς εἶναι ὑπὲρ τῶν πατρίων νόμων ἀποθανεῖν ζῆν οὕτως ἀσεβῶς. 12.268

Ἐλθόντων δὲ εἰς τὴν Μωδαῒν κώμην τῶν ὑπὸ τοῦ βασιλέως καθεσταμένων ἐπὶ τῷ ποιεῖν ἀναγκάζειν τοὺς Ἰουδαίους διετέτακτο καὶ θύειν τοὺς ἐκεῖ κελευόντων, ὡς βασιλεὺς κελεύσειεν, διά τε τὴν δόξαν τήν τε διὰ τὰ ἄλλα καὶ διὰ τὴν εὐπαιδίαν ἀξιούντων τὸν Ματταθίαν προκατάρχειν τῶν θυσιῶν, 12.269κατακολουθήσειν γὰρ αὐτῷ καὶ τοὺς πολίτας, καὶ διὰ τοῦτο τιμηθήσεσθαι πρὸς τοῦ βασιλέως, Ματταθίας οὐκ ἔφασκεν ποιήσειν, οὐδʼ εἰ τὰ πάντα ἔθνη τοῖς Ἀντιόχου προστάγμασιν διὰ φόβον διʼ εὐαρέστησιν ὑπακούει, πεισθήσεσθαί ποτʼ αὐτὸς μετὰ τῶν τέκνων τὴν πάτριον θρησκείαν ἐγκαταλιπεῖν. 12.270ὡς δὲ σιωπήσαντος αὐτοῦ προσελθών τις τῶν Ἰουδαίων ἔθυσεν εἰς μέσον καθʼ προσέταξεν Ἀντίοχος, θυμωθεὶς Ματταθίας ὥρμησεν ἐπʼ αὐτὸν μετὰ τῶν παίδων ἐχόντων κοπίδας καὶ αὐτόν τε ἐκεῖνον διέφθειρεν καὶ τὸν στρατηγὸν τοῦ βασιλέως Ἀπελλῆν, ὃς ἐπηνάγκαζεν, διεχρήσατο μετʼ ὀλίγων στρατιωτῶν, 12.271καὶ τὸν βωμὸν καθελὼν ἀνέκραγεν, “εἴ τις ζηλωτής ἐστιν τῶν πατρίων ἐθῶν καὶ τῆς τοῦ θεοῦ θρησκείας, ἑπέσθω, φησίν, ἐμοί,” καὶ ταῦτʼ εἰπὼν μετὰ τῶν τέκνων εἰς τὴν ἔρημον ἐξώρμησεν καταλιπὼν ἅπασαν τὴν αὐτοῦ κτῆσιν ἐν τῇ κώμῃ. 12.272τὸ δʼ αὐτὸ καὶ ἄλλοι ποιήσαντες μετὰ τέκνων καὶ γυναικῶν ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν τοῖς σπηλαίοις διῆγον. ἀκούσαντες δὲ ταῦθʼ οἱ τοῦ βασιλέως στρατηγοὶ καὶ τὴν δύναμιν ὅσην εἶναι συνέβαινεν ἐν τῇ ἀκροπόλει τῶν Ἱεροσολύμων ἀναλαβόντες ἐδίωξαν εἰς τὴν ἔρημον τοὺς Ἰουδαίους. 12.273καὶ καταλαβόντες τὸ μὲν πρῶτον αὐτοὺς ἐπεχείρουν πείθειν μετανοήσαντας αἱρεῖσθαι τὰ συμφέροντα καὶ μὴ προσάγειν αὐτοῖς ἀνάγκην, ὥστʼ αὐτοῖς χρήσασθαι πολέμου νόμῳ· 12.274μὴ προσδεχομένων δὲ τοὺς λόγους, ἀλλὰ τἀναντία φρονούντων, συμβάλλουσιν αὐτοῖς εἰς μάχην σαββάτων ἡμέρᾳ, καὶ ὡς εἶχον οὕτως ἐν τοῖς σπηλαίοις αὐτοὺς κατέφλεξαν οὐδὲ ἀμυνομένους ἀλλʼ οὐδὲ τὰς εἰσόδους ἐμφράξαντας· τοῦ δὲ ἀμύνασθαι διὰ τὴν ἡμέραν ἀπέσχοντο μηδʼ ἐν κακοῖς παραβῆναι τὴν τοῦ σαββάτου τιμὴν θελήσαντες· ἀργεῖν γὰρ ἡμῖν ἐν αὐτῇ νόμιμόν ἐστιν. 12.275ἀπέθανον μὲν οὖν σὺν γυναιξὶ καὶ τέκνοις ἐμπνιγέντες τοῖς σπηλαίοις ὡσεὶ χίλιοι, πολλοὶ δὲ καὶ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο κἀκεῖνον ἄρχοντα ἀπέδειξαν. 12.276 δὲ καὶ σαββάτοις αὐτοὺς ἐδίδαξε μάχεσθαι λέγων, ὡς εἰ μὴ ποιήσουσι τοῦτο φυλαττόμενοι τὸ νόμιμον, αὐτοῖς ἔσονται πολέμιοι, τῶν μὲν ἐχθρῶν κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς προσβαλλόντων, αὐτῶν δʼ οὐκ ἀμυνομένων, κωλύσειν τε μηδὲν οὕτως ἀμαχητὶ πάντας ἀπολέσθαι. 12.277ταῦτʼ εἰπὼν ἔπεισεν αὐτούς, καὶ ἄχρι δεῦρο μένει παρʼ ἡμῖν τὸ καὶ σαββάτοις, εἴ ποτε δεήσειεν, μάχεσθαι. 12.278ποιήσας οὖν δύναμιν πολλὴν περὶ αὐτὸν Ματταθίας τούς τε βωμοὺς καθεῖλεν καὶ τοὺς ἐξαμαρτάνοντας ἀπέκτεινεν, ὅσους λαβεῖν ὑποχειρίους ἠδυνήθη· πολλοὶ γὰρ διʼ εὐλάβειαν διεσπάρησαν εἰς τὰ πέριξ ἔθνη· τῶν τε παίδων τοὺς οὐ περιτετμημένους ἐκέλευσε περιτέμνεσθαι τοὺς ἐπὶ τῷ κωλύειν καθεσταμένους ἐκβαλών. 12.279

Ἄρξας δʼ ἐνιαυτὸν καὶ καταπεσὼν εἰς νόσον προσκαλεῖται τοὺς παῖδας, καὶ περιστησάμενος αὐτοὺςἐγὼ μέν, εἶπεν, παῖδες, ἄπειμι τὴν εἱμαρμένην πορείαν, παρατίθεμαι δʼ ὑμῖν τοὐμὸν φρόνημα καὶ παρακαλῶ μὴ γενέσθαι κακοὺς αὐτοῦ φύλακας, 12.280ἀλλὰ μεμνημένους τῆς τοῦ φύσαντος ὑμᾶς καὶ θρεψαμένου προαιρέσεως ἔθη τε σώζειν τὰ πάτρια καὶ κινδυνεύουσαν οἴχεσθαι τὴν ἀρχαίαν πολιτείαν ἀνακτᾶσθαι μὴ συμφερομένους τοῖς διὰ βούλησιν διʼ ἀνάγκην προδιδοῦσιν αὐτήν, 12.281ἀλλʼ ἀξιῶ παῖδας ὄντας ἐμοὺς ἐμμεῖναι καὶ βίας ἁπάσης καὶ ἀνάγκης ἐπάνω γενέσθαι, τὰς ψυχὰς οὕτω παρασκευασαμένους, ὥστʼ ἀποθανεῖν ὑπὲρ τῶν νόμων, ἂν δέῃ, λογιζομένους τοῦθʼ, ὅτι τὸ θεῖον τοιούτους ὑμᾶς ὁρῶν οὐχ ὑπερόψεται, τῆς δʼ ἀρετῆς ἀγασάμενον ἀποδώσει πάλιν ὑμῖν αὐτοὺς καὶ τὴν ἐλευθερίαν, ἐν ζήσεσθε μετʼ ἀδείας τῶν ἰδίων ἀπολαύοντες ἐθῶν, ἀποκαταστήσει· 12.282θνητὰ μὲν γὰρ τὰ σώματα ἡμῶν καὶ ἐπίκηρα, τῇ δὲ τῶν ἔργων μνήμῃ τάξιν ἀθανασίας λαμβάνομεν, ἧς ἐρασθέντας ὑμᾶς βούλομαι διώκειν τὴν εὔκλειαν καὶ τὰ μέγιστα ὑφισταμένους μὴ ὀκνεῖν ὑπὲρ αὐτῶν ἀπολιπεῖν τὸν βίον. 12.283μάλιστα δʼ ὑμῖν ὁμονοεῖν παραινῶ καὶ πρὸς τις ὑμῶν πέφυκεν ἀμείνων θατέρου πρὸς τοῦτʼ εἴκοντας ἀλλήλοις οἰκείαις χρῆσθαι ταῖς ἀρεταῖς. καὶ Σίμωνα μὲν τὸν ἀδελφὸν συνέσει προύχοντα πατέρα ἡγεῖσθε καὶ οἷς ἂν οὗτος συμβουλεύσῃ πείθεσθε, 12.284Μακαβαῖον δὲ τῆς στρατιᾶς διʼ ἀνδρείαν καὶ ἰσχὺν στρατηγὸν ἕξετε· τὸ γὰρ ἔθνος οὗτος ἐκδικήσει καὶ ἀμυνεῖται τοὺς πολεμίους. προσίεσθε δὲ καὶ τοὺς δικαίους καὶ θεοσεβεῖς καὶ τὴν δύναμιν αὐτῶν αὔξετε.” 12.285

Ταῦτα διαλεχθεὶς τοῖς παισὶν καὶ τὸν θεὸν εὐξάμενος σύμμαχον αὐτοῖς γενέσθαι καὶ τῷ λαῷ τὴν ἰδίαν ἀνασῶσαι πάλιν τοῦ βίου συνήθειαν, μετʼ οὐ πολὺ τελευτᾷ, καὶ θάπτεται μὲν ἐν Μωδαῒ πένθος ἐπʼ αὐτῷ μέγα παντὸς τοῦ λαοῦ ποιησαμένου, διεδέξατο δὲ τὴν προστασίαν τῶν πραγμάτων παῖς αὐτοῦ Ἰούδας καὶ Μακκαβαῖος ἑκατοστῷ ἔτει καὶ τεσσαρακοστῷ καὶ ἕκτῳ. 12.286συναραμένων δʼ αὐτῷ προθύμως τῶν ἀδελφῶν καὶ τῶν ἄλλων τούς τε πολεμίους ἐξέβαλεν ἐκ τῆς χώρας καὶ τοὺς παρανομήσαντας τῶν ὁμοφύλων εἰς τὰ πάτρια διεχρήσατο καὶ ἐκαθάρισεν ἀπὸ παντὸς μιάσματος τὴν γῆν. 12.287

Ταῦτʼ ἀκούσας Ἀπολλώνιος τῆς Σαμαρείας στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ὥρμησεν ἐπὶ τὸν Ἰούδαν. δὲ ἀπήντησεν αὐτῷ καὶ συμβαλὼν κρατεῖ τῇ μάχῃ καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ἐν οἷς καὶ τὸν στρατηγὸν Ἀπολλώνιον, οὗ καὶ τὴν μάχαιραν, χρῆσθαι συνέβαινεν ἐκεῖνον, σκυλεύσας αὐτὸς εἶχεν, πλείους δὲ τραυματίας ἐποίησεν καὶ πολλὴν λείαν ἐκ τοῦ στρατοπέδου λαβὼν τῶν πολεμίων ἀνεχώρησεν. 12.288Σήρων δʼ τῆς κοίλης Συρίας στρατηγός, ἀκούσας ὅτι πολλοὶ προσκεχωρήκασιν τῷ Ἰούδᾳ καὶ δύναμιν ἤδη περιβέβληται πρὸς ἀγῶνας καὶ πολέμους ἀξιόλογον, ἐπʼ αὐτὸν ἔγνω στρατεύσασθαι προσήκειν ὑπολαμβάνων τοὺς εἰς τὰ τοῦ βασιλέως προστάγματα παρανομοῦντας πειρᾶσθαι κολάζειν. 12.289συναγαγὼν οὖν δύναμιν ὅση παρῆν αὐτῷ, προσκαταλέξας δὲ καὶ τῶν Ἰουδαίων τοὺς φυγάδας καὶ ἀσεβεῖς ἐπὶ τὸν Ἰούδαν παρεγίγνετο· προελθὼν δὲ ἄχρι Βαιθώρων κώμης τῆς Ἰουδαίας αὐτόθι στρατοπεδεύεται. 12.290 δὲ Ἰούδας ἀπαντήσας αὐτῷ καὶ συμβαλεῖν προαιρούμενος, ἐπεὶ τοὺς στρατιώτας ἑώρα πρὸς τὴν μάχην διά τε τὴν ὀλιγότητα καὶ διʼ ἀσιτίαν, νενηστεύκεσαν γάρ, ὀκνοῦντας, παρεθάρσυνεν λέγων οὐκ ἐν τῷ πλήθει τὸ νικᾶν εἶναι καὶ κρατεῖν τῶν πολεμίων, ἀλλʼ ἐν τῷ πρὸς τὸ θεῖον εὐσεβεῖν. 12.291καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας· τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις. 12.292ταῦτʼ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους· πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὥρμησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δʼ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους· οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν. 12.293

Ταῦτα ἀκούσας βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἔαρος εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.294ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν. 12.295καταλιπὼν οὖν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινὰ δόξαν ἔχοντα παρʼ αὐτῷ, καὶ τὰ μέχρι τῶν Αἰγύπτου ὅρων καὶ τῆς κάτωθεν Ἀσίας ἀπʼ Εὐφράτου διήκοντα ποταμοῦ καὶ μέρος τι τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων, 12.296τρέφειν μὲν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ μετὰ πάσης φροντίδος ἐνετείλατο ἕως ἂν οὗ παραγένηται, καταστρεψάμενον δὲ τὴν Ἰουδαίαν καὶ τοὺς οἰκοῦντας αὐτὴν ἐξανδραποδισάμενον ἀφανίσαι τὰ Ἱεροσόλυμα καὶ τὸ γένος αὐτῶν ἀπολέσαι. 12.297καὶ ταῦτα μὲν ἐπιστείλας τῷ Λυσίᾳ βασιλεὺς Ἀντίοχος ἐξήλασεν εἰς τὴν Περσίδα τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ἑβδόμῳ ἔτει, καὶ περαιωσάμενος τὸν Εὐφράτην ἀνέβαινεν πρὸς τοὺς ἄνω σατράπας. 12.298

δὲ Λυσίας ἐπιλεξάμενος Πτολεμαῖον τὸν Δορυμένους καὶ Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τῶν τοῦ βασιλέως, καὶ παραδοὺς αὐτοῖς πεζῆς μὲν δυνάμεως μυριάδας τέσσαρας, ἱππεῖς δὲ ἑπτακισχιλίους, ἐξέπεμψεν ἐπὶ τὴν Ἰουδαίαν. οἱ δὲ ἄχρις Ἐμμαοῦ πόλεως ἐλθόντες ἐπὶ τῇ πεδινῇ καταστρατοπεδεύονται. 12.299προσγίγνονται δʼ αὐτοῖς σύμμαχοι ἀπό τε τῆς Συρίας καὶ τῆς πέριξ χώρας καὶ πολλοὶ τῶν πεφευγότων Ἰουδαίων, ἔτι γε μὴν καὶ τῶν ἐμπόρων τινὲς ὡς ὠνησόμενοι τοὺς αἰχμαλωτισθησομένους, πέδας μὲν κομίζοντες αἷς δήσουσιν τοὺς ληφθησομένους, ἄργυρον δὲ καὶ χρυσὸν τιμὴν αὐτῶν καταθησόμενοι. 12.300τὸ δὲ στρατόπεδον καὶ τὸ πλῆθος τῶν ἐναντίων Ἰούδας κατανοήσας ἔπειθε τοὺς οἰκείους στρατιώτας θαρρεῖν καὶ παρεκελεύετο τὰς ἐλπίδας τῆς νίκης ἔχοντας ἐν τῷ θεῷ τοῦτον ἱκετεύειν τῷ πατρίῳ νόμῳ σάκκους περιθεμένους, καὶ τὸ σύνηθες αὐτῷ σχῆμα τῆς ἱκεσίας παρὰ τοὺς μεγάλους κινδύνους ἐπιδείξαντας τούτῳ δυσωπῆσαι παρασχεῖν αὐτοῖς τὸ κατὰ τῶν ἐχθρῶν κράτος. 12.301διατάξας δὲ τὸν ἀρχαῖον αὐτοὺς τρόπον καὶ πάτριον κατὰ χιλιάρχους καὶ ταξιάρχους καὶ τοὺς νεογάμους ἀπολύσας καὶ τοὺς τὰς κτήσεις νεωστὶ πεποιημένους, ὅπως μὴ διὰ τὴν τούτων ἀπόλαυσιν φιλοζωοῦντες ἀτολμότερον μάχωνται, καταστὰς τοιούτοις παρώρμα λόγοις πρὸς τὸν ἀγῶνα τοὺς αὐτοῦ στρατιώτας· 12.302καιρὸς μὲν οὖν ὑμῖν οὐκ ἄλλος ἀναγκαιότερος τοῦ παρόντος, ἑταῖροι, εἰς εὐψυχίαν καὶ κινδύνων καταφρόνησιν καταλείπεται· νῦν γὰρ ἔστιν ἀνδρείως ἀγωνισαμένοις τὴν ἐλευθερίαν ἀπολαβεῖν, ἣν καὶ διʼ αὐτὴν ἅπασιν ἀγαπητὴν οὖσαν ὑμῖν ὑπὲρ ἐξουσίας τοῦ θρησκεύειν τὸ θεῖον ποθεινοτέραν εἶναι συμβέβηκεν. 12.303ὡς οὖν ἐν τῷ παρόντι κειμένων ὑμῖν ταύτην τε ἀπολαβεῖν καὶ τὸν εὐδαίμονα καὶ μακάριον βίον ἀνακτήσασθαι, οὗτος δʼ ἦν κατὰ τοὺς νόμους καὶ τὴν πάτριον συνήθειαν, τὰ αἴσχιστα παθεῖν καὶ μηδὲ σπέρμα τοῦ γένους ὑμῶν ὑπολειφθῆναι κακῶν ἐν τῇ μάχῃ γενομένων, 12.304οὕτως ἀγωνίζεσθε, τὸ μὲν ἀποθανεῖν καὶ μὴ πολεμοῦσιν ὑπάρξον ἡγούμενοι, τὸ δʼ ὑπὲρ τηλικούτων ἐπάθλων, ἐλευθερίας πατρίδος νόμων εὐσεβείας, αἰώνιον τὴν εὔκλειαν κατασκευάσειν πεπιστευκότες· ἑτοιμάζεσθε τοιγαροῦν οὕτως τὰς ψυχὰς ὡς αὔριον ἅμʼ ἡμέρᾳ συμβαλοῦντες τοῖς πολεμίοις.” 12.305

Καὶ μὲν Ἰούδας ταῦτα παραθαρσύνων τὴν στρατιὰν ἔλεξεν. τῶν δὲ πολεμίων πεμψάντων Γοργίαν μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων, ὅπως διὰ τῆς νυκτὸς ἐπιπέσῃ τῷ Ἰούδᾳ, καὶ πρὸς τοῦτο ὁδηγοὺς ἔχοντος αὐτοῦ τινας τῶν πεφευγότων Ἰουδαίων, αἰσθόμενος τοῦ Ματταθίου παῖς ἔγνω καὶ αὐτὸς τοῖς ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπεσεῖν καὶ ταῦτα διῃρημένης αὐτῶν τῆς δυνάμεως. 12.306καθʼ ὥραν οὖν δειπνοποιησάμενος καὶ πολλὰ πυρὰ καταλιπὼν ἐπὶ τοῦ στρατοπέδου διʼ ὅλης ὥδευε τῆς νυκτὸς ἐπὶ τοὺς ἐν Ἐμμαοῖ τῶν πολεμίων. οὐχ εὑρὼν δʼ ἐν τῷ στρατοπέδῳ τοὺς ἐχθροὺς Γοργίας, ἀλλʼ ὑπονοήσας ἀναχωρήσαντας αὐτοὺς ἐν τοῖς ὄρεσι κεκρύφθαι, πορευθεὶς ἔγνω ζητεῖν, ὅπου ποτʼ εἶεν. 12.307περὶ δὲ τὸν ὄρθρον ἐπιφαίνεται τοῖς ἐν Ἐμμαοῖ πολεμίοις Ἰούδας μετὰ τρισχιλίων φαύλως ὡπλισμένων διὰ πενίαν, καὶ θεασάμενος τοὺς ἐχθροὺς ἄριστα πεφραγμένους καὶ μετʼ ἐμπειρίας πολλῆς ἐστρατοπεδευμένους, προτρεψάμενος τοὺς ἰδίους, ὡς καὶ γυμνοῖς τοῖς σώμασιν μάχεσθαι δεῖ καὶ τὸ θεῖον ἤδη που καὶ τοῖς οὕτως ἔχουσιν τὸ κατὰ τῶν πλειόνων καὶ ὡπλισμένων κράτος ἔδωκεν ἀγασάμενον αὐτοὺς τῆς εὐψυχίας, ἐκέλευσε σημῆναι τοὺς σαλπιγκτάς. 12.308ἔπειτʼ ἐμπεσὼν ἀπροσδοκήτοις τοῖς πολεμίοις καὶ ἐκπλήξας αὐτῶν τὴν διάνοιαν καὶ ταράξας πολλοὺς μὲν ἀπέκτεινεν ἀνθισταμένους, τοὺς δὲ λοιποὺς διώκων ἦλθεν ἄχρι Γαζάρων καὶ τῶν πεδίων τῆς Ἰδουμαίας καὶ Ἀζώτου καὶ Ἰαμνείας· ἔπεσόν τε αὐτῶν ὡς περὶ τρισχιλίους. 12.309Ἰούδας δὲ τῶν μὲν σκύλων παρεκελεύετο μὴ ἐπιθυμεῖν τοὺς αὐτοῦ στρατιώτας· ἔτι γὰρ αὐτοῖς ἀγῶνά τινα καὶ μάχην εἶναι πρὸς Γοργίαν καὶ τὴν σὺν αὐτῷ δύναμιν· κρατήσαντας δὲ καὶ τούτων τότε σκυλεύσειν ἐπʼ ἀδείας ἔλεγεν τοῦτο μόνον ἔχοντας καὶ μηδὲν ἕτερον ἐκδεχομένους. 12.310ἔτι δὲ αὐτοῦ διαλεγομένου ταῦτα πρὸς τοὺς στρατιώτας ὑπερκύψαντες οἱ τοῦ Γοργίου τὴν μὲν στρατιὰν ἣν ἐν τῇ παρεμβολῇ κατέλιπον ὁρῶσιν τετραμμένην, τὸ δὲ στρατόπεδον ἐμπεπρησμένον· γὰρ καπνὸς αὐτοῖς πόρρωθεν οὖσιν τοῦ συμβεβηκότος δήλωσιν ἔφερεν. 12.311ὡς οὖν ταῦθʼ οὕτως ἔχοντα ἔμαθον οἱ σὺν Γοργίᾳ καὶ τοὺς μετὰ Ἰούδου πρὸς παράταξιν ἑτοίμους κατενόησαν, καὶ αὐτοὶ δείσαντες εἰς φυγὴν ἐτράπησαν. 12.312 δὲ Ἰούδας ὡς ἀμαχητὶ τῶν μετὰ Γοργίου στρατιωτῶν ἡττημένων ὑποστρέψας ἀνῃρεῖτο τὰ σκῦλα, πολὺν δὲ χρυσὸν καὶ ἄργυρον καὶ πορφύραν καὶ ὑάκινθον λαβὼν εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων καὶ ὑμνῶν τὸν θεὸν ἐπὶ τοῖς κατωρθωμένοις· οὐ μικρὰ γὰρ αὐτοῖς νίκη πρὸς τὴν ἐλευθερίαν συνεβάλλετο. 12.313

Λυσίας δὲ συγχυθεὶς ἐπὶ τῇ τῶν ἐκπεμφθέντων ἥττῃ τῷ ἐχομένῳ ἔτει μυριάδας ἀνδρῶν ἐπιλέκτων ἀθροίσας ἓξ καὶ πεντακισχιλίους λαβὼν ἱππεῖς ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν, καὶ ἀναβὰς εἰς τὴν ὀρεινὴν ἐν Βεθσούροις κώμῃ τῆς Ἰουδαίας ἐστρατοπεδεύσατο. 12.314ἀπήντησε δὲ μετὰ μυρίων Ἰούδας, καὶ τὸ πλῆθος ἰδὼν τῶν πολεμίων σύμμαχον ἐπʼ αὐτῷ γενέσθαι τὸν θεὸν εὐξάμενος, συμβαλὼν τοῖς προδρόμοις τῶν πολεμίων νικᾷ τούτους καὶ φονεύσας αὐτῶν ὡς πεντακισχιλίους τοῖς λοιποῖς ἦν ἐπίφοβος. 12.315ἀμέλει κατανοήσας Λυσίας τὸ φρόνημα τῶν Ἰουδαίων, ὡς ἕτοιμοι τελευτᾶν εἰσιν, εἰ μὴ ζήσουσιν ἐλεύθεροι, καὶ δείσας αὐτῶν τὴν ἀπόγνωσιν ὡς ἰσχύν, ἀναλαβὼν τὴν λοιπὴν δύναμιν ὑπέστρεψεν εἰς Ἀντιόχειαν καὶ διέτριβεν ἐκεῖ ξενολογῶν καὶ παρασκευαζόμενος μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.316

Τοσαυτάκις οὖν ἡττημένων ἤδη τῶν Ἀντιόχου τοῦ βασιλέως στρατηγῶν Ἰούδας ἐκκλησιάσας ἔλεγεν μετὰ πολλὰς νίκας, ἃς θεὸς αὐτοῖς ἔδωκεν, ἀναβῆναι δεῖν εἰς Ἱεροσόλυμα καὶ τὸν ναὸν καθαρίσαι καὶ τὰς νενομισμένας θυσίας προσφέρειν. 12.317ὡς δὲ παραγενόμενος μετὰ παντὸς τοῦ πλήθους εἰς Ἱεροσόλυμα τὸν ναὸν ἔρημον εὗρεν καὶ καταπεπρησμένας τὰς πύλας καὶ φυτὰ διὰ τὴν ἐρημίαν αὐτόματα ἐν τῷ ἱερῷ ἀναβεβλαστηκότα, θρηνεῖν ἤρξατο μετὰ τῶν ἰδίων ἐπὶ τῇ ὄψει τοῦ ναοῦ συγχυθείς. 12.318ἐπιλεξάμενος δέ τινας τῶν αὐτοῦ στρατιωτῶν προσέταξε τούτοις ἐκπολεμῆσαι τοὺς τὴν ἄκραν φυλάττοντας, ἄχρι τὸν ναὸν αὐτὸς ἁγνίσειεν. καὶ καθάρας ἐπιμελῶς αὐτὸν εἰσεκόμισε καινὰ σκεύη, λυχνίαν τράπεζαν βωμόν, ἐκ χρυσοῦ πεποιημένα, ἀπήρτησεν δὲ καὶ τὰ ἐμπετάσματα τῶν θυρῶν καὶ τὰς θύρας αὐτὰς ἐπέθηκεν, καθελὼν δὲ καὶ τὸ θυσιαστήριον καινὸν ἐκ λίθων συμμίκτων ᾠκοδόμησεν οὐ λελαξευμένων ὑπὸ σιδήρου. 12.319πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἐξελέου μηνός, ὃν οἱ Μακεδόνες Ἀπελλαῖον καλοῦσιν, ἧψάν τε φῶτα ἐπὶ τῆς λυχνίας καὶ ἐθυμίασαν ἐπὶ τοῦ βωμοῦ καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἐπέθεσαν καὶ ὡλοκαύτησαν ἐπὶ τοῦ καινοῦ θυσιαστηρίου. 12.320ἔτυχεν δὲ ταῦτα κατὰ τὴν αὐτὴν ἡμέραν γίνεσθαι, καθʼ ἣν καὶ μετέπεσεν αὐτῶν ἅγιος θρησκεία εἰς βέβηλον καὶ κοινὴν συνήθειαν μετὰ ἔτη τρία· τὸν γὰρ ναὸν ἐρημωθέντα ὑπὸ Ἀντιόχου διαμεῖναι τοιοῦτον ἔτεσι συνέβη τρισίν· 12.321ἔτει γὰρ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ταῦτα περὶ τὸν ναὸν ἐγένετο, πέμπτῃ δὲ καὶ εἰκάδι τοῦ Ἀπελλαίου μηνὸς ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ, ἀνενεώθη δὲ κατὰ τὴν αὐτὴν ἡμέραν πέμπτῃ καὶ εἰκοστῇ τοῦ Ἀπελλαίου μηνὸς ὀγδόῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τετάρτῃ. 12.322τὴν δʼ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιήλου προφητείαν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἐδήλωσεν γάρ, ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν. 12.323

Ἑώρταζε δὲ Ἰούδας μετὰ τῶν πολιτῶν τὴν ἀνάκτησιν τῆς περὶ τὸν ναὸν θυσίας ἐφʼ ἡμέρας ὀκτὼ μηδὲν ἀπολιπὼν ἡδονῆς εἶδος, ἀλλὰ πολυτελέσι μὲν καὶ λαμπραῖς ταῖς θυσίαις κατευωχῶν αὐτούς, ὕμνοις δὲ καὶ ψαλμοῖς τὸν μὲν θεὸν τιμῶν αὐτοὺς δὲ τέρπων. 12.324τοσαύτῃ δʼ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετʼ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφʼ ἡμέρας ὀκτώ. 12.325καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρʼ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ. 12.326τειχίσας δʼ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι. 12.327

Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ἰουδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα. πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων Ἰούδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ἰουδαίους ἐπειρᾶτο. 12.328καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν. 12.329ἔπειτʼ ἐκεῖθεν ἐπὶ τοὺς Ἀμμανίτας ἐξώρμησεν δύναμιν μεγάλην καὶ πολυάνθρωπον ἔχοντας, ὧν ἡγεῖτο Τιμόθεος. χειρωσάμενος δὲ καὶ τούτους τὴν Ἰαζωρῶν ἐξαιρεῖ πόλιν, καὶ τάς τε γυναῖκας αὐτῶν καὶ τὰ τέκνα λαβὼν αἰχμαλώτους καὶ τὴν πόλιν ἐμπρήσας εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν. 12.330μαθόντα δʼ αὐτὸν τὰ γειτονεύοντα τῶν ἐθνῶν ἀνεστροφότα συναθροίζεται εἰς τὴν Γαλαδηνὴν ἐπὶ τοὺς ἐν τοῖς ὅροις αὐτῶν Ἰουδαίους. οἱ δὲ καταφυγόντες εἰς Διάθημα τὸ φρούριον πέμψαντες πρὸς Ἰούδαν ἐδήλουν αὐτῷ, ὅτι λαβεῖν ἐσπούδακεν Τιμόθεος τὸ χωρίον, εἰς συνεπεφεύγεσαν. 12.331ἀναγινωσκομένων δὲ τῶν ἐπιστολῶν τούτων κἀκ τῆς Γαλιλαίας ἄγγελοι παραγίγνονται σημαίνοντες ἐπισυνῆχθαι τοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν ἄλλων ἐθνῶν τῆς Γαλιλαίας. 12.332

Πρὸς οὖν ἀμφοτέρας τὰς τῶν ἠγγελμένων χρείας σκεψάμενος Ἰούδας τι χρὴ ποιεῖν, Σίμωνα μὲν τὸν ἀδελφὸν προσέταξεν ὡς τρισχιλίους τῶν ἐπιλέκτων λαβόντα τοῖς ἐν Γαλιλαίᾳ βοηθὸν ἐξελθεῖν Ἰουδαίοις. 12.333αὐτὸς δὲ καὶ Ἰωνάθης ἕτερος ἀδελφὸς μετʼ ὀκτακισχιλίων στρατιωτῶν ὥρμησαν εἰς τὴν Γαλαδῖτιν· κατέλιπεν δʼ ἐπὶ τῶν ὑπολοίπων τῆς δυνάμεως Ἰώσηπόν τε τὸν Ζαχαρία καὶ Ἀζαρίαν προστάξας αὐτοῖς φυλάττειν ἐπιμελῶς τὴν Ἰουδαίαν καὶ συνάπτειν πόλεμον πρὸς μηδένα, ἕως ἂν αὐτὸς ἐπανέλθῃ. 12.334 μὲν οὖν Σίμων παραγενόμενος εἰς τὴν Γαλιλαίαν καὶ συμβαλὼν τοῖς ἐχθροῖς εἰς φυγὴν αὐτοὺς ἔτρεψεν καὶ μέχρι τῶν πυλῶν τῆς Πτολεμαΐδος διώξας ἀπέκτεινεν αὐτῶν ὡς περὶ τρισχιλίους, καὶ τά τε σκῦλα λαβὼν τῶν ἀνῃρημένων καὶ τοὺς αἰχμαλώτους Ἰουδαίους καὶ τὴν ἀποσκευὴν αὐτῶν ἐπαγόμενος εἰς τὴν οἰκείαν πάλιν ἀνέστρεψεν. 12.335

Ἰούδας δὲ Μακαβαῖος καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ ὁδὸν ἀπʼ αὐτοῦ τριῶν ἀνύσαντες ἡμερῶν τοῖς Ναβαταίοις εἰρηνικῶς ὑπαντῶσιν περιτυγχάνουσιν. 12.336ὧν διηγησαμένων τὰ περὶ τοὺς ἐν τῇ Γαλάτιδι, ὡς πολλοὶ κακοπαθοῦσιν αὐτῶν ἐν τοῖς φρουρίοις ἀπειλημμένοι καὶ ταῖς πόλεσιν τῆς Γαλάτιδος, καὶ παραινεσάντων αὐτῷ σπεύδειν ἐπὶ τοὺς ἀλλοφύλους καὶ ζητεῖν ἀπʼ αὐτῶν σώζειν τοὺς ὁμοεθνεῖς, πεισθεὶς ὑπέστρεψεν εἰς τὴν ἔρημον, καὶ προσπεσὼν πρώτοις τοῖς τὴν Βοσόραν κατοικοῦσιν καὶ λαβὼν αὐτὴν καταβαλὼν πᾶν τὸ ἄρρεν καὶ μάχεσθαι δυνάμενον διέφθειρεν καὶ τὴν πόλιν ὑφῆψεν. 12.337ἐπιγενομένης δὲ νυκτὸς οὐδʼ οὕτως ἐπέσχεν, ἀλλʼ ὁδεύσας διʼ αὐτῆς ἐπὶ τὸ φρούριον, ἔνθα τοὺς Ἰουδαίους ἐγκεκλεῖσθαι συνέβαινεν περικαθεζομένου τὸ χωρίον Τιμοθέου μετὰ τῆς δυνάμεως, ἕωθεν ἐπʼ αὐτὸ παραγίνεται. 12.338καὶ καταλαβὼν ἤδη τοῖς τείχεσι προσβεβληκότας τοὺς πολεμίους καὶ τοὺς μὲν κλίμακας, ὥστε ἀναβαίνειν ἐπʼ αὐτά, τοὺς δὲ μηχανήματα προσφέροντας, κελεύσας τὸν σαλπικτὴν σημῆναι καὶ παρορμήσας τοὺς στρατιώτας ὑπὲρ ἀδελφῶν καὶ συγγενῶν διακινδυνεῦσαι προθύμως, εἰς τρία διελὼν τὸν στρατὸν ἐπιπίπτει κατὰ νώτου τοῖς πολεμίοις. 12.339οἱ δὲ περὶ τὸν Τιμόθεον αἰσθόμενοι, ὅτι Μακαβαῖος εἴη, πεῖραν ἤδη καὶ πρότερον αὐτοῦ τῆς ἀνδρείας καὶ τῆς ἐν τοῖς πολέμοις εὐτυχίας εἰληφότες φυγῇ χρῶνται· ἐφεπόμενος δὲ μετὰ τοῦ στρατεύματος Ἰούδας ἀναιρεῖ μὲν αὐτῶν ὡς ὀκτακισχιλίους, 12.340ἀπονεύσας δʼ εἰς Μελλὰ πόλιν οὕτως λεγομένην τῶν ἀλλοφύλων λαμβάνει καὶ ταύτην καὶ τοὺς μὲν ἄρρενας ἅπαντας ἀποκτείνει, τὴν δὲ πόλιν αὐτὴν ἐμπίπρησιν. ἄρας δʼ ἐκεῖθεν τήν τε Χασφομάκη καὶ Βοσὸρ καὶ πολλὰς ἄλλας πόλεις τῆς Γαλάτιδος καταστρέφεται. 12.341

Χρόνῳ δʼ ὕστερον οὐ πολλῷ Τιμόθεος δύναμιν μεγάλην παρασκευασάμενος καὶ συμμάχους ἄλλους τε παραλαβὼν καὶ Ἀράβων τινὰς μισθῷ πείσας αὐτῷ συστρατεύειν ἧκεν ἄγων τὴν στρατιὰν πέραν τοῦ χειμάρρου Ῥομφῶν ἄντικρυς· πόλις δʼ ἦν αὕτη· 12.342καὶ παρεκελεύετο τοὺς στρατιώτας, εἰ συμβάλοιεν εἰς μάχην τοῖς Ἰουδαίοις, προθύμως ἀγωνίζεσθαι καὶ κωλύειν αὐτοὺς διαβαίνειν τὸν χείμαρρον· διαβάντων γὰρ ἧτταν αὐτοῖς προύλεγεν. 12.343Ἰούδας δʼ ἀκούσας παρεσκευάσθαι τὸν Τιμόθεον πρὸς μάχην ἀναλαβὼν ἅπασαν τὴν οἰκείαν δύναμιν ἔσπευδεν ἐπὶ τὸν πολέμιον, καὶ περαιωσάμενος τὸν χείμαρρον ἐπιπίπτει τοῖς ἐχθροῖς καὶ τοὺς μὲν αὐτῶν ὑπαντιάζοντας ἀνῄρει, τοὺς δʼ εἰς δέος ἐμβαλὼν ῥίψαντας τὰ ὅπλα φεύγειν ἠνάγκασεν. 12.344καὶ τινὲς μὲν αὐτῶν διέδρασαν, οἱ δʼ εἰς τὸ καλούμενον Ἐγκρανὰς τέμενος συμφυγόντες ἤλπισαν τεύξεσθαι σωτηρίας. Ἰούδας δὲ τὴν πόλιν καταλαβόμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὸ τέμενος ἐνέπρησεν ποικίλῃ χρησάμενος ἰδέᾳ τῆς ἀπωλείας τῶν πολεμίων. 12.345

Ταῦτα διαπραξάμενος καὶ συναγαγὼν τοὺς ἐν τῇ Γαλάτιδι Ἰουδαίους μετὰ τέκνων καὶ γυναικῶν καὶ τῆς ὑπαρχούσης αὐτοῖς ἀποσκευῆς οἷός τε ἦν εἰς τὴν Ἰουδαίαν ἐπαναγαγεῖν. 12.346ὡς δʼ ἧκεν ἐπί τινα πόλιν Ἐμφρὼν ὄνομα ἐπὶ τῆς ὁδοῦ κειμένην καὶ οὔτε ἄλλην αὐτῷ τραπομένῳ βαδίζειν δυνατὸν ἦν οὔτε ἀναστρέφειν ἤθελεν, πέμψας πρὸς τοὺς ἐν αὐτῇ παρεκάλει τὰς πύλας ἀνοίξαντας ἐπιτρέπειν αὐτῷ διὰ τῆς πόλεως ἀπελθεῖν· τάς τε γὰρ πύλας λίθοις ἐμπεφράκεσαν καὶ τὴν διέξοδον ἀπετέμοντο. 12.347μὴ πειθομένων δὲ τῶν Ἐμφραίων παρορμήσας τοὺς μεθʼ ἑαυτοῦ κυκλωσάμενος ἐπολιόρκει, καὶ διʼ ἡμέρας καὶ νυκτὸς προσκαθίσας ἐξαιρεῖ τὴν πόλιν καὶ πᾶν ὅσον ἄρρεν ἦν ἐν αὐτῇ κτείνας καὶ καταπρήσας ἅπασαν αὐτὴν ὁδὸν ἔσχεν· τοσοῦτον δʼ ἦν τὸ τῶν πεφονευμένων πλῆθος, ὡς ἐπʼ αὐτῶν βαδίζειν τῶν νεκρῶν. 12.348διαβάντες δὲ τὸν Ἰορδάνην ἧκον εἰς τὸ μέγα πεδίον, οὗ κεῖται κατὰ πρόσωπον πόλις Βεθσάνη καλουμένη πρὸς Ἑλλήνων Σκυθόπολις. 12.349κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν. 12.350

Ἰώσηπος δὲ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ Ἰούδας καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν. 12.351Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται. 12.352συνέβη δʼ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ἰούδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ἰώσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον. 12.353 δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλʼ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν. 12.354

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον. 12.355κινηθεὶς οὖν ὑπὸ τούτων ὥρμησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει. τῶν δʼ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος· ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστʼ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς. 12.356λυπουμένῳ δʼ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ἰουδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ἰουδαίων. 12.357προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ἰουδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν. 12.358ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι· τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον. 12.359εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφʼ ἡμῶν ἀληθῆ νομιζόντων. 12.360

δʼ Ἀντίοχος πρὶν τελευτᾶν καλέσας Φίλιππον ἕνα τῶν ἑταίρων τῆς βασιλείας αὐτὸν ἐπίτροπον καθίστησιν, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν καὶ τὸν δακτύλιον Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ ταῦτα ἐκέλευσε κομίσαντα δοῦναι, δεηθεὶς προνοῆσαι τῆς ἀνατροφῆς αὐτοῦ καὶ τηρῆσαι τὴν βασιλείαν ἐκείνῳ. 12.361ἀπέθανεν δὲ Ἀντίοχος ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει. Λυσίας δὲ τὸν θάνατον αὐτοῦ δηλώσας τῷ πλήθει τὸν υἱὸν αὐτοῦ Ἀντίοχον, αὐτὸς γὰρ εἶχεν τὴν ἐπιμέλειαν, ἀποδείκνυσι βασιλέα καλέσας αὐτὸν Εὐπάτορα. 12.362

Ἐν δὲ τούτῳ τῷ καιρῷ οἱ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων φρουροὶ καὶ φυγάδες τῶν Ἰουδαίων πολλὰ τοὺς Ἰουδαίους εἰργάσαντο· τοὺς γὰρ ἀναβαίνοντας εἰς τὸ ἱερὸν καὶ θῦσαι βουλομένους ἐξαίφνης ἐκτρέχοντες οἱ φρουροὶ διέφθειραν· ἐπέκειτο γὰρ τῷ ἱερῷ ἄκρα. 12.363τούτων οὖν συμβαινόντων αὐτοῖς Ἰούδας ἐξελεῖν διέγνω τὴν φρουράν, καὶ συναγαγὼν τὸν λαὸν ἅπαντα τοὺς ἐν τῇ ἄκρᾳ καρτερῶς ἐπολιόρκει. ἔτος ἦν τοῦτο τῆς ἀρχῆς τοῖς ἀπὸ Σελεύκου ἑκατοστὸν καὶ πεντηκοστόν. κατασκευάσας οὖν μηχανήματα καὶ χώματα ἐγείρας φιλοπόνως προσέκειτο τῇ τῆς ἄκρας αἱρέσει. 12.364πολλοὶ δὲ τῶν ἐν αὐτῇ φυγάδων νύκτωρ ἐξελθόντες εἰς τὴν χώραν καί τινας τῶν ὁμοίων καὶ ἀσεβῶν συναγαγόντες ἧκον πρὸς Ἀντίοχον τὸν βασιλέα, οὐκ ἀξιοῦντες ἑαυτοὺς ὑπερορᾶσθαι δεινὰ πάσχοντας ὑπὸ τῶν ὁμοφύλων καὶ ταῦθʼ ὑπομένοντας διὰ τὸν πατέρα αὐτοῦ, τὴν μὲν πάτριον αὐτῶν καταλύσαντας θρησκείαν, ἣν δὲ προσέταξεν ταύτης ἀντιποιουμένους· 12.365κινδυνεύειν οὖν ὑπὸ Ἰούδου καὶ τῶν σὺν αὐτῷ τὴν ἀκρόπολιν αἱρεθῆναι καὶ τοὺς φρουροὺς τοὺς ὑπὸ τοῦ βασιλέως κατασταθέντας, εἰ μή τις παρʼ αὐτοῦ βοήθεια πεμφθείη. 12.366ταῦτʼ ἀκούσας παῖς Ἀντίοχος ὠργίσθη καὶ τοὺς ἡγεμόνας καὶ φίλους μεταπεμψάμενος ἐκέλευσε μισθοφόρους συναγαγεῖν καὶ ἐκ τῆς βασιλείας τοὺς στρατεύσιμον ἡλικίαν ἔχοντας. καὶ συνήχθη στρατὸς πεζῶν μὲν ὡσεὶ δέκα μυριάδες, ἱππεῖς δὲ δισμύριοι, ἐλέφαντες δὲ δύο καὶ τριάκοντα. 12.367

Ταύτην οὖν ἀναλαβὼν τὴν δύναμιν ἐξώρμησεν ἐκ τῆς Ἀντιοχείας μετὰ Λυσίου πάσης τῆς στρατιᾶς ἔχοντος τὴν ἡγεμονίαν. καὶ παραγενόμενος εἰς τὴν Ἰδουμαίαν ἐκεῖθεν εἰς Βηθσοῦραν ἀναβαίνει πόλιν σφόδρα ἐχυρὰν καὶ δυσάλωτον καὶ περικαθίσας ἐπολιόρκει τὴν πόλιν. 12.368ἰσχυρῶς δὲ ἀντεχόντων τῶν Βηθσουραίων καὶ τὴν παρασκευὴν αὐτοῦ τῶν μηχανημάτων ἐμπρησάντων, ἐπεξῆλθον γὰρ αὐτῷ, χρόνος ἐτρίβετο πολὺς περὶ τὴν πολιορκίαν. 12.369Ἰούδας δὲ τὴν ἔφοδον τοῦ βασιλέως ἀκούσας ἀφίσταται μὲν τοῦ τὴν ἄκραν πολιορκεῖν, ἀπαντήσας δὲ τῷ βασιλεῖ βάλλεται στρατόπεδον ἐπὶ τῶν στενῶν ἔν τινι τόπῳ Βεθζαχαρίᾳ λεγομένῳ σταδίους ἀπέχοντι τῶν πολεμίων ἑβδομήκοντα. 12.370 δὲ βασιλεὺς ὁρμήσας ἀπὸ τῆς Βεθσούρας ἤγαγε τὴν δύναμιν ἐπὶ τὰ στενὰ καὶ τὸ τοῦ Ἰούδα στρατόπεδον, ἅμʼ ἡμέρᾳ δὲ πρὸς μάχην διέτασσε τὴν στρατιάν. 12.371τοὺς μὲν οὖν ἐλέφαντας ἐποίησεν ἀλλήλοις ἕπεσθαι διὰ τὴν στενοχωρίαν οὐ δυναμένων αὐτῶν ἐπὶ πλάτος τετάχθαι, εἰς δὲ κύκλον ἐλέφαντος ἑκάστου συμπροῇσαν πεζοὶ μὲν χίλιοι, ἱππεῖς δὲ πεντακόσιοι· ἔφερον δὲ οἱ ἐλέφαντες πύργους τε ὑψηλοὺς καὶ τοξότας· τὴν δὲ λοιπὴν δύναμιν ἑκατέρωθεν ἐποίησεν ἀναβαίνειν ἐπὶ τὰ ὄρη φίλους αὐτῆς προτάξας. 12.372κελεύσας δὲ ἀλαλάξαι τὴν στρατιὰν προσβάλλει τοῖς πολεμίοις, γυμνώσας τάς τε χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ὥστε αὐγὴν ἀπʼ αὐτῶν ἀφίεσθαι λαμπράν· συνεπήχει δὲ τὰ ὄρη κεκραγότων αὐτῶν. ταῦτα ὁρῶν Ἰούδας οὐ κατεπλάγη, δεξάμενος δὲ γενναίως τοὺς πολεμίους τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. 12.373Ἐλεάζαρος δʼ ἀδελφὸς αὐτοῦ, ὃν Αὐρὸν ἐκάλουν, ἰδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων ὡπλισμένον θώραξι βασιλικοῖς καὶ νομίζων ἐπʼ αὐτοῦ τὸν βασιλέα εἶναι παρεβάλετο σφόδρα εὐκαρδίως ἐπʼ αὐτὸν ὁρμήσας, καὶ πολλοὺς μὲν τῶν περὶ τὸν ἐλέφαντα κτείνας τοὺς ἄλλους διεσκέδασεν, ὑποδὺς δὲ ὑπὸ τὴν γαστέρα καὶ πλήξας ἀπέκτεινε τὸν ἐλέφαντα. 12.374 δʼ ἐπικατενεχθεὶς τῷ Ἐλεαζάρῳ διαφθείρει τὸν ἄνδρα ὑπὸ τοῦ βάρους. καὶ οὗτος μὲν εὐψύχως πολλοὺς τῶν ἐχθρῶν ἀπολέσας τῷ τρόπῳ τούτῳ τὸν βίον κατέστρεψεν. 12.375

δὲ Ἰούδας ὁρῶν τὴν τῶν πολεμίων ἰσχὺν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πρὸς πολιορκίαν παρεσκευάζετο· Ἀντίοχος δὲ τὸ μέν τι τῆς στρατιᾶς εἰς Βεθσοῦραν ἔπεμψεν πολεμήσων αὐτήν, τῷ δὲ λοιπῷ τῆς δυνάμεως αὐτὸς ἧκεν εἰς Ἱεροσόλυμα. 12.376οἱ μὲν οὖν Βεθσουρῖται τὴν ἰσχὺν καταπλαγέντες καὶ σπανίζοντα βλέποντες τὰ ἐπιτήδεια παραδιδόασιν ἑαυτοὺς ὅρκους λαβόντες ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν ὑπὸ τοῦ βασιλέως. Ἀντίοχος δὲ λαβὼν τὴν πόλιν ἄλλο μὲν αὐτοὺς οὐδὲν διέθηκεν, μόνον δὲ γυμνοὺς ἐξέβαλεν, φρουρὰν δὲ κατέστησεν ἰδίαν ἐν τῇ πόλει. 12.377πολλῷ δὲ χρόνῳ τὸ ἱερὸν πολιορκῶν τὸ ἐν Ἱεροσολύμοις προσεκαθέζετο καρτερῶς τῶν ἔνδοθεν ἀμυνομένων· πρὸς ἕκαστον γὰρ ὧν βασιλεὺς ἐπʼ αὐτοὺς ἔστησε μηχάνημα κἀκεῖνοι πάλιν ἀντεμηχανῶντο. 12.378τροφὴ δʼ αὐτοὺς ἐπιλελοίπει, τοῦ μὲν ὄντος ἀπανηλωμένου καρποῦ, τῆς δὲ γῆς ἐκείνῳ τῷ ἔτει μὴ γεωργημένης, ἀλλὰ διὰ τὸ εἶναι τὸ ἕβδομον ἔτος, καθʼ νόμος ἡμῖν ἀργὴν ἐᾶν τὴν χώραν, ἀσπόρου μεμενηκυίας. πολλοὶ τοιγαροῦν τῶν πολιορκουμένων ἀπεδίδρασκον διὰ τὴν τῶν ἀναγκαίων ἀπορίαν, ὡς ὀλίγους ἐν τῷ ἱερῷ καταλειφθῆναι. 12.379

Καὶ τοῖς μὲν πολιορκουμένοις ἐν τῷ ἱερῷ τοιαῦτα συνέβαινεν εἶναι τὰ πράγματα. Λυσίας δὲ στρατηγὸς καὶ βασιλεύς, ἐπεὶ Φίλιππος αὐτοῖς ἀπὸ τῆς Περσίδος ἥκων ἐδηλώθη καὶ τὰ πράγματα εἰς αὐτὸν κατασκευάζειν, εἶχον μὲν ὥστε τὴν πολιορκίαν ἀφέντες ὁρμᾶν ἐπὶ τὸν Φίλιππον, οὐ μὴν τοῦτο ποιῆσαι φανερὸν τοῖς στρατιώταις καὶ τοῖς ἡγεμόσιν ἔγνωσαν, 12.380ἀλλʼ ἐκέλευσεν τὸν Λυσίαν βασιλεὺς αὐτῷ τε καὶ τοῖς ἡγεμόσιν ἐν κοινῷ διαλεχθῆναι μηδὲν μὲν τῶν περὶ Φίλιππον ἐμφανίζοντα, τὴν δὲ πολιορκίαν ὅτι χρονιωτάτη γένοιτʼ ἂν δηλοῦντα, καὶ τὴν ὀχυρότητα τοῦ χωρίου, καὶ ὅτι τὰ τῆς τροφῆς αὐτοῖς ἤδη ἐπιλείποι, καὶ ὡς πολλὰ δεῖ καταστῆσαι τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων, 12.381καὶ ὡς δοκεῖ πολὺ κρεῖττον εἶναι σπονδὰς ποιησαμένους πρὸς τοὺς πολιορκουμένους καὶ φιλίαν πρὸς ὅλον αὐτῶν τὸ ἔθνος ἐπιτρέψαντας αὐτοῖς χρῆσθαι τοῖς πατρίοις νόμοις, ὧν ἀφαιρεθέντες νῦν ἐξεπολεμώθησαν, χωρεῖν ἐπὶ τὰ οἰκεῖα. ταῦτα τοῦ Λυσίου φήσαντος ἠρέσθη τό τε στράτευμα καὶ οἱ ἡγεμόνες τῇ γνώμῃ. 12.382

Καὶ πέμψας βασιλεὺς πρὸς τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ πολιορκουμένους εἰρήνην τε ἐπηγγείλατο καὶ συγχωρεῖν τοῖς πατρίοις νόμοις χρωμένους ζῆν. οἱ δὲ ἀσμένως δεξάμενοι τοὺς λόγους λαβόντες ὅρκους τε καὶ πίστεις ἐξῆλθον ἐκ τοῦ ἱεροῦ. 12.383εἰσελθὼν δὲ Ἀντίοχος εἰς αὐτὸ καὶ θεασάμενος ὀχυρὸν οὕτως τὸ χωρίον παρέβη τοὺς ὅρκους καὶ κελεύει τὴν δύναμιν παραστᾶσαν καθελεῖν τὸ τεῖχος εἰς ἔδαφος. καὶ ταῦτα ποιήσας ἀνέστρεψεν εἰς Ἀντιόχειαν ἐπαγόμενος Ὀνίαν τὸν ἀρχιερέα, ὃς καὶ Μενέλαος ἐκαλεῖτο. 12.384Λυσίας γὰρ συνεβούλευσεν τῷ βασιλεῖ τὸν Μενέλαον ἀνελεῖν, εἰ βούλεται τοὺς Ἰουδαίους ἠρεμεῖν καὶ μηδὲν ἐνοχλεῖν αὐτῷ· τοῦτον γὰρ ἄρξαι τῶν κακῶν πείσαντʼ αὐτοῦ τὸν πατέρα τοὺς Ἰουδαίους ἀναγκάσαι τὴν πάτριον θρησκείαν καταλιπεῖν. 12.385πέμψας οὖν τὸν Μενέλαον βασιλεὺς εἰς Βέροιαν τῆς Συρίας διέφθειρεν ἀρχιερατεύσαντα μὲν ἔτη δέκα, πονηρὸν δὲ γενόμενον καὶ ἀσεβῆ καὶ ἵνα αὐτὸς ἄρχῃ τὸ ἔθνος ἀναγκάσαντα τοὺς ἰδίους παραβῆναι νόμους. ἀρχιερεὺς δὲ ἐγένετο μετὰ τὸν Μενελάου θάνατον Ἄλκιμος καὶ Ἰάκιμος κληθείς. 12.386 δὲ βασιλεὺς Ἀντίοχος ὁρῶν ἤδη τὸν Φίλιππον κρατοῦντα τῶν πραγμάτων ἐπολέμει πρὸς αὐτὸν καὶ λαβὼν αὐτὸν ὑποχείριον ἀπέκτεινεν. 12.387 δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλʼ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα. 12.388καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν. 12.389

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς. 12.390συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ. καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται. 12.391συστραφέντες δὲ πρὸς αὐτὸν πολλοὶ τῶν Ἰουδαίων πονηροὶ καὶ φυγάδες καὶ μετʼ αὐτῶν Ἄλκιμος ἀρχιερεύς, κατηγόρουν τοῦ ἔθνους παντὸς καὶ Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, 12.392λέγοντες ὡς τοὺς φίλους αὐτοῦ πάντας ἀπεκτόνασιν καὶ ὅσοι τὰ ἐκείνου φρονοῦντες καὶ περιμένοντες αὐτὸν ὑπῆρχον ἐν τῇ βασιλείᾳ τούτους ἀπολωλέκασιν αὐτούς τε τῆς οἰκείας γῆς ἐκβαλόντες ἀλλοτρίας ἐπήλυδας πεποιήκασιν, ἠξίουν τε πέμψαντα τῶν ἰδίων τινὰ φίλων γνῶναι διʼ αὐτοῦ τὰ ὑπὸ τῶν περὶ Ἰούδαν τετολμημένα. 12.393

δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. 12.394ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος· δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν. 12.395 δʼ οὐκ ἐπίστευσεν· ἑώρα γάρ, ὅτι μετὰ στρατιᾶς πάρεστιν τοσαύτης, μεθʼ ὅσης ἐπὶ πόλεμόν τις, ἀλλʼ οὐκ ἐπʼ εἰρήνην ἔρχεται. τινὲς μέντοι γε τῶν ἐκ τοῦ δήμου προσέχοντες οἷς Βακχίδης ἐπεκηρυκεύσατο καὶ νομίσαντες οὐδὲν αὐτοὺς ὑπὸ Ἀλκίμου πείσεσθαι δεινὸν ὄντος ὁμοφύλου πρὸς αὐτοὺς ἀνεχώρησαν, 12.396καὶ λαβόντες ὅρκους παρʼ ἀμφοτέρων μήτε αὐτούς τι παθεῖν μήτε τοὺς ἐκ τῆς αὐτῆς ὄντας προαιρέσεως ἐπίστευσαν αὑτοὺς ἐκείνοις. δὲ Βακχίδης ὀλιγωρήσας τῶν ὅρκων ἑξήκοντα μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ ἄλλους, ὅσοι διενοοῦντο πρὸς αὐτὸν ἀναχωρεῖν, ἐπέστρεψεν τοῖς πρώτοις τὴν πίστιν μὴ φυλάξας. 12.397ἐπεὶ δʼ ἐκ τῶν Ἱεροσολύμων ἀπελθὼν κατὰ κώμην Βηρζηθὼ λεγομένην ἐγένετο, πέμψας συλλαμβάνει πολλοὺς τῶν αὐτομολούντων καί τινας τοῦ λαοῦ καὶ πάντας ἀποκτείνας προσέταξεν τοῖς ἐν τῇ χώρᾳ πᾶσιν ὑπακούειν Ἀλκίμῳ, καὶ μετὰ στρατιᾶς τινος, ἵνʼ ἔχῃ τηρεῖν τὴν χώραν αὐτοῦ, καταλιπὼν αὐτὸν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα Δημήτριον ὑπέστρεψεν. 12.398

Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο· 12.399τούτων δʼ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ἰούδα φρονοῦντας ηὕρισκεν ἐφόνευεν. 12.400ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλʼ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι. 12.401παραγενόμενος οὖν εἰς Ἀντιόχειαν παρώξυνεν αὐτὸν ἐπὶ τὸν Ἰούδαν, κατηγορῶν ὡς πολλὰ μὲν ὑπʼ αὐτοῦ πεπόνθοι κακά, πλείω δὲ γένοιτʼ ἄν, εἰ μὴ προκαταληφθείη καὶ δοίη δίκην δυνάμεως ἐπʼ αὐτὸν ἰσχυρᾶς ἀποσταλείσης. 12.402

δὲ Δημήτριος τοῦτʼ ἤδη καὶ τοῖς ἰδίοις αὐτοῦ πράγμασιν ἐπισφαλὲς ἡγησάμενος εἶναι τὸ περιιδεῖν Ἰούδαν ἐν ἰσχύι τοσαύτῃ γενόμενον, ἐκπέμπει Νικάνορα τὸν εὐνούστατον αὐτῷ καὶ πιστότατον τῶν φίλων, οὗτος γάρ ἐστιν καὶ ἀπὸ τῆς Ῥωμαίων πόλεως αὐτῷ συμφυγών, καὶ δοὺς δύναμιν ὅσην ὑπέλαβεν ἀρκέσειν αὐτῷ πρὸς τὸν Ἰούδαν ἐκέλευσεν μηδεμίαν φειδὼ ποιεῖσθαι τοῦ ἔθνους. 12.403 δὲ Νικάνωρ παραγενόμενος εἰς Ἱεροσόλυμα πολεμεῖν μὲν εὐθὺς οὐ διέγνω τῷ Ἰούδᾳ, δόλῳ δʼ ὑποχείριον λαβεῖν κρίνας προσπέμπει λόγους εἰρηνικοὺς αὐτῷ, μηδεμίαν μὲν ἀνάγκην εἶναι φάσκων πολεμεῖν καὶ κινδυνεύειν, ὅρκους δʼ αὐτῷ διδόναι περὶ τοῦ μηδὲν πείσεσθαι δεινόν· ἥκειν γὰρ μετὰ φίλων ἐπὶ τῷ ποιῆσαι φανερὰν αὐτοῖς τὴν Δημητρίου τοῦ βασιλέως διάνοιαν, ὡς περὶ τοῦ γένους αὐτῶν φρονεῖ. 12.404ταῦτα διαπρεσβευσαμένου τοῦ Νικάνορος Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πεισθέντες καὶ μηδεμίαν ἀπάτην ὑποπτεύσαντες διδόασιν πίστεις αὐτῷ καὶ δέχονται τὸν Νικάνορα μετὰ τῆς δυνάμεως. δὲ ἀσπασάμενος τὸν Ἰούδαν καὶ μεταξὺ προσομιλῶν δίδωσι τοῖς οἰκείοις τι σημεῖον, ὅπως συλλάβωσι τὸν Ἰούδαν. 12.405 δὲ συνεὶς τὴν ἐπιβουλὴν ἐκπηδήσας πρὸς τοὺς ἰδίους συνέφυγεν. φανερᾶς δὲ τῆς προαιρέσεως αὐτοῦ καὶ τῆς ἐνέδρας Νικάνωρ γενομένης πολεμεῖν ἔκρινεν τῷ Ἰούδᾳ, καὶ συγκροτήσας καὶ παρασκευασάμενος τὰ πρὸς τὴν μάχην συμβάλλει κατά τινα κώμην Καφαρσαλαμὰ καὶ νικήσας ἀναγκάζει τὸν Ἰούδαν ἐπὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν φεύγειν. 12.406

Ἔτι δʼ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ. δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ἰούδαν λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν. 12.407καὶ μὲν ταῦτʼ ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν Ἱεροσολύμων, οἱ δʼ ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς. 12.408 δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ἱεροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως· Ἰούδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων. 12.409τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἵων ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν. 12.410οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας. ἐπιδιώκων δὲ Ἰούδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους. 12.411οἱ δʼ ἐν αὐταῖς ἀκούσαντες ἐξεπήδων ὡπλισμένοι καὶ τοῖς φεύγουσιν ὑπαντῶντες ἔκτεινον αὐτοὺς γενόμενοι κατὰ πρόσωπον, ὥστʼ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν ὄντων αὐτῶν ἐνακισχιλίων. 12.412τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ἰουδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου. ἄγουσιν δʼ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ἰουδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη. 12.413

Τῷ δʼ ἀρχιερεῖ τῷ Ἀλκίμῳ βουληθέντι καθελεῖν τὸ τεῖχος τοῦ ἁγίου παλαιὸν ὂν καὶ κατεσκευασμένον ὑπὸ τῶν ἀρχαίων προφητῶν, πληγή τις αἰφνίδιος ἐκ τοῦ θεοῦ προσέπεσεν, ὑφʼ ἧς ἄφωνός τε ἐπὶ τὴν γῆν κατηνέχθη καὶ βασανισθεὶς ἐπὶ συχνὰς ἡμέρας ἀπέθανεν ἀρχιερατεύσας ἔτη τέσσαρα. 12.414τελευτήσαντος δὲ τούτου τὴν ἀρχιερωσύνην λαὸς τῷ Ἰούδᾳ δίδωσιν, ὃς ἀκούσας περὶ τῆς Ῥωμαίων δυνάμεως καὶ ὅτι καταπεπολεμήκασιν τήν τε Γαλατίαν καὶ τὴν Ἰβηρίαν καὶ Καρχηδόνα τῆς Λιβύης καὶ πρὸς τούτοις τὴν Ἑλλάδα κεχείρωνται καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ τὸν μέγαν Ἀντίοχον, ἔγνω φιλίαν ποιήσασθαι πρὸς αὐτούς. 12.415πέμψας οὖν εἰς τὴν Ῥώμην τῶν αὐτοῦ φίλων Εὐπόλεμον τὸν Ἰωάννου υἱὸν καὶ Ἰάσονα τὸν Ἐλεαζάρου παρεκάλει διʼ αὐτῶν συμμάχους εἶναι καὶ φίλους, καὶ Δημητρίῳ γράψαι, ὅπως μὴ πολεμῇ τοὺς Ἰουδαίους. 12.416ἐλθόντας δὲ εἰς τὴν Ῥώμην τοὺς παρὰ τοῦ Ἰούδα πρεσβευτὰς σύγκλητος δέχεται καὶ διαλεχθεῖσα περὶ ὧν ἐπέμφθησαν τὴν συμμαχίαν ἐπινεύει. ποιήσασα δὲ περὶ τούτου δόγμα τὸ μὲν ἀντίγραφον εἰς τὴν Ἰουδαίαν ἀπέστειλεν, αὐτὸ δʼ εἰς τὸ Καπετώλιον εἰς χαλκᾶς ἐγγράψαντες δέλτους ἀνέθεσαν. 12.417ἦν δὲ τοιοῦτον· “δόγμα συγκλήτου περὶ συμμαχίας καὶ εὐνοίας τῆς πρὸς τὸ ἔθνος τὸ Ἰουδαίων. μηδένα τῶν ὑποτεταγμένων Ῥωμαίοις πολεμεῖν τῷ Ἰουδαίων ἔθνει μηδὲ τοῖς πολεμοῦσι χορηγεῖν σῖτον πλοῖα χρήματα. 12.418ἐὰν δὲ ἐπίωσί τινες Ἰουδαίοις, βοηθεῖν Ῥωμαίους αὐτοῖς κατὰ τὸ δυνατόν, καὶ πάλιν, ἂν τῇ Ῥωμαίων ἐπίωσίν τινες, Ἰουδαίους αὐτοῖς συμμαχεῖν. ἂν δέ τι πρὸς ταύτην τὴν συμμαχίαν θελήσῃ τὸ τῶν Ἰουδαίων ἔθνος προσθεῖναι ἀφελεῖν, τοῦτο κοινῇ γινέσθω γνώμῃ τοῦ δήμου τοῦ Ῥωμαίων, δʼ ἂν προστεθῇ τοῦτʼ εἶναι κύριον. 12.419ἐγράφη τὸ δόγμα ὑπὸ Εὐπολέμου τοῦ Ἰωάννου παιδὸς καὶ ὑπὸ Ἰάσονος τοῦ Ἐλεαζάρου ἐπʼ ἀρχιερέως μὲν τοῦ ἔθνους Ἰούδα, στρατηγοῦ δὲ Σίμωνος τοῦ ἀδελφοῦ αὐτοῦ.” καὶ τὴν μὲν πρώτην Ῥωμαίοις πρὸς Ἰουδαίους φιλίαν καὶ συμμαχίαν οὕτως συνέβη γενέσθαι. 12.420

Δημήτριος δʼ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν. 12.421ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο. 12.422μαθὼν δὲ τὸν Ἰούδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπʼ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων· τῷ Ἰούδᾳ δʼ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων. 12.423Ἰούδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν καὶ τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἷός τʼ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, καὶ προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην. 12.424τῶν δὲ λεγόντων, ὡς οὐκ εἰσὶ πρὸς τοσοῦτο μέγεθος στρατιᾶς ἀξιόμαχοι, συμβουλευόντων δὲ νῦν μὲν ἀναχωρεῖν καὶ σώζειν αὐτούς, αὖθις δὲ συναγαγόντας τοὺς ἰδίους τοῖς ἐχθροῖς συμβαλεῖν, “μὴ τοῦτʼ, εἶπεν, ἥλιος ἐπίδοι γενόμενον, ἵνʼ ἐγὼ τὰ νῶτά μου δείξω τοῖς πολεμίοις. 12.425ἀλλʼ εἰ καὶ τελευτὴν παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν.” καὶ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν. 12.426

δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δʼ ἦν ἐπὶ τοῦ δεξιοῦ. 12.427οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι. 12.428τὸ δʼ αὐτὸ ποιήσας Ἰούδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν Ἰούδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὥρμησεν ἐπʼ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα. 12.429ὠσάμενος δʼ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι. 12.430 δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ. πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφʼ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς. 12.431πεσόντος δὲ Ἰούδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον. 12.432λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις. 12.433καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ἰούδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθʼ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα. 12.434τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας. τὴν δʼ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11 Joseph. AJ 12 (English) >>Joseph. AJ 13

Powered by PhiloLogic