Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.104 Joseph. AJ 13.110 (English) >>Joseph. AJ 13.116

13.108τοῖς δὲ Ἀντιοχεῦσιν καὶ πρότερον ἦν προσκεκρουκὼς Ἀλέξανδρος διὰ τὸν Ἀμμώνιον· πολλὰ γὰρ ὑπʼ αὐτοῦ πεπόνθεισαν κακά. τιμωρίαν μέντοι τῶν τετολμημένων Ἀμμώνιος ὑπέσχεν κατασφαγεὶς αἰσχρῶς ὡς γυνή, κρύπτειν ἑαυτὸν σπουδάσας στολῇ γυναικείῳ, καθὼς ἐν ἄλλοις δεδηλώκαμεν. 13.109

Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν· 13.110ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον. 13.111ἓν δʼ ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο· 13.112μισοῦντες γὰρ τὸν Ἀλέξανδρον οἱ Ἀντιοχεῖς διὰ τὸν Ἀμμώνιον, ὡς δεδηλώκαμεν, ῥᾳδίως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ μὲν ἐκπεσὼν τῆς Ἀντιοχείας ἦλθεν εἰς Κιλικίαν. 13.113ἐλθὼν δὲ πρὸς τοὺς Ἀντιοχεῖς Πτολεμαῖος βασιλεὺς ὑπʼ αὐτῶν καὶ τῶν στρατευμάτων ἀναδείκνυται καὶ ἀναγκασθεὶς δύο περιτίθεται διαδήματα, ἓν μὲν τὸ τῆς Ἀσίας, ἕτερον δὲ τὸ τῆς Αἰγύπτου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.104 Joseph. AJ 13.110 (English) >>Joseph. AJ 13.116

Powered by PhiloLogic