Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.146 Joseph. AJ 13.150 (English) >>Joseph. AJ 13.154

13.148

Συγχωρήσαντος οὖν Ἀντιόχου δύναμιν αὐτῷ συναγαγόντι πολλὴν ἔκ τε Συρίας καὶ Φοινίκης τοῖς Δημητρίου πολεμῆσαι στρατηγοῖς εὐθὺς ὥρμησεν εἰς τὰς πόλεις. αἱ δὲ λαμπρῶς μὲν ἐξεδέξαντο, στρατιὰν δʼ οὐκ ἔδοσαν. 13.149παραγενόμενος δʼ ἐκεῖθεν πρὸς Ἀσκάλωνα πόλιν καὶ τῶν Ἀσκαλωνιτῶν φιλοτίμως αὐτῷ μετὰ δώρων ἀπαντησάντων, αὐτούς τε τούτους παρεκάλει καὶ τῶν ἐν τῇ κοίλῃ Συρίᾳ πόλεων ἑκάστην ἀποστᾶσαν Δημητρίου προσθέσθαι μὲν Ἀντιόχῳ, σὺν αὐτῷ δὲ πολεμούσας πειρᾶσθαι παρὰ Δημητρίου δίκην λαμβάνειν ὧν ἁμάρτοι ποτʼ εἰς αὐτάς· εἶναι δʼ αὐταῖς βουλομέναις ταῦτα φρονεῖν πολλὰς αἰτίας. 13.150πείσας δʼ ὁμολογῆσαι πρὸς τὸν Ἀντίοχον συμμαχεῖν τὰς πόλεις εἰς Γάζαν παρεγένετο προσαξόμενος καὶ τὴν παρὰ τούτων εὔνοιαν Ἀντιόχῳ. πολὺ δʼ εὗρεν τῆς προσδοκίας τοὺς Γαζαίους ἀλλοτριώτερον ἔχοντας· ἀπέκλεισαν γὰρ αὐτῷ τὰς πύλας καὶ τὸν Δημήτριον ἐγκαταλιπόντες οὐκ ἔγνωσαν Ἀντιόχῳ προσχωρῆσαι. 13.151τοῦτο παρώξυνεν εἰς πολιορκίαν τὸν Ἰωνάθην καὶ τῆς χώρας τὴν κάκωσιν· μέρος γὰρ τῆς στρατιᾶς περικαθίσας τῇ Γάζῃ τῷ λοιπῷ τὴν γῆν αὐτὸς ἐπιὼν διέφθειρεν καὶ ἐνεπίμπρα. ταῦτα δὲ πάσχοντας ἑαυτοὺς ὁρῶντες οἱ Γαζῖται καὶ μηδεμίαν ἀπὸ Δημητρίου βοήθειαν αὐτοῖς γινομένην, ἀλλὰ τὸ μὲν λυποῦν ἤδη παρόν, τὸ δʼ ὠφελῆσον μακρὰν ἔτι καὶ ἄδηλον εἰ παραγένοιτο, σῶφρον ἔκριναν εἶναι τοῦτʼ ἀφέντες παραμένειν ἐκεῖνο θεραπεύειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.146 Joseph. AJ 13.150 (English) >>Joseph. AJ 13.154

Powered by PhiloLogic