Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.175 Joseph. AJ 13.180 (English) >>Joseph. AJ 13.186

13.178φυγὴν οὖν ἐβουλεύσαντο, καὶ πυρὰ καύσαντες πολλά, ὡς ὁρῶντες οἱ πολέμιοι μένειν αὐτοὺς ὑπολάβοιεν, ἀνεχώρησαν. δὲ Ἰωνάθης ἕωθεν προσμίξας αὐτῶν τῷ στρατοπέδῳ καὶ καταλαβὼν ἔρημον αὐτό, συνεὶς ὅτι πεφεύγασιν ἐδίωκεν. 13.179οὐ μέντοι φθάνει καταλαβεῖν· ἤδη γὰρ τὸν Ἐλεύθερον ποταμὸν διαβεβηκότες ἦσαν ἐν ἀσφαλεῖ. ποιησάμενος οὖν ἐκεῖθεν τὴν ὑποστροφὴν εἰς τὴν Ἀραβίαν καὶ πολεμήσας τοὺς Ναβατηνοὺς καὶ πολλὴν αὐτῶν λείαν ἀπελάσας καὶ λαβὼν αἰχμαλώτους ἐλθὼν εἰς Δαμασκὸν ἐκεῖ πάντα ἀπέδοτο. 13.180ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σίμων ἀδελφὸς αὐτοῦ τὴν Ἰουδαίαν ἅπασαν ἐπελθὼν καὶ τὴν Παλαιστίνην ἕως Ἀσκάλωνος ἠσφαλίσατο φρουρίοις, καὶ ποιήσας ταῦτα καὶ τοῖς οἰκοδομήμασιν ὀχυρώτατα καὶ ταῖς φυλακαῖς ἦλθεν εἰς Ἰόππην καὶ καταλαβόμενος αὐτὴν εἰσήγαγεν μεγάλην φρουράν· ἤκουσε γὰρ τοὺς Ἰοππηνοὺς βουλομένους τοῖς Δημητρίου στρατηγοῖς παραδοῦναι τὴν πόλιν. 13.181

Ταῦτʼ οὖν διοικησάμενοι τε Σίμων καὶ Ἰωνάθης ἦλθον εἰς Ἱεροσόλυμα. συναγαγὼν δὲ τὸν λαὸν ἅπαντα εἰς τὸ ἱερὸν Ἰωνάθης συνεβουλεύετο τά τε τείχη τῶν Ἱεροσολυμιτῶν ἐπισκευάσαι καὶ τὸ καθῃρημένον τοῦ περὶ τὸ ἱερὸν περιβόλου πάλιν ἀναστῆσαι καὶ πύργοις ὑψηλοῖς ἐξοχυρῶσαι τὰ περὶ αὐτό, 13.182πρὸς τούτοις δὲ καὶ μέσον τῆς πόλεως ἄλλο τεῖχος ἀνοικοδομησαμένους ἀποφράξαι τοῖς ἐν τῇ ἄκρᾳ φρουροῖς τὴν πόλιν καὶ τῆς εὐπορίας αὐτοὺς τῶν σιτίων τοῦτον ἀποκλεῖσαι τὸν τρόπον, ἔτι γε μὴν καὶ τὰ ἐν τῇ χώρᾳ φρούρια ποιῆσαι πολὺ τῆς ὑπαρχούσης αὐτοῖς ἀσφαλείας ὀχυρώτερα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.175 Joseph. AJ 13.180 (English) >>Joseph. AJ 13.186

Powered by PhiloLogic