Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.184 Joseph. AJ 13.190 (English) >>Joseph. AJ 13.195

13.188ἀπάτῃ δʼ αὐτὸν καὶ δόλῳ κρίνας ἀνελεῖν εἰς Βαιθσὰν ἐκ τῆς Ἀντιοχείας παραγίνεται τὴν καλουμένην ὑφʼ Ἑλλήνων Σκυθόπολιν, εἰς ἣν μετὰ τεσσάρων αὐτῷ μυριάδων Ἰωνάθης ἀπήντησεν ἐπιλέκτου στρατοῦ· πολεμήσοντα γὰρ αὐτὸν ἥκειν ὑπελάμβανεν. 13.189 δʼ ἕτοιμον εἰς μάχην γνοὺς τὸν Ἰωνάθην ὑπέρχεται δώροις αὐτὸν καὶ φιλοφρονήσει, καὶ τοῖς ἡγεμόσιν αὐτοῦ πειθαρχεῖν Ἰωνάθῃ προσέταξεν, τούτοις πιστώσασθαι βουλόμενος εὔνοιαν καὶ πᾶσαν ὑπόνοιαν ἐξελεῖν εἰς τὸ καταφρονήσαντα λαβεῖν ἀφύλακτον οὐδὲν προορώμενον. 13.190τήν τε στρατιὰν συνεβούλευεν ἀπολῦσαι· καὶ γὰρ νῦν οὐ δεόντως αὐτὴν ἐπάγεσθαι, πολέμου μὲν οὐκ ὄντος, εἰρήνης δὲ ἐχούσης τὰ πράγματα· κατασχόντα μέντοι γε περὶ αὐτὸν ὀλίγους εἰς Πτολεμαΐδα συνελθεῖν παρεκάλει· παραδώσειν γὰρ αὐτῷ τὴν πόλιν τά τε ἄλλα πάνθʼ ὅσα κατὰ τὴν χώραν ἐστὶν ὀχυρώματα ποιήσειν ἐπʼ αὐτῷ· καὶ γὰρ τούτων ἕνεκα παρεῖναι. 13.191

μὲν οὖν Ἰωνάθης οὐδὲν τούτων ὑπονοήσας, ἀλλʼ ὑπʼ εὐνοίας καὶ γνώμης ἀληθοῦς τὸν Τρύφωνα συμβουλεῦσαι ταῦτα πιστεύσας τὴν μὲν στρατιὰν ἀπέλυσεν, τρισχιλίους δὲ κατασχὼν μόνους τοὺς μὲν δισχιλίους ἐν τῇ Γαλιλαίᾳ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν χιλίων ἧκεν εἰς Πτολεμαΐδα σὺν Τρύφωνι. 13.192τῶν δʼ ἐν τῇ Πτολεμαΐδι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, Ἰωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.184 Joseph. AJ 13.190 (English) >>Joseph. AJ 13.195

Powered by PhiloLogic