Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.199 Joseph. AJ 13.204 (English) >>Joseph. AJ 13.208

13.202συναθροίσας δʼ εὐθὺς πᾶν ὅσον ἦν τὸ πολεμικὸν τῆς οἰκείας ἰσχύος ἔσπευδε τὰ τείχη τῆς πόλεως ἀνοικοδομῆσαι, καὶ πύργοις αὐτὴν ὑψηλοτάτοις καὶ καρτεροῖς ἀσφαλισάμενος ἀπέστειλεν μὲν Ἰωνάθην τινὰ φίλον Ἀψαλώμου παῖδα μετὰ στρατιᾶς εἰς Ἰόππην προστάξας αὐτῷ τοὺς οἰκήτορας ἐκβαλεῖν· ἐδεδίει γάρ, μὴ παραδῶσιν οὗτοι τὴν πόλιν τῷ Τρύφωνι. αὐτὸς δʼ ὑπομείνας ἐφύλαττε τὰ Ἱεροσόλυμα. 13.203

δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δʼ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπʼ ὄρους κειμένη τυγχάνει, ὑφʼ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία. 13.204γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως· ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον. 13.205 δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετʼ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.199 Joseph. AJ 13.204 (English) >>Joseph. AJ 13.208

Powered by PhiloLogic