Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.209 Joseph. AJ 13.214 (English) >>Joseph. AJ 13.217

13.212καὶ περὶ μὲν τῆς Ἰωνάθου ταφῆς καὶ τῆς τῶν μνημείων οἰκοδομίας τοῖς οἰκείοις Σίμωνος τοσαύτην σπουδὴν οἴδαμεν γενομένην. ἀπέθανεν δὲ Ἰωνάθης ἀρχιερατεύων ἔτη τέσσαρα προστὰς τοῦ γένους. καὶ τὰ μὲν περὶ τῆς τούτου τελευτῆς ἐν τούτοις ἦν. 13.213

Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν· δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν. 13.214τοσαύτη δʼ ἦν τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστʼ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου· εὐτύχησαν γὰρ ἐπʼ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν. 13.215κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφʼ οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον τὸ ἱερόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.209 Joseph. AJ 13.214 (English) >>Joseph. AJ 13.217

Powered by PhiloLogic