Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.215 Joseph. AJ 13.218 (English) >>Joseph. AJ 13.223

13.217ταῦτα λέγων πείθει τὸ πλῆθος παραινῶν αὐτῷ τὰ συμφέροντα. καὶ πάντες προσβαλόντες καθῄρουν τὸ ὄρος καὶ μήτε νυκτὸς μήθʼ ἡμέρας ἀπολυόμενοι τοῦ ἔργου τρισὶν αὐτὸ τοῖς πᾶσιν ἔτεσιν κατήγαγον εἰς ἔδαφος καὶ πεδινὴν λειότητα. καὶ τὸ λοιπὸν ἐξεῖχεν ἁπάντων τὸ ἱερὸν τῆς ἄκρας καὶ τοῦ ὄρους ἐφʼ ἦν καθῃρημένων. καὶ τὰ μὲν ἐπὶ Σίμωνος πραχθέντα τοῦτον εἶχεν τὸν τρόπον. 13.218

Μετʼ οὐ πολὺ δὲ τῆς αἰχμαλωσίας τῆς Δημητρίου τὸν Ἀλεξάνδρου υἱὸν Ἀντίοχον, ὃς καὶ Θεὸς ἐπεκλήθη, Τρύφων διέφθειρεν ἐπιτροπεύων αὐτοῦ τέσσαρα βασιλεύσαντα ἔτη. καὶ τὸν μέν, ὡς χειριζόμενος ἀποθάνοι, διήγγειλεν· 13.219τοὺς δὲ φίλους καὶ τοὺς οἰκειοτάτους διέπεμπε πρὸς τοὺς στρατιώτας, ἐπαγγελλόμενος αὐτοῖς χρήματα πολλὰ δώσειν, εἰ βασιλέα χειροτονήσουσιν αὐτόν, Δημήτριον μὲν ὑπὸ Πάρθων αἰχμάλωτον γεγονέναι μηνύων, τὸν δʼ ἀδελφὸν αὐτοῦ Ἀντίοχον παρελθόντα εἰς τὴν ἀρχὴν πολλὰ ποιήσειν αὐτοῖς κακὰ τῆς ἀποστάσεως ἀμυνόμενον. 13.220οἱ δʼ ἐλπίσαντες εὐπορίαν ἐκ τῆς Τρύφωνι δοθείσης βασιλείας ἀποδεικνύουσιν αὐτὸν ἄρχοντα. γενόμενος δὲ τῶν πραγμάτων ἐγκρατὴς Τρύφων διέδειξεν τὴν αὐτοῦ φύσιν οὖσαν πονηράν· ἰδιώτης μὲν γὰρ ὢν ἐθεράπευεν τὸ πλῆθος καὶ μετριότητα ὑπεκρίνατο δελεάζων αὐτὸ τούτοις εἰς ἅπερ ἐβούλετο, τὴν δὲ βασιλείαν λαβὼν ἀπεδύσατο τὴν ὑπόκρισιν καὶ ἀληθὴς Τρύφων ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.215 Joseph. AJ 13.218 (English) >>Joseph. AJ 13.223

Powered by PhiloLogic