13.222ἀλωμένου δὲ καὶ Ἀντιόχου τοῦ Δημητρίου ἀδελφοῦ, ὃς ἐπεκαλεῖτο Σωτήρ, καὶ μηδεμιᾶς αὐτὸν πόλεως δεχομένης διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν Κλεοπάτρα καλοῦσα πρὸς αὐτὴν ἐπί τε γάμῳ καὶ βασιλείᾳ. ἐκάλει δὲ τὸν Ἀντίοχον ἐπὶ τούτοις ἅμα μὲν τῶν φίλων αὐτὴν ἀναπεισάντων, ἅμα δὲ καὶ τὴν πόλιν ἐνδιδόντων τινῶν ἐκ τῆς Σελευκείας τῷ Τρύφωνι δείσασα.
13.223
Γενόμενος δʼ ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος καὶ τῆς ἰσχύος αὐτῷ καθʼ ἡμέραν αὐξανομένης ὥρμησε πολεμήσων τὸν Τρύφωνα, καὶ κρατήσας αὐτοῦ τῇ μάχῃ τῆς ἄνω Συρίας ἐξέβαλεν εἰς τὴν Φοινίκην διώξας ἄχρι ταύτης εἴς τε Δῶρα φρούριόν τι δυσάλωτον ἐπολιόρκει συμφυγόντα. πέμπει δὲ καὶ πρὸς Σίμωνα τὸν τῶν Ἰουδαίων ἀρχιερέα περὶ φιλίας καὶ συμμαχίας πρέσβεις.
13.224ὁ δὲ προσδέχεται προθύμως αὐτοῦ τὴν ἀξίωσιν, καὶ χρήματά τε πολλὰ καὶ τροφὴν τοῖς τὰ Δῶρα στρατιώταις πολιορκοῦσι πέμψας τὸν Ἀντίοχον ἀφθόνως ἐχορήγησεν, ὡς τῶν ἀναγκαιοτάτων αὐτῷ πρὸς ὀλίγον καιρὸν κριθῆναι φίλων. ὁ μὲν γὰρ Τρύφων ἐκ τῆς Δώρας φυγὼν εἰς Ἀπάμειαν καὶ ληφθεὶς ἐν αὐτῇ πολιορκίᾳ διεφθάρη βασιλεύσας ἔτη τρία.
13.225
Ὁ δʼ Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν.