Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.29 Joseph. AJ 13.34 (English) >>Joseph. AJ 13.40

13.32

Μαθὼν δʼ αὐτοῦ τὴν διάνοιαν Ἰωνάθης πρεσβεύεται πρὸς αὐτὸν περὶ φιλίας καὶ συμμαχίας, ὅπως ἀποδῶσιν ἀλλήλοις οὓς εἰλήφασιν αἰχμαλώτους ἑκάτεροι. 13.33νομίσας δὲ ταύτην εὐπρεπεστάτην Βακχίδης τὴν ἀναχώρησιν σπένδεται πρὸς τὸν Ἰωνάθην φιλίαν, καὶ ὤμοσαν μὴ στρατεύσειν ἔτι κατʼ ἀλλήλων, καὶ τούς τε αἰχμαλώτους ἀποδοὺς καὶ τοὺς οἰκείους κομισάμενος ὑπέστρεψεν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα καὶ μετὰ ταύτην τὴν ἀναχώρησιν οὐκέτι εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν. 13.34 δὲ Ἰωνάθης ταύτης τῆς ἀδείας λαβόμενος καὶ ποιούμενος ἐν Μαχμᾶ πόλει τὴν δίαιταν αὐτόθι τοῖς ὄχλοις διεῖπε τὰ πράγματα καὶ τοὺς πονηροὺς καὶ ἀσεβεῖς κολάζων ἐκάθηρεν οὕτως ἀπὸ τούτων τὸ ἔθνος. 13.35

Ἔτει δʼ ἑξηκοστῷ καὶ ἑκατοστῷ τὸν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸν Ἀλέξανδρον ἀναβάντα εἰς Συρίαν συνέβη καταλαβέσθαι Πτολεμαΐδα ἐκ προδοσίας τῶν ἔνδον στρατιωτῶν· ἀπεχθῶς γὰρ εἶχον πρὸς τὸν Δημήτριον διὰ τὴν ὑπερηφανίαν αὐτοῦ καὶ τὸ δυσέντευκτον. 13.36ἀποκλείσας γὰρ αὑτὸν εἰς τετραπύργιόν τι βασίλειον, κατεσκεύασεν αὐτὸς οὐκ ἄπωθεν τῆς Ἀντιοχείας, οὐδένα προσίετο, ἀλλὰ περὶ τὰ πράγματα ῥάθυμος ἦν καὶ ὀλίγωρος, ὅθεν αὐτῷ καὶ μᾶλλον τὸ παρὰ τῶν ὑποτεταγμένων μῖσος ἐξήφθη, καθὼς ἤδη καὶ ἐν ἄλλοις δεδηλώκαμεν. 13.37γενόμενον οὖν ἐν Πτολεμαΐδι τὸν Ἀλέξανδρον ἀκούσας Δημήτριος ἦγεν ἅπασαν ἀναλαβὼν ἐπʼ αὐτὸν τὴν δύναμιν. ἔπεμψεν δὲ καὶ πρὸς Ἰωνάθην πρέσβεις περὶ συμμαχίας καὶ εὐνοίας· φθάσαι γὰρ τὸν Ἀλέξανδρον διέγνω, μὴ προδιαλεχθεὶς ἐκεῖνος αὐτῷ σχῇ τὴν παρʼ αὐτοῦ βοήθειαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.29 Joseph. AJ 13.34 (English) >>Joseph. AJ 13.40

Powered by PhiloLogic