Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.1 Joseph. AJ 13.4 (English) >>Joseph. AJ 13.9

13.2μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου. 13.3συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρʼ ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας. 13.4Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν· δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθʼ οὕτως διέφθειρεν. 13.5ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδʼ ἐν οἷς φθείρεται. 13.6 δʼ Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.1 Joseph. AJ 13.4 (English) >>Joseph. AJ 13.9

Powered by PhiloLogic