Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.39 Joseph. AJ 13.44 (English) >>Joseph. AJ 13.49

13.43

Γνοὺς δὲ Ἀλέξανδρος τάς τε ὑποσχέσεις, ἃς ἐποιήσατο Δημήτριος πρὸς Ἰωνάθην, καὶ τὴν ἀνδρείαν αὐτοῦ καὶ ὁπόσα διέθηκεν πολεμῶν τοὺς Μακεδόνας καὶ πάλιν οἷα πεπονθὼς αὐτὸς εἴη ὑπὸ Δημητρίου καὶ Βακχίδου τοῦ Δημητρίου στρατηγοῦ, σύμμαχον οὐκ ἂν εὑρεῖν Ἰωνάθου ἀμείνω πρὸς τοὺς φίλους ἔλεγεν ἐν τῷ παρόντι καιρῷ, ὃς καὶ πρὸς τοὺς πολέμους ἐστὶν ἀνδρεῖος, καὶ μῖσος οἰκεῖον ἔχει πρὸς Δημήτριον πολλὰ πεπονθὼς ὑπʼ αὐτοῦ κακὰ καὶ πεποιηκώς. 13.44εἰ τοιγαροῦν δοκεῖ φίλον ποιεῖσθαι αὐτὸν κατὰ Δημητρίου, νῦν ἐστιν οὐκ ἄλλοτε χρησιμώτερον παρακαλεῖν αὐτὸν ἐπὶ τὴν συμμαχίαν.” δόξαν οὖν αὐτῷ καὶ τοῖς φίλοις πέμπειν πρὸς τὸν Ἰωνάθην γράφει τοιαύτην ἐπιστολήν· 13.45βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀδελφῷ χαίρειν. τὴν μὲν ἀνδρείαν σου καὶ πίστιν ἀκηκόαμεν πάλαι καὶ διὰ τοῦτο πεπόμφαμεν πρὸς σὲ περὶ φιλίας καὶ συμμαχίας. χειροτονοῦμεν δέ σε σήμερον ἀρχιερέα τῶν Ἰουδαίων καὶ φίλον ἐμὸν καλεῖσθαι. ἀπέσταλκά σοι καὶ δωρεὰς στολὴν πορφυρᾶν καὶ στέφανον χρύσεον καὶ παρακαλῶ τιμηθέντα ὑφʼ ἡμῶν ὅμοιον γίνεσθαι περὶ ἡμᾶς.” 13.46

Δεξάμενος δὲ Ἰωνάθης τὴν ἐπιστολὴν ἐνδύεται μὲν τὴν ἱερατικὴν στολὴν τῆς σκηνοπηγίας ἐνστάσης μετὰ ἔτη τέσσαρα τὸν ἀδελφὸν αὐτοῦ Ἰούδαν ἀποθανεῖν· καὶ γὰρ οὐδὲ κατὰ τοῦτον τὸν χρόνον ἀρχιερεύς τις ἐγεγόνει· συνάγει δὲ δύναμιν πολλὴν καὶ πλῆθος ὅπλων ἐχάλκευεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.39 Joseph. AJ 13.44 (English) >>Joseph. AJ 13.49

Powered by PhiloLogic