Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.41 Joseph. AJ 13.46 (English) >>Joseph. AJ 13.50

13.44εἰ τοιγαροῦν δοκεῖ φίλον ποιεῖσθαι αὐτὸν κατὰ Δημητρίου, νῦν ἐστιν οὐκ ἄλλοτε χρησιμώτερον παρακαλεῖν αὐτὸν ἐπὶ τὴν συμμαχίαν.” δόξαν οὖν αὐτῷ καὶ τοῖς φίλοις πέμπειν πρὸς τὸν Ἰωνάθην γράφει τοιαύτην ἐπιστολήν· 13.45βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀδελφῷ χαίρειν. τὴν μὲν ἀνδρείαν σου καὶ πίστιν ἀκηκόαμεν πάλαι καὶ διὰ τοῦτο πεπόμφαμεν πρὸς σὲ περὶ φιλίας καὶ συμμαχίας. χειροτονοῦμεν δέ σε σήμερον ἀρχιερέα τῶν Ἰουδαίων καὶ φίλον ἐμὸν καλεῖσθαι. ἀπέσταλκά σοι καὶ δωρεὰς στολὴν πορφυρᾶν καὶ στέφανον χρύσεον καὶ παρακαλῶ τιμηθέντα ὑφʼ ἡμῶν ὅμοιον γίνεσθαι περὶ ἡμᾶς.” 13.46

Δεξάμενος δὲ Ἰωνάθης τὴν ἐπιστολὴν ἐνδύεται μὲν τὴν ἱερατικὴν στολὴν τῆς σκηνοπηγίας ἐνστάσης μετὰ ἔτη τέσσαρα τὸν ἀδελφὸν αὐτοῦ Ἰούδαν ἀποθανεῖν· καὶ γὰρ οὐδὲ κατὰ τοῦτον τὸν χρόνον ἀρχιερεύς τις ἐγεγόνει· συνάγει δὲ δύναμιν πολλὴν καὶ πλῆθος ὅπλων ἐχάλκευεν. 13.47Δημήτριον δὲ σφόδρα ταῦτʼ ἐλύπησεν μαθόντα καὶ τῆς βραδυτῆτος ἑαυτὸν ἐποίησεν αἰτιᾶσθαι, ὅτι μὴ προλαβὼν Ἀλέξανδρον αὐτὸς ἐφιλανθρωπεύσατο τὸν Ἰωνάθην, ἀλλʼ ἐκείνῳ καταλίποι καιρὸν εἰς τοῦτο. γράφει τοίνυν καὶ αὐτὸς ἐπιστολὴν τῷ Ἰωνάθῃ καὶ τῷ δήμῳ δηλοῦσαν τάδε· 13.48βασιλεὺς Δημήτριος Ἰωνάθῃ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. ἐπειδὴ διετηρήσατε τὴν πρὸς ἡμᾶς φιλίαν καὶ πειράσασιν ὑμᾶς τοῖς ἐμοῖς ἐχθροῖς οὐ προσέθεσθε, καὶ ταύτην μὲν ὑμῶν ἐπαινῶ τὴν πίστιν καὶ παρακαλῶ δὲ τοῖς αὐτοῖς ἐμμένειν ἀποληψομένους ἀμοιβὰς παρʼ ἡμῶν καὶ χάριτας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.41 Joseph. AJ 13.46 (English) >>Joseph. AJ 13.50

Powered by PhiloLogic