Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.46 Joseph. AJ 13.50 (English) >>Joseph. AJ 13.56

13.49τοὺς γὰρ πλείστους ὑμῶν ἀνήσω τῶν φόρων καὶ τῶν συντάξεων, ἃς ἐτελεῖτε τοῖς πρὸ ἐμοῦ βασιλεῦσιν καὶ ἐμοί, νῦν τε ὑμῖν ἀφίημι τοὺς φόρους, οὓς ἀεὶ παρέχετε. πρὸς τούτοις καὶ τὴν τιμὴν ὑμῖν χαρίζομαι τῶν ἁλῶν καὶ τῶν στεφάνων, οὓς προσεφέρετε ἡμῖν, καὶ ἀντὶ τῶν τρίτων τοῦ καρποῦ καὶ τοῦ ἡμίσους τοῦ ξυλίνου καρποῦ τὸ γινόμενον ἐμοὶ μέρος ὑμῖν ἀφίημι ἀπὸ τῆς σήμερον ἡμέρας. 13.50καὶ ὑπὲρ κεφαλῆς ἑκάστης ἔδει μοι δίδοσθαι τῶν ἐν τῇ Ἰουδαίᾳ κατοικούντων καὶ τῶν τριῶν τοπαρχιῶν τῶν τῇ Ἰουδαίᾳ προσκειμένων Σαμαρείας καὶ Γαλιλαίας καὶ Περαίας, τούτους παραχωρῶ ὑμῖν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. 13.51καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἱερὰν καὶ ἄσυλον εἶναι βούλομαι καὶ ἐλευθέραν ἕως τῶν ὅρων αὐτῆς ἀπὸ τῆς δεκάτης καὶ τῶν τελῶν. τὴν δὲ ἄκραν ἐπιτρέπω τῷ ἀρχιερεῖ ὑμῶν Ἰωνάθῃ, οὓς δʼ ἂν αὐτὸς δοκιμάσῃ πιστοὺς καὶ φίλους τούτους ἐν αὐτῇ φρουροὺς καταστῆσαι, ἵνα φυλάσσωσιν ἡμῖν αὐτήν. 13.52καὶ Ἰουδαίων δὲ τοὺς αἰχμαλωτισθέντας καὶ δουλεύοντας ἐν τῇ ἡμετέρᾳ ἀφίημι ἐλευθέρους. κελεύω δὲ μηδὲ ἀγγαρεύεσθαι τὰ Ἰουδαίων ὑποζύγια· τὰ δὲ σάββατα καὶ ἑορτὴν ἅπασαν καὶ τρεῖς καὶ πρὸ τῆς ἑορτῆς ἡμέρας ἔστωσαν ἀτελεῖς. 13.53τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐν τῇ ἐμῇ κατοικοῦντας Ἰουδαίους ἐλευθέρους καὶ ἀνεπηρεάστους ἀφίημι, καὶ τοῖς στρατεύεσθαι μετʼ ἐμοῦ βουλομένοις ἐπιτρέπω καὶ μέχρις τρισμυρίων ἐξέστω τοῦτο· τῶν δʼ αὐτῶν, ὅποι ἂν ἀπίωσι, τεύξονται ὧν καὶ τὸ ἐμὸν στράτευμα μεταλαμβάνει. καταστήσω δʼ αὐτῶν οὓς μὲν εἰς τὰ φρούρια, τινὰς δὲ περὶ τὴν φυλακὴν τοὐμοῦ σώματος, καὶ ἡγεμόνας δὲ ποιήσω τῶν περὶ τὴν ἐμὴν αὐλήν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.46 Joseph. AJ 13.50 (English) >>Joseph. AJ 13.56

Powered by PhiloLogic