Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.80 Joseph. AJ 13.84 (English) >>Joseph. AJ 13.89

13.82καὶ Πτολεμαῖος μὲν ταῦτα γράψας παραγίνεται μετὰ σπουδῆς εἰς Πτολεμαΐδα καὶ Κλεοπάτραν ἄγων τὴν θυγατέρα. εὑρὼν δʼ ἐκεῖ τὸν Ἀλέξανδρον καθὼς ἐπέστειλεν προαπηντηκότα δίδωσιν αὐτῷ τὴν παῖδα καὶ φερνὴν ἄργυρόν τε καὶ χρυσὸν ὅσον εἰκὸς ἦν δοῦναι βασιλέα. 13.83

Τῶν δὲ γάμων ἐπιτελουμένων Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀρχιερεῖ γράψας ἐκέλευσεν αὐτὸν ἥκειν εἰς Πτολεμαΐδα. παραγενόμενος δὲ πρὸς τοὺς βασιλέας καὶ δωρησάμενος αὐτοὺς λαμπρᾶς τῆς παρʼ ἀμφοτέρων ἀπέλαυσε τιμῆς. 13.84Ἀλέξανδρος δʼ αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετʼ αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατʼ αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα. 13.85τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστʼ αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων. 13.86

Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.80 Joseph. AJ 13.84 (English) >>Joseph. AJ 13.89

Powered by PhiloLogic