Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13 Joseph. AJ 14 (English) >>Joseph. AJ 15

14.1

Τῶν note δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ ἄλλου τινὸς τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων διʼ ἄγνοιαν διὰ κάματον τῆς μνήμης προμηθούμενοι. 14.2τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας κάλλος, ὅσον δὴ τοῦτʼ ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ, 14.3τοῖς ἀναγνωσομένοις ἔχειν, ὡς ἂν μετὰ χάριτός τινος καὶ ἡδονῆς τὴν ἐμπειρίαν παραλαμβάνοιεν, πάντων δὲ μᾶλλον τῆς ἀκριβείας τοὺς συγγραφεῖς στοχάζεσθαι μηδὲν τοῦ τἀληθῆ λέγειν τοῖς περὶ ὧν οὐκ ἴσασιν αὐτοὶ πιστεύειν αὐτοῖς μέλλουσιν προτιμῶντας. 14.4

Παραλαβόντος γὰρ τὴν βασιλείαν Ὑρκανοῦ τῷ τρίτῳ ἔτει τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος, ὑπατεύοντος Ῥωμαίων Κυίντου Ὁρτησίου καὶ Κυίντου Μετέλλου, ὃς δὴ καὶ Κρητικὸς ἐπεκαλεῖτο, πόλεμον εὐθὺς ἐκφέρει πρὸς αὐτὸν Ἀριστόβουλος, καὶ τῆς μάχης αὐτῷ γενομένης πρὸς Ἱεριχοῦντι πολλοὶ τῶν στρατιωτῶν αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτομολοῦσιν. 14.5οὗ γενομένου φεύγει πρὸς τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών. 14.6καὶ λόγους ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν ὑπάρχουσαν αὐτῷ κτῆσιν. 14.7ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δʼ ὡς ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου. 14.8

Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν. 14.9Νικόλαος μέντοι φησὶν Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ, περὶ οὗ κατὰ καιρὸν δηλώσομεν. 14.10οὗτος τοίνυν Ἀντίπατρος Ἀντίπας τὸ πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς. 14.11τὴν οὖν Ἀριστοβούλου δυναστείαν νεώτερος Ἀντίπατρος ὑφορώμενος καὶ δεδιώς, μή τι πάθῃ διὰ τὸ πρὸς αὐτὸν μῖσος, ἐπισυνιστᾷ κατʼ αὐτοῦ κρύφα διαλεγόμενος τῶν Ἰουδαίων τοὺς δυναστεύοντας, ἄδικον εἶναι λέγων περιορᾶν Ἀριστόβουλον ἀδίκως ἔχοντα τὴν ἀρχήν, καὶ τὸν μὲν ἀδελφὸν ταύτης ἐκβεβληκότα πρεσβύτερον ὄντα, κατέχοντα δʼ αὐτὴν οὖσαν ἐκείνου διὰ τὸ πρεσβεῖον. 14.12τούτους τε συνεχῶς πρὸς τὸν Ὑρκανὸν ποιούμενος διετέλει τοὺς λόγους, καὶ ὅτι κινδυνεύσει τῷ ζῆν, εἰ μὴ φυλάξαιτο ποιήσας αὑτὸν ἐκποδών· τοὺς γὰρ φίλους τοὺς Ἀριστοβούλου μηδένα παραλείπειν καιρὸν ἔλεγεν συμβουλεύοντας αὐτὸν ἀνελεῖν ὡς τότε βεβαίως ἕξοντα τὴν ἀρχήν. 14.13τούτοις Ὑρκανὸς ἠπίστει τοῖς λόγοις φύσει χρηστὸς ὢν καὶ διαβολὴν διʼ ἐπιείκειαν οὐ προσιέμενος ῥᾳδίως. ἐποίει δʼ αὐτὸν τὸ ἄπραγμον καὶ τὸ παρειμένον τῆς διανοίας τοῖς ὁρῶσιν ἀγεννῆ καὶ ἄνανδρον δοκεῖν· τῆς δʼ ἐναντίας φύσεως ἦν Ἀριστόβουλος, δραστήριος καὶ διεγηγερμένος τὸ φρόνημα. 14.14

Ἐπειδὴ τοίνυν Ἀντίπατρος οὐ προσέχοντα ἑώρα τοῖς λόγοις τὸν Ὑρκανόν, οὐ διέλιπεν ἑκάστης ἡμέρας πλαττόμενος καὶ διαβάλλων πρὸς αὐτὸν τὸν Ἀριστόβουλον ὡς ἀποκτεῖναι θέλοντα, καὶ μόλις ἐγκείμενος πείθει πρὸς Ἀρέταν αὐτῷ συμβουλεύσας φυγεῖν τὸν Ἀράβων βασιλέα· πεισθέντι γὰρ ἔσεσθαι καὶ αὐτὸς σύμμαχος ὑπισχνεῖτο. 14.15 δὲ ταῦτʼ ἀκούων συμφέρειν ἦν ἐπὶ τῷ πρὸς τὸν Ἀρέταν ἀποδρᾶναι, ἔστιν δὲ ὅμορος τῇ Ἰουδαίᾳ Ἀραβία, καὶ δὴ πέμπει πρῶτον Ὑρκανὸς πρὸς τὸν τῶν Ἀράβων βασιλέα τὸν Ἀντίπατρον ληψόμενον πίστεις, ὡς οὐκ ἐκδώσει τοῖς ἐχθροῖς ἱκέτην αὐτοῦ γενόμενον. 14.16λαβὼν δὲ τὰς πίστεις Ἀντίπατρος ὑπέστρεψε πρὸς Ὑρκανὸν εἰς Ἱεροσόλυμα, καὶ μετʼ οὐ πολὺ παραλαβὼν αὐτὸν καὶ τῆς πόλεως ὑπεξελθὼν νύκτωρ καὶ πολλὴν ἀνύσας ὁδὸν ἧκεν ἄγων εἰς τὴν καλουμένην Πέτραν, ὅπου τὰ βασίλεια ἦν τῷ Ἀρέτᾳ. 14.17μάλιστα δὲ ὢν φίλος τῷ βασιλεῖ κατάγειν τὸν Ὑρκανὸν εἰς τὴν Ἰουδαίαν παρεκάλει· καὶ τοῦθʼ ἑκάστης ἡμέρας ποιῶν καὶ οὐκ ἀνιείς, ἀλλὰ καὶ δωρεὰς προϊέμενος, πείθει τὸν Ἀρέταν. 14.18οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δʼ αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη, Ζωϊρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα. 14.19

Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα. 14.20 δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων. 14.21 μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον. 14.22Ὀνίαν δέ τινα ὄνομα δίκαιον ὄντα καὶ θεοφιλῆ, ὃς ἀνομβρίας ποτὲ οὔσης ηὔξατο τῷ θεῷ λῦσαι τὸν αὐχμὸν καὶ γενόμενος ἐπήκοος θεὸς ὗσεν, κρύψαντα ἑαυτὸν διὰ τὸ τὴν στάσιν ὁρᾶν ἰσχυρὰν ἐπιμένουσαν, ἀναχθέντα εἰς τὸ στρατόπεδον τῶν Ἰουδαίων ἠξίουν, ὡς ἔπαυσε τὴν ἀνομβρίαν εὐξάμενος, ἵνʼ οὕτως ἀρὰς θῇ κατὰ Ἀριστοβούλου καὶ τῶν συστασιαστῶν αὐτοῦ. 14.23ἐπεὶ δὲ ἀντιλέγων καὶ παραιτούμενος ἐβιάσθη ὑπὸ τοῦ πλήθους, στὰς μέσος αὐτῶν εἶπεν· 14.24 θεὲ βασιλεῦ τῶν ὅλων, ἐπεὶ οἱ μετʼ ἐμοῦ συνεστῶτες σὸς δῆμός ἐστιν καὶ οἱ πολιορκούμενοι δὲ ἱερεῖς σοί, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ὑπακοῦσαι μήτε κατʼ ἐκείνων οὗτοι παρακαλοῦσιν εἰς τέλος ἀγαγεῖν.” καὶ τὸν μὲν ταῦτʼ εὐξάμενον περιστάντες οἱ πονηροὶ τῶν Ἰουδαίων κατέλευσαν. 14.25

δὲ θεὸς ταύτης αὐτοὺς παραχρῆμα ἐτιμωρήσατο τῆς ὠμότητος καὶ δίκην εἰσεπράξατο τοῦ Ὀνίου φόνου τούτῳ τῷ τρόπῳ· πολιορκουμένων τῶν ἱερέων καὶ τοῦ Ἀριστοβούλου συνέβη τὴν ἑορτὴν ἐπιστῆναι τὴν καλουμένην φάσκα, καθʼ ἣν ἔθος ἐστὶν ἡμῖν πολλὰ θύειν τῷ θεῷ. 14.26ἀποροῦντες δὲ θυμάτων οἱ περὶ τὸν Ἀριστόβουλον ἠξίωσαν αὐτοῖς τοὺς ὁμοφύλους παρασχεῖν χρήματα λαβόντας ἀντὶ τῶν θυμάτων ὅσα θέλουσιν. τῶν δέ, εἰ βούλονται λαβεῖν, χιλίας δραχμὰς ὑπὲρ ἑκάστης κεφαλῆς καταβαλεῖν κελευόντων, προθύμως τε Ἀριστόβουλος καὶ οἱ ἱερεῖς ὑπέστησαν καὶ διὰ τῶν τειχῶν καθιμήσαντες ἔδωκαν αὐτοῖς τὰ χρήματα. 14.27κἀκεῖνοι λαβόντες οὐκ ἀπέδωκαν τὰ θύματα, ἀλλʼ εἰς τοῦτο πονηρίας ἦλθον, ὥστε παραβῆναι τὰς πίστεις καὶ ἀσεβῆσαι τὸν θεὸν τὰ πρὸς τὰς θυσίας μὴ παρασχόντες τοῖς δεομένοις. 14.28παρασπονδηθέντες δὲ οἱ ἱερεῖς ηὔξαντο τὸν θεὸν δίκην αὐτῶν εἰσπράξασθαι παρὰ τῶν ὁμοφύλων, δὲ οὐκ ἀνεβάλετο τὴν τιμωρίαν, ἀλλὰ πνεῦμα πολὺ καὶ βίαιον ἐπιπέμψας τὸν καρπὸν ἁπάσης τῆς χώρας διέφθειρεν, ὡς τὸν μόδιον τοῦ σίτου τότε αὐτοὺς ἐξωνεῖσθαι δραχμῶν ἕνδεκα. 14.29

Ἐν τούτῳ πέμπει Σκαῦρον εἰς Συρίαν Πομπήιος αὐτὸς ὢν ἐν Ἀρμενίᾳ καὶ πολεμῶν ἔτι Τιγράνῃ. δὲ ἀφικόμενος εἰς Δαμασκὸν Λόλλιον καὶ Μέτελλον νεωστὶ τὴν πόλιν ᾑρηκότας εὑρὼν αὐτὸς εἰς τὴν Ἰουδαίαν ἠπείγετο. 14.30παραγενομένου δὲ πρέσβεις ἧκον πρὸς αὐτὸν παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ συμμαχεῖν ἀξιούντων ἑκατέροις. ὑπισχνουμένου δὲ Ἀριστοβούλου τετρακόσια δώσειν τάλαντα, τοῦ δὲ Ὑρκανοῦ τούτων οὐκ ἐλάττονα παρέξειν, προσδέχεται τὴν Ἀριστοβούλου ὑπόσχεσιν· 14.31καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν καὶ μετριωτέρων ἠξίου τυγχάνειν, δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς μάλιστα ὀχυρὰν καὶ δυνατήν, φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ εὖ πρὸς πόλεμον διακειμένων. 14.32τούτῳ τοίνυν προσθέμενος διὰ τὰς προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι. 14.33καὶ Σκαῦρος μὲν εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθʼ ὧν ἔπεσεν καὶ Φαλλίων Ἀντιπάτρου ἀδελφός. 14.34

Μετʼ οὐ πολὺ δὲ Πομπηίου εἰς Δαμασκὸν ἀφικομένου καὶ κοίλην Συρίαν ἐπιόντος ἧκον παρʼ αὐτὸν πρέσβεις ἐξ ὅλης Συρίας καὶ Αἰγύπτου καὶ ἐκ τῆς Ἰουδαίας· ἔπεμψε γὰρ αὐτῷ μέγα δῶρον Ἀριστόβουλος ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. 14.35μέμνηται δὲ τοῦ δώρου καὶ Στράβων Καππάδοξ λέγων οὕτως· “ἦλθεν δὲ καὶ ἐξ Αἰγύπτου πρεσβεία καὶ στέφανος ἀπὸ χρυσῶν τετρακισχιλίων καὶ ἐκ τῆς Ἰουδαίας εἴτε ἄμπελος εἴτε κῆπος· τερπωλὴν ὠνόμαζον τὸ δημιούργημα. 14.36τοῦτο μέντοι τὸ δῶρον ἱστορήκαμεν καὶ ἡμεῖς ἀνακείμενον ἐν Ῥώμῃ ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Καπετωλίου ἐπιγραφὴν ἔχον Ἀλεξάνδρου τοῦ τῶν Ἰουδαίων βασιλέως. ἐτιμήθη δὲ εἶναι πεντακοσίων ταλάντωνἈριστόβουλον μὲν οὖν τοῦτο λέγεται πέμψαι τὸν Ἰουδαίων δυνάστην. 14.37

Μετʼ οὐ πολὺ δὲ ἧκον πάλιν πρέσβεις πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, Νικόδημος δὲ ὑπὲρ Ἀριστοβούλου, ὃς δὴ καὶ κατηγόρει τῶν λαβόντων χρήματα Γαβινίου μὲν πρότερον Σκαύρου δὲ ὕστερον, τοῦ μὲν τριακόσια τοῦ δὲ τετρακόσια τάλαντα, πρὸς τοῖς ἄλλοις καὶ τούτους ἐχθροὺς αὐτῷ κατασκευάζων. 14.38κελεύσας δὲ ἥκειν τοὺς διαμφισβητοῦντας ἐνισταμένου τοῦ ἔαρος ἀναλαβὼν τὴν δύναμιν ἐκ τῶν χειμαδίων ὥρμησεν ἐπὶ τῆς Δαμασκηνῆς. καὶ τήν τε ἄκραν ἐν παρόδῳ τὴν ἐν Ἀπαμείᾳ κατέσκαψεν, ἣν Κυζικηνὸς ἐτείχισεν Ἀντίοχος, 14.39καὶ τὴν Πτολεμαίου τοῦ Μενναίου χώραν κατενόησεν, ἀνδρὸς πονηροῦ καὶ οὐδὲν ἐλάσσονος Διονυσίου τοῦ Τριπολίτου τοῦ πελεκισθέντος, ᾧπερ καὶ κηδεύων ἐτύγχανεν, χιλίοις μέντοι ταλάντοις ἐξωνησαμένου τὴν ὑπὲρ τῶν ἁμαρτημάτων τιμωρίαν, οἷς Πομπήιος τοὺς στρατιώτας ἐμισθοδότησεν. 14.40ἐξεῖλεν δὲ καὶ Λυσιάδα χωρίον, οὗ τύραννος ἦν Σίλας Ἰουδαῖος. διελθὼν δὲ τὰς πόλεις τήν τε Ἡλιούπολιν καὶ τὴν Χαλκίδα καὶ τὸ διεῖργον ὄρος ὑπερβαλὼν τὴν κοίλην προσαγορευομένην Συρίαν ἀπὸ τῆς ἄλλης εἰς Δαμασκὸν ἧκεν. 14.41ἔνθα δὴ καὶ τῶν Ἰουδαίων διήκουσεν καὶ τῶν ἡγουμένων αὐτῶν, οἳ πρός τε ἀλλήλους διεφέροντο Ὑρκανὸς καὶ Ἀριστόβουλος καὶ τὸ ἔθνος πρὸς ἀμφοτέρους, τὸ μὲν οὐκ ἀξιοῦν βασιλεύεσθαι· πάτριον γὰρ εἶναι τοῖς ἱερεῦσι τοῦ τιμωμένου παρʼ αὐτοῖς θεοῦ πειθαρχεῖν, ὄντας δὲ τούτους ἀπογόνους τῶν ἱερέων εἰς ἄλλην μετάγειν ἀρχὴν τὸ ἔθνος ζητῆσαι, ὅπως καὶ δοῦλον γένοιτο. 14.42Ὑρκανὸς δὲ κατηγόρει, ὅτι πρεσβύτερος ὢν ἀφαιρεθείη τὸ πρεσβεῖον ὑπὸ Ἀριστοβούλου καὶ μικρὸν ἔχοι μέρος τῆς χώρας ὑφʼ αὑτῷ, τὴν δὲ ἄλλην βίᾳ λαβὼν Ἀριστόβουλος· 14.43τάς τε καταδρομὰς τὰς ἐπὶ τοὺς ὁμόρους καὶ τὰ πειρατήρια τὰ ἐν τῇ θαλάττῃ τοῦτον εἶναι τὸν συστήσαντα διέβαλεν, οὐκ ἂν οὐδʼ ἀποστῆναι λέγων τὸ ἔθνος αὐτοῦ, εἰ μὴ βίαιός τις καὶ ταραχώδης ὑπῆρχεν. συνηγόρουν δὲ αὐτῷ ταῦτα λέγοντι πλείους χίλιοι τῶν δοκιμωτάτων Ἰουδαίων Ἀντιπάτρου παρασκευάσαντος. 14.44 δὲ τοῦ μὲν ἐκπεσεῖν αὐτὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν ᾐτιᾶτο ἄπρακτον οὖσαν καὶ διὰ τοῦτʼ εὐκαταφρόνητον, αὐτὸν δʼ ἔλεγεν φόβῳ τοῦ μὴ πρὸς ἄλλους μεταστῆναι τὴν ἀρχὴν ἐν ἀνάγκης αὐτὴν ὑπελθεῖν, προσαγορεύεσθαι δὲ αὐτὸν τοῦτο ὅπερ καὶ Ἀλέξανδρον τὸν πατέρα. 14.45καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλʼ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο. 14.46

Πομπήιος δὲ τούτων ἀκούσας καὶ καταγνοὺς Ἀριστοβούλου βίαν, τότε μὲν αὐτοὺς ἀπέπεμψεν διαλεχθεὶς πρᾴως, ἐλθὼν δʼ εἰς τὴν χώραν αὐτῶν ἔλεγεν διατάξειν ἕκαστα, ἐπειδὰν τὰ τῶν Ναβαταίων πρῶτον ἴδῃ. τέως δὲ ἐκέλευσεν ἡσυχίαν ἄγειν θεραπεύων ἅμα τὸν Ἀριστόβουλον, μὴ τὴν χώραν ἀποστήσῃ καὶ διακλεισθείη τῶν παρόδων. 14.47ἔτυχεν μέντοι τοῦτο ἐξ Ἀριστοβούλου γενόμενον· οὐ γὰρ ἀναμείνας οὐδὲν ὧν διελέχθη πρὸς αὐτὸν Πομπήιος εἰς Δειλον πόλιν ἦλθεν κἀκεῖθεν εἰς τὴν Ἰουδαίαν ἀπῆρεν. 14.48

Ὀργίζεται δʼ ἐπὶ τούτοις Πομπήιος, καὶ τὴν ἐπὶ τοὺς Ναβαταίους ἀναλαβὼν στρατιὰν ἔκ τε Δαμασκοῦ καὶ τῆς ἄλλης Συρίας ἐπικουρικὰ σὺν τοῖς ὑπάρχουσιν αὐτῷ Ῥωμαίων τάγμασιν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον. 14.49ὡς δὲ παραμειψάμενος Πέλλαν καὶ Σκυθόπολιν εἰς Κορέας ἧκεν, ἥτις ἐστὶν ἀρχὴ τῆς Ἰουδαίας διεξιόντι τὴν μεσόγειον, ἐνταῦθα εἴς τι περικαλλὲς ἔρυμα ἐπʼ ἄκρου τοῦ ὄρους ἱδρυμένον Ἀλεξάνδρειον Ἀριστοβούλου συμπεφευγότος, πέμψας ἐκέλευσεν ἥκειν πρὸς αὐτόν. 14.50 δὲ παραινούντων πολλῶν μὴ πολεμεῖν Ῥωμαίοις κάτεισιν καὶ δικαιολογησάμενος πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς πάλιν εἰς τὴν ἀκρόπολιν ἀναβαίνει Πομπηίου συγχωρήσαντος. 14.51καὶ τοῦτʼ ἐποίησεν δὶς καὶ τρίς, ἅμα μὲν κολακεύων τὴν ἀπʼ αὐτοῦ περὶ τῆς βασιλείας ἐλπίδα καὶ πρὸς ἕκαστον ὧν κελεύσειεν Πομπήιος ὑπακούειν ὑποκρινόμενος, ἅμα δὲ ἀναχωρῶν εἰς τὸ ἔρυμα ὑπὲρ τοῦ μὴ καταλύειν αὑτὸν καὶ πρὸς τὸ πολεμεῖν ἀφορμὴν αὑτῷ παρασκευαζόμενος, δεδιὼς μὴ τὴν ἀρχὴν εἰς Ὑρκανὸν περιστήσῃ. 14.52κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ τοῖς φρουράρχοις ἐπιστέλλειν τῇ ἑαυτοῦ χειρί, παραδέχεσθαι δὲ ἄλλως ἀπείρητο, πείθεται μέν, δυσανασχετῶν δʼ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ ἐν παρασκευῇ τοῦ πολεμεῖν ἐγίνετο. 14.53καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην. 14.54

Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει. 14.55καὶ μετανοήσας Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν μετʼ εἰρήνης τι βούλεται. συγγνοὺς δὲ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν. 14.56οὐ μὴν ἐπράχθη τι τούτων, ἀλλʼ ἐπανῆλθεν Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών, τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι. 14.57ὀργὴ δʼ ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ τῷ βορείῳ μέρει φαύλως ἔχουσαν· περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ τετειχισμένον. 14.58

Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων, ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον. φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπʼ αὐτοῦ γέφυραν εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι. 14.59οἱ δὲ ἕτεροι δεξάμενοι τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου. 14.60καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ ὑπακουόντων δὲ εἰς προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον. 14.61ἀνεστήκεσαν δὲ καὶ ἐνταῦθα μεγάλοι πύργοι καὶ τάφρος τε ὀρώρυκτο καὶ βαθείᾳ περιείχετο φάραγγι· ἀπερρώγει γὰρ καὶ τὰ πρὸς τὴν πόλιν τῆς γεφύρας ἀνατετραμμένης ἐφʼ οὗ δὴ Πομπήιος καὶ τὸ χῶμα ὁσημέραι ταλαιπωρούμενος ἐγήγερτο τεμνόντων τὴν πέριξ ὕλην Ῥωμαίων. 14.62καὶ ἐπειδὴ τοῦτʼ εἶχεν ἱκανῶς μόλις πλησθείσης τῆς τάφρου διὰ βάθος ἄπειρον προσβαλὼν μηχανὰς καὶ ὄργανα ἐκ Τύρου κομισθέντα ἐπιστήσας κατήρασσε τὸ ἱερὸν τοῖς πετροβόλοις. 14.63εἰ δὲ μὴ πάτριον ἦν ἡμῖν ἀργεῖν τὰς ἑβδομάδας ἡμέρας, οὐκ ἂν ἠνύσθη τὸ χῶμα κωλυόντων ἐκείνων· ἄρχοντας μὲν γὰρ μάχης καὶ τύπτοντας ἀμύνασθαι δίδωσιν νόμος, ἄλλο δέ τι δρῶντας τοὺς πολεμίους οὐκ ἐᾷ. 14.64

δὴ καὶ Ῥωμαῖοι συνιδόντες κατʼ ἐκείνας τὰς ἡμέρας, δὴ σάββατα καλοῦμεν, οὔτʼ ἔβαλλον τοὺς Ἰουδαίους οὔτε εἰς χεῖρας αὐτοῖς ὑπήντων, χοῦν δὲ καὶ πύργους ἀνίστασαν καὶ τὰ μηχανήματα προσῆγον, ὥστʼ αὐτοῖς εἰς τὴν ἐπιοῦσαν ἐνεργὰ ταῦτʼ εἶναι. 14.65μάθοι δʼ ἄν τις ἐντεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας διὰ φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας πρωΐ τε καὶ περὶ ἐνάτην ὥραν ἱερουργούντων ἐπὶ τοῦ βωμοῦ, καὶ μηδὲ εἴ τι περὶ τὰς προσβολὰς δύσκολον εἴη τὰς θυσίας παυόντων. 14.66καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ κατὰ ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα ὑπατευόντων Γαΐου Ἀντωνίου καὶ Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ, 14.67οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ περὶ τῆς ψυχῆς οὔθʼ ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευομένων ἀναγκασθέντες ἀποδρᾶναι πᾶν θʼ τι δέοι παθεῖν τοῦτο παρʼ αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες παρελθεῖν τι τῶν νομίμων. 14.68ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλʼ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς Τίτος Λίβιος τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεύς. 14.69

Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς μέγιστος τῶν πύργων κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους, μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ. 14.70φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δʼ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δʼ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες. 14.71ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον· 14.72παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο διʼ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς. 14.73τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν πρεπόντων ἀριστείων ἠξίωσεν. 14.74καὶ τὰ μὲν Ἱεροσόλυμα ὑποτελῆ φόρου Ῥωμαίοις ἐποίησεν, ἃς δὲ πρότερον οἱ ἔνοικοι πόλεις ἐχειρώσαντο τῆς κοίλης Συρίας ἀφελόμενος ὑπὸ τῷ σφετέρῳ στρατηγῷ ἔταξεν καὶ τὸ σύμπαν ἔθνος ἐπὶ μέγα πρότερον αἰρόμενον ἐντὸς τῶν ἰδίων ὅρων συνέστειλεν. 14.75καὶ Γάδαρα μὲν μικρὸν ἔμπροσθεν καταστραφεῖσαν ἀνέκτισεν Δημητρίῳ χαριζόμενος τῷ Γαδαρεῖ ἀπελευθέρῳ αὐτοῦ· τὰς δὲ λοιπὰς Ἵππον καὶ Σκυθόπολιν καὶ Πέλλαν καὶ Δῖον καὶ Σαμάρειαν ἔτι τε Μάρισαν καὶ Ἄζωτον καὶ Ἰάμνειαν καὶ Ἀρέθουσαν τοῖς οἰκήτορσιν ἀπέδωκεν. 14.76καὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ. 14.77

Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες· τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις, 14.78καὶ προσέτι πλείω μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρʼ ἡμῶν εἰσεπράξαντο, καὶ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν ἀνδρῶν ἐγένετο. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. 14.79Πομπήιος δὲ τήν τε κοίλην ἄλλην Συρίαν ἕως Εὐφράτου ποταμοῦ καὶ Αἰγύπτου Σκαύρῳ παραδοὺς καὶ δύο τάγματα Ῥωμαίων ἐπὶ Κιλικίας ᾤχετο ἐπειγόμενος εἰς Ῥώμην. ἐπήγετο δὲ μετὰ τῆς γενεᾶς καὶ Ἀριστόβουλον δεδεμένον· δύο γὰρ ἦσαν αὐτῷ θυγατέρες καὶ τοσοῦτοι υἱεῖς, ὧν Ἀλέξανδρος μὲν ἀπέδρα, δὲ νεώτερος Ἀντίγονος συναπεκομίζετο εἰς Ῥώμην ἅμα ταῖς ἀδελφαῖς. 14.80

Σκαύρου δʼ ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος κατʼ ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν. 14.81πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος οὐχ ἧττον αὐτὸς συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος. 14.82

Χρόνῳ δʼ ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε λόγου ἄξια διεπράξατο καὶ ἐπʼ Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλʼ ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος. 14.83ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. 14.84ἔρχεται οὖν ἐπʼ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν· οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ· ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι. 14.85καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος, συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον. 14.86

Ἐν τούτῳ Γαβίνιος ἐπʼ Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν. στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφʼ οὓς ἀνῄεσαν οἱ Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν ἠριστευκέναι. 14.87Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών, ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο. 14.88καὶ ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον ἐρήμους γενομένας. 14.89

Ταῦτα δὲ διαπραξάμενος κατὰ τὴν χώραν ἐπάνεισιν ἐπὶ τὸ Ἀλεξάνδρειον, καὶ τὴν πολιορκίαν αὐτοῦ κρατύνοντος διαπρεσβεύεται πρὸς αὐτὸν Ἀλέξανδρος συγγινώσκειν τε αὐτῷ τῶν ἡμαρτημένων δεόμενος καὶ παραδιδοὺς τῶν ἐρυμάτων Ὑρκανίαν τε καὶ Μαχαιροῦντα, ὕστερον δὲ καὶ Ἀλεξάνδρειον. 14.90καὶ ταῦτα μὲν Γαβίνιος κατέσκαψεν. τῆς δʼ Ἀλεξάνδρου μητρὸς πρὸς αὐτὸν ἐλθούσης, ἐφρόνει τὰ Ῥωμαίων τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τῶν ἄλλων τέκνων ἐν Ῥώμῃ ἐχομένων, συνεχώρησεν αὐτῇ ταῦτα ἅπερ ἠξίου, καὶ διοικησάμενος τὰ πρὸς αὐτὴν Ὑρκανὸν κατήγαγεν εἰς Ἱεροσόλυμα σχήσοντα τὴν τοῦ ἱεροῦ ἐπιμέλειαν. 14.91πέντε δὲ συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δʼ ἦσαν ἐν Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας. καὶ οἱ μὲν ἀπηλλαγμένοι δυναστείας ἐν ἀριστοκρατίᾳ διῆγον. 14.92

Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει Γαβίνιος ἐπʼ αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν. 14.93πολλοὶ δʼ Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν· Πειθόλαος γοῦν τις ὑποστράτηγος ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν· 14.94οἱ δὲ πολλοὶ τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δʼ εἰς Μαχαιροῦντα ἀπανίστασθαι Ἀριστόβουλος· τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας· οὐ γὰρ ἐγίνοντο αὐτῷ χρήσιμοι πρὸς τὰ ἔργα· τοὺς δʼ ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν ᾤχετο. 14.95καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο. 14.96χιλίων μέντοι πλείονας ἔχων Ἀριστόβουλος εἰς Μαχαιροῦντα διέφυγεν ὠχύρου τε τὸ χωρίον καὶ πράττων κακῶς οὐδὲν ἧττον ἐλπίδος ἀγαθῆς εἴχετο. δύο δʼ ἡμέρας ἀντισχὼν τῇ πολιορκίᾳ καὶ πολλὰ τραύματα λαβὼν αἰχμάλωτος μετʼ Ἀντιγόνου τοῦ παιδός, ὃς δὴ καὶ συνέφυγεν ἐκ Ῥώμης αὐτῷ, πρὸς Γαβίνιον ἄγεται. 14.97καὶ τοιαύτῃ μὲν Ἀριστόβουλος χρησάμενος τύχῃ πάλιν εἰς Ῥώμην ἀναπέμπεται καὶ δεθεὶς αὐτόθι κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη τρία καὶ μῆνας ἕξ, ἀνὴρ δὲ λαμπρὸς καὶ μεγαλόψυχος γενόμενος. τὰ μέντοι τέκνα αὐτοῦ ἀνῆκεν σύγκλητος Γαβινίου γράψαντος τοῦθʼ ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται. 14.98

Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ ταῦτα μὲν καὶ ἐν ἄλλοις δεδήλωται. 14.99Γαβινίῳ μέντοι κατὰ τὴν στρατείαν ἣν ἐφʼ Ὑρκανὸν ἐστείλατο Ἀντίπατρος ὑπηρέτησεν σῖτον καὶ ὅπλα καὶ χρήματα, καὶ τοὺς ὑπὲρ Πηλούσιον τῶν Ἰουδαίων οὗτος αὐτῷ προσηγάγετο καὶ συμμάχους ἐποίησεν φύλακας ὄντας τῶν εἰς τὴν Αἴγυπτον ἐμβολῶν. 14.100ἐπανελθὼν δʼ ἐκ τῆς Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν· γὰρ Ἀριστοβούλου παῖς Ἀλέξανδρος παρελθὼν ἐξ ὑστέρου πάλιν εἰς τὴν ἀρχὴν κατὰ βίαν πολλοὺς μὲν τῶν Ἰουδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενος ἔκτεινε πάντας ὅσους ἐπιτύχοι τῶν Ῥωμαίων εἴς τε ὄρος τὸ καλούμενον Γαριζεὶν συμφυγόντας προσέκειτο πολιορκῶν. 14.101

δὲ Γαβίνιος τοιαῦτα τὰ κατὰ τὴν Συρίαν καταλαβὼν Ἀντίπατρον, συνετὸς γὰρ ἦν, πέμπει πρὸς τοὺς νενοσηκότας, εἰ παῦσαι δυνηθείη τῆς παραφροσύνης αὐτοὺς καὶ πεῖσαι πρὸς τὸν ἀμείνω λογισμὸν ἐπανελθεῖν. 14.102 δʼ ἐλθὼν πολλοὺς μὲν ἐσωφρόνισεν καὶ προσηγάγετο τῷ δέοντι, τὸν δὲ Ἀλέξανδρον οὐκ ἠδυνήθη κατασχεῖν· στρατοῦ γὰρ ἔχων οὗτος μυριάδας τρεῖς Ἰουδαίων ἀπήντησεν Γαβινίῳ καὶ συμβαλὼν ἡττᾶται πεσόντων αὐτῷ μυρίων περὶ τὸ Ἰταβύριον ὄρος. 14.103

Καταστησάμενος δὲ Γαβίνιος τὰ κατὰ τὴν Ἱεροσολυμιτῶν πόλιν, ὡς ἦν Ἀντιπάτρῳ θέλοντι, ἐπὶ τὴν Ναβαταίων ἔρχεται, καὶ κρατεῖ μὲν τούτων τῇ μάχῃ, Πάρθων δὲ φυγάδας Μιθριδάτην καὶ Ὀρσάνην ἐλθόντας προύπεμψεν, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν. 14.104καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος Δαμασκηνὸς καὶ Στράβων Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων. 14.105

Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, Πομπήιος καταλελοίπει, δισχίλια δʼ ἦν τάλαντα, βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δʼ οὗτος ἦν ὀκτακισχίλια, περιδύειν τοῦ ναοῦ. 14.106λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν τριακοσίων πεποιημένην· δὲ μνᾶ παρʼ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δʼ αὐτῷ ταύτην τὴν δοκὸν τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, 14.107ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, 14.108ὅρκους παρʼ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπʼ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ. δὲ δοκὸς αὕτη ἦν ἐν ξυλίνῃ δοκῷ κενῇ, καὶ τοῦτο τοὺς μὲν ἄλλους ἐλάνθανεν ἅπαντας, δὲ Ἐλεάζαρος μόνος ἠπίστατο. 14.109 μέντοι Κράσσος καὶ ταύτην ὡς οὐδενὸς ἁψόμενος ἄλλου τῶν ἐν τῷ ἱερῷ λαμβάνει, καὶ παραβὰς τοὺς ὅρκους ἅπαντα τὸν ἐν τῷ ναῷ χρυσὸν ἐξεφόρησεν. 14.110

Θαυμάσῃ δὲ μηδείς, εἰ τοσοῦτος ἦν πλοῦτος ἐν τῷ ἡμετέρῳ ἱερῷ πάντων τῶν κατὰ τὴν οἰκουμένην Ἰουδαίων καὶ σεβομένων τὸν θεὸν ἔτι δὲ καὶ τῶν ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης εἰς αὐτὸ συμφερόντων ἐκ πολλῶν πάνυ χρόνων. 14.111οὐκ ἔστι δὲ ἀμάρτυρον τὸ μέγεθος τῶν προειρημένων χρημάτων, οὐδʼ ὑπὸ ἀλαζονείας ἡμετέρας καὶ περιττολογίας ἐπὶ τοσοῦτον ἐξαίρεται πλῆθος, ἀλλὰ πολλοί τε ἄλλοι τῶν συγγραφέων ἡμῖν μαρτυροῦσιν καὶ Στράβων Καππάδοξ λέγων οὕτως· 14.112πέμψας δὲ Μιθριδάτης εἰς Κῶ ἔλαβε τὰ χρήματα, παρέθετο ἐκεῖ Κλεοπάτρα βασίλισσα, καὶ τὰ τῶν Ἰουδαίων ὀκτακόσια τάλαντα.” 14.113ἡμῖν δὲ δημόσια χρήματα οὐκ ἔστιν μόνα τὰ τοῦ θεοῦ, καὶ δῆλον, ὅτι ταῦτα μετήνεγκαν εἰς Κῶ τὰ χρήματα οἱ ἐν τῇ Ἀσίᾳ Ἰουδαῖοι διὰ τὸν Μιθριδάτου φόβον· οὐ γὰρ εἰκὸς τοὺς ἐν τῇ Ἰουδαίᾳ πόλιν τε ὀχυρὰν ἔχοντας καὶ τὸν ναὸν πέμπειν χρήματα εἰς Κῶ, ἀλλʼ οὐδὲ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας Ἰουδαίους πιθανὸν τοῦτʼ ἐστὶ ποιῆσαι μηδὲν Μιθριδάτην δεδιότας. 14.114μαρτυρεῖ δὲ καὶ ἐν ἑτέρῳ τόπῳ αὐτὸς Στράβων, ὅτι καθʼ ὃν καιρὸν διέβη Σύλλας εἰς τὴν Ἑλλάδα πολεμήσων Μιθριδάτῃ καὶ Λεύκολλον πέμψας ἐπὶ τὴν ἐν Κυρήνῃ στάσιν τοῦ ἔθνους ἡμῶν οἰκουμένη πεπλήρωτο, λέγων οὕτως· 14.115τέτταρες δʼ ἦσαν ἐν τῇ πόλει τῶν Κυρηναίων, τε τῶν πολιτῶν καὶ τῶν γεωργῶν τρίτη δʼ τῶν μετοίκων τετάρτη δʼ τῶν Ἰουδαίων. αὕτη δʼ εἰς πᾶσαν πόλιν ἤδη καὶ παρελήλυθεν καὶ τόπον οὐκ ἔστι ῥᾳδίως εὑρεῖν τῆς οἰκουμένης, ὃς οὐ παραδέδεκται τοῦτο τὸ φῦλον μηδʼ ἐπικρατεῖται ὑπʼ αὐτοῦ. 14.116τήν τε Αἴγυπτον καὶ τὴν Κυρηναίων ἅτε τῶν αὐτῶν ἡγεμόνων τυχοῦσαν τῶν τε ἄλλων συχνὰ ζηλῶσαι συνέβη καὶ δὴ τὰ συντάγματα τῶν Ἰουδαίων θρέψαι διαφερόντως καὶ συναυξῆσαι χρώμενα τοῖς πατρίοις τῶν Ἰουδαίων νόμοις. 14.117ἐν γοῦν Αἰγύπτῳ κατοικία τῶν Ἰουδαίων ἐστὶν ἀποδεδειγμένη χωρὶς καὶ τῆς Ἀλεξανδρέων πόλεως ἀφώρισται μέγα μέρος τῷ ἔθνει τούτῳ. καθίσταται δὲ καὶ ἐθνάρχης αὐτῶν, ὃς διοικεῖ τε τὸ ἔθνος καὶ διαιτᾷ κρίσεις καὶ συμβολαίων ἐπιμελεῖται καὶ προσταγμάτων, ὡς ἂν πολιτείας ἄρχων αὐτοτελοῦς. 14.118ἐν Αἰγύπτῳ μὲν οὖν ἴσχυσε τὸ ἔθνος διὰ τὸ Αἰγυπτίους εἶναι τὸ ἐξ ἀρχῆς τοὺς Ἰουδαίους καὶ διὰ τὸ πλησίον ἔσεσθαι τὴν κατοικίαν τοὺς ἀπελθόντας ἐκεῖθεν, εἰς δὲ τὴν Κυρηναίαν μετέβη διὰ τὸ καὶ ταύτην ὅμορον εἶναι τῇ τῶν Αἰγυπτίων ἀρχῇ καθάπερ τὴν Ἰουδαίαν μᾶλλον δὲ τῆς ἀρχῆς ἐκείνης πρότερον.” Στράβων μὲν δὴ ταῦτα λέγει. 14.119

Κράσσος δὲ πάντα διοικήσας ὃν αὐτὸς ἐβούλετο τρόπον ἐξώρμησεν ἐπὶ τὴν Παρθυαίαν· καὶ αὐτὸς μὲν σὺν ἅπαντι διεφθάρη τῷ στρατῷ, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, Κάσσιος δὲ εἰς Συρίαν φυγὼν καὶ περιποιησάμενος αὐτὴν Πάρθοις ἐμποδὼν ἦν ἐκτρέχουσιν ἐπʼ αὐτὴν διὰ τὴν κατὰ Κράσσου νίκην. 14.120αὖθις δʼ εἰς Τύρον ἀφικόμενος ἀνέβη καὶ εἰς τὴν Ἰουδαίαν. Ταριχέας μὲν οὖν εὐθὺς προσπεσὼν αἱρεῖ καὶ περὶ τρισμυρίους ἀνθρώπους ἀνδραποδίζει, Πειθόλαον δὲ τὸν τὴν Ἀριστοβούλου στάσιν διαδεδεγμένον κτείνει πρὸς τοῦτʼ αὐτὸν Ἀντιπάτρου παραστησαμένου, 14.121 πολύ τε καὶ παρʼ αὐτῷ συνέβαινε δύνασθαι καὶ πλείστου τότε ἄξιος ἦν καὶ παρὰ Ἰουδαίων οἷς παρὼν ἄγεται γυναῖκα τῶν ἐπισήμων ἐξ Ἀραβίας Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο παῖδες, Φασάηλος καὶ Ἡρώδης, ὃς ὕστερον βασιλεὺς γίνεται, Ἰώσηπός τε καὶ Φερώρας, θυγάτηρ τε Σαλώμη. 14.122οὗτος Ἀντίπατρος ἐπεποίητο καὶ πρὸς τοὺς ἄλλους δυνάστας φιλίαν τε καὶ ξενίαν, μάλιστα δὲ πρὸς τὸν Ἀράβων, καὶ τὰ τέκνα πολεμῶν πρὸς Ἀριστόβουλον παρέθετο. Κάσσιος μὲν οὖν ἀναστρατευσάμενος ἐπὶ τὸν Εὐφράτην ἠπείγετο ὑπαντιάσων τοῖς ἐκεῖθεν ἐπιοῦσιν, ὡς καὶ ὑπʼ ἄλλων δεδήλωται. 14.123

Χρόνῳ δʼ ὕστερον Καῖσαρ κατασχὼν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὴν σύγκλητον φυγεῖν πέραν τοῦ Ἰονίου παραλύσας τῶν δεσμῶν Ἀριστόβουλον εἰς Συρίαν πέμπειν διεγνώκει δύο παραδοὺς αὐτῷ τάγματα, ὡς ἂν εὐτρεπίζοι τὰ κατʼ αὐτὴν δυνατὸς ὤν. 14.124Ἀριστόβουλος δʼ οὐκ ὤνατο τῶν ἐλπίδων, ἐφʼ αἷς ἔτυχε τῆς παρὰ Καίσαρος ἐξουσίας, ἀλλʼ αὐτὸν φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ διαφθείρουσιν, θάπτουσι δʼ αὐτὸν οἱ τὰ Καίσαρος θεραπεύοντες πράγματα, καὶ νεκρὸς ἔκειτο ἐν μέλιτι κεκηδευμένος ἐπὶ χρόνον πολὺν ἕως Ἀντώνιος αὐτὸν ὕστερον ἀποπέμψας εἰς τὴν Ἰουδαίαν ἐν ταῖς βασιλικαῖς θήκαις ἐποίησεν τεθῆναι. 14.125Σκιπίων δʼ ἐπιστείλαντος αὐτῷ Πομπηίου ἀποκτεῖναι Ἀλέξανδρον τὸν Ἀριστοβούλου αἰτιασάμενος τὸν νεανίσκον ἐπὶ τοῖς τὸ πρῶτον εἰς Ῥωμαίους ἐξημαρτημένοις τῷ πελέκει διεχρήσατο. καὶ μὲν οὕτως ἐν Ἀντιοχείᾳ τελευτᾷ. 14.126τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν αὐτὸν πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν ποιούμενος διετέλει. 14.127

Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπʼ αὐτῷ Καίσαρι πολεμοῦντι κατʼ Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος τῶν Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ. 14.128Μιθριδάτῃ τε γὰρ τῷ Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν τέλει· 14.129καὶ διʼ αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε δυνάστης καὶ Πτολεμαῖος Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι. 14.130Μιθριδάτης δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν. 14.131καὶ τὸ μὲν Πηλούσιον οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου χώραν λεγομένην κατοικοῦντες. πείθει δὲ καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ. 14.132καὶ οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς ἑαυτούς· κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει. 14.133

Ἐπεὶ δὲ τὸ καλούμενον Δέλτα ἤδη περιεληλύθει, συμβάλλει τοῖς πολεμίοις περὶ τὸ καλούμενον Ἰουδαίων στρατόπεδον. εἶχε δὲ τὸ μὲν δεξιὸν κέρας Μιθριδάτης, τὸ δʼ εὐώνυμον Ἀντίπατρος. 14.134συμπεσόντων δὲ εἰς μάχην κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δʼ εἰς φυγὴν τοὺς νενικηκότας Αἰγυπτίους. 14.135αἱρεῖ δʼ αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δʼ Ἀντιπάτρου πεντήκοντα. 14.136Μιθριδάτης δὲ περὶ τούτων ἐπιστέλλει Καίσαρι τῆς τε νίκης αὐτοῖς ἅμα καὶ τῆς σωτηρίας αἴτιον τὸν Ἀντίπατρον ἀποφαίνων, ὥστε τὸν Καίσαρα τότε μὲν ἐπαινεῖν αὐτόν, κεχρῆσθαι δὲ παρὰ πάντα τὸν πόλεμον εἰς τὰ κινδυνωδέστατα τῷ Ἀντιπάτρῳ· καὶ δὴ καὶ τρωθῆναι συνέβη παρὰ τοὺς ἀγῶνας αὐτῷ. 14.137

Καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον τὸν πόλεμον καὶ εἰς Συρίαν ἀποπλεύσας ἐτίμησεν μεγάλως, Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρῳ δὲ πολιτείαν ἐν Ῥώμῃ δοὺς καὶ ἀτέλειαν πανταχοῦ. 14.138λέγεται δʼ ὑπὸ πολλῶν Ὑρκανὸν ταύτης κοινωνῆσαι τῆς στρατείας καὶ ἐλθεῖν εἰς Αἴγυπτον, μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Στράβων Καππάδοξ λέγων ἐξ Ἀσινίου ὀνόματος οὕτως· “μετὰ τὸν Μιθριδάτην εἰσβαλεῖν εἰς τὴν Αἴγυπτον 14.139καὶ Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἀρχιερέα.” δʼ αὐτὸς οὗτος Στράβων καὶ ἐν ἑτέροις πάλιν ἐξ Ὑψικράτους ὀνόματος λέγει οὕτως· “τὸν δὲ Μιθριδάτην ἐξελθεῖν μόνον, κληθέντα δʼ εἰς Ἀσκάλωνα Ἀντίπατρον ὑπʼ αὐτοῦ τὸν τῆς Ἰουδαίας ἐπιμελητὴν τρισχιλίους αὐτῷ στρατιώτας συμπαρασκευάσαι καὶ τοὺς ἄλλους δυνάστας προτρέψαι, κοινωνῆσαι δὲ τῆς στρατείας καὶ Ὑρκανὸν τὸν ἀρχιερέα.” ταῦτα μὲν Στράβων φησίν. 14.140

Ἐλθὼν δὲ καὶ Ἀντίγονος Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς διʼ αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς Ἀριστόβουλος καὶ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων. 14.141παρὼν δʼ Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατʼ αὐτοῦ γεγενημένην, νεωτεριστὰς δʼ ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς στρατεύμασιν ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς. 14.142δικαίως τε ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δʼ ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλʼ οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν τοῦ δράσαντος. 14.143

Τούτους Ἀντιπάτρου ποιησαμένου τοὺς λόγους Καῖσαρ Ὑρκανὸν μὲν ἀποδείκνυσιν ἀρχιερέα, Ἀντιπάτρῳ δʼ ἐφίησιν δυναστείαν ἣν αὐτὸς προαιρεῖται. τούτου δὲ ἐπʼ αὐτῷ ποιησαμένου τὴν κρίσιν, ἐπίτροπον αὐτὸν ἀποδείκνυσιν τῆς Ἰουδαίας. 14.144ἐπιτρέπει δὲ καὶ Ὑρκανῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη ταύτην αἰτησαμένῳ τὴν χάριν· ἔτι γὰρ ἐρήριπτο Πομπηίου καταβαλόντος· καὶ ταῦτα ἐπιστέλλει τοῖς ὑπάτοις εἰς Ῥώμην ἀναγράψαι ἐν τῷ Καπετωλίῳ. καὶ τὸ γενόμενον ὑπὸ τῆς συγκλήτου δόγμα τοῦτον ἔχει τὸν τρόπον· 14.145Λεύκιος Οὐαλέριος Λευκίου υἱὸς στρατηγὸς συνεβουλεύσατο τῇ συγκλήτῳ εἰδοῖς Δεκεμβρίαις ἐν τῷ τῆς Ὁμονοίας ναῷ. γραφομένῳ τῷ δόγματι παρῆσαν Λούκιος Κωπώνιος Λευκίου υἱὸς Κολλίνα καὶ Παπείριος Κυρίνα. 14.146περὶ ὧν Ἀλέξανδρος Ἰάσονος καὶ Νουμήνιος Ἀντιόχου καὶ Ἀλέξανδρος Δωροθέου Ἰουδαίων πρεσβευταί, ἄνδρες ἀγαθοὶ καὶ σύμμαχοι διελέχθησαν ἀνανεούμενοι τὰς προϋπηργμένας πρὸς Ῥωμαίους χάριτας καὶ τὴν φιλίαν, 14.147καὶ ἀσπίδα χρυσῆν σύμβολον τῆς συμμαχίας γενομένην ἀνήνεγκαν ἀπὸ χρυσῶν μυριάδων πέντε, καὶ γράμματʼ αὐτοῖς ἠξίωσαν δοθῆναι πρός τε τὰς αὐτονομουμένας πόλεις καὶ πρὸς βασιλεῖς ὑπὲρ τοῦ τὴν χώραν αὐτῶν καὶ τοὺς λιμένας ἀδείας τυγχάνειν καὶ μηδὲν ἀδικεῖσθαι, 14.148ἔδοξεν συνθέσθαι φιλίαν καὶ χάριτας πρὸς αὐτούς, καὶ ὅσων ἐδεήθησαν τυχεῖν ταῦτʼ αὐτοῖς παρασχεῖν καὶ τὴν κομισθεῖσαν ἀσπίδα προσδέξασθαι.” ταῦτα ἐγένετο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως καὶ ἐθνάρχου ἔτους ἐνάτου μηνὸς Πανέμου. 14.149

Εὕρατο δὲ καὶ παρὰ τοῦ τῶν Ἀθηναίων δήμου τιμὰς Ὑρκανὸς πολλὰ καὶ αὐτὸς εἰς αὐτοὺς χρήσιμος γενόμενος, ἔπεμψάν τε αὐτῷ ψήφισμα τοῦτον περιέχον τὸν τρόπον· “ἐπὶ πρυτάνεως καὶ ἱερέως Διονυσίου τοῦ Ἀσκληπιάδου μηνὸς Πανέμου πέμπτῃ ἀπιόντος ἐπεδόθη τοῖς στρατηγοῖς ψήφισμα Ἀθηναίων. 14.150ἐπὶ Ἀγαθοκλέους ἄρχοντος Εὐκλῆς Μενάνδρου Ἀλιμούσιος ἐγραμμάτευε Μουνυχιῶνος ἑνδεκάτῃ τῆς πρυτανείας ἐκκλησίας ἀγομένης ἐν τῷ θεάτρῳ τῶν προέδρων ἐπεψήφισεν Δωρόθεος Ἐρχιεὺς καὶ οἱ συμπρόεδροι τῷ δήμῳ, Διονύσιος Διονυσίου εἶπεν· 14.151ἐπειδὴ Ὑρκανὸς Ἀλεξάνδρου ἀρχιερεὺς καὶ ἐθνάρχης τῶν Ἰουδαίων διατελεῖ κοινῇ τε τῷ δήμῳ καὶ ἰδίᾳ τῶν πολιτῶν ἑκάστῳ εὔνους ὢν καὶ πάσῃ χρώμενος περὶ αὐτοὺς σπουδῇ καὶ τοὺς παραγινομένους Ἀθηναίων κατὰ πρεσβείαν κατʼ ἰδίαν πρὸς αὐτὸν ὑποδέχεται φιλοφρόνως καὶ προπέμπει τῆς ἀσφαλοῦς αὐτῶν ἐπανόδου προνοούμενος, 14.152ἐμαρτυρήθη μὲν καὶ πρότερον περὶ τούτων, δεδόχθαι δὲ καὶ νῦν Διονυσίου τοῦ Θεοδώρου Σουνιέως εἰσηγησαμένου καὶ περὶ τῆς τἀνδρὸς ἀρετῆς ὑπομνήσαντος τὸν δῆμον, καὶ ὅτι προαίρεσιν ἔχει ποιεῖν ἡμᾶς τι ποτʼ ἂν δύνηται ἀγαθόν, 14.153τιμῆσαι τὸν ἄνδρα χρυσῷ στεφάνῳ ἀριστείῳ κατὰ τὸν νόμον, καὶ στῆσαι αὐτοῦ εἰκόνα χαλκῆν ἐν τῷ τεμένει τοῦ Δήμου καὶ τῶν Χαρίτων, ἀνειπεῖν δὲ τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδῶν τῶν καινῶν ἀγομένων καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, 14.154ἐπιμεληθῆναι δὲ τοὺς στρατηγοὺς διαμένοντί τε αὐτῷ καὶ φυλάττοντι τὴν πρὸς ἡμᾶς εὔνοιαν εἶναι πᾶν τι ἂν ἐπινοήσωμεν εἰς τιμὴν καὶ χάριν τῆς τἀνδρὸς σπουδῆς καὶ φιλοτιμίας, ἵνα τούτων γινομένων φαίνηται δῆμος ἡμῶν ἀποδεχόμενος τοὺς ἀγαθοὺς καὶ τῆς προσηκούσης ἀμοιβῆς ἀξιῶν καὶ ζηλώσῃ τὴν περὶ ἡμᾶς σπουδὴν τῶν ἤδη τετιμημένων· 14.155ἑλέσθαι δὲ καὶ πρέσβεις ἐξ ἁπάντων Ἀθηναίων, οἵτινες τὸ ψήφισμά τε αὐτῷ κομιοῦσι καὶ παρακαλέσουσιν προσδεξάμενον τὰς τιμὰς πειρᾶσθαί τι ποιεῖν ἀγαθὸν ἡμῶν ἀεὶ τὴν πόλιν.” αἱ μὲν οὖν παρὰ Ῥωμαίων καὶ τοῦ δήμου τοῦ Ἀθηναίων τιμαὶ πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα καὶ διὰ τούτων ἡμῖν δεδήλωνται. 14.156

Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν· 14.157τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπʼ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθʼ ἡγεμόνων πολεμίους· οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν. 14.158

Βραδὺν δʼ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετʼ αὐτὸν Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι· πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη. 14.159βλάπτει δὲ οὐδὲν αὐτὸν νεότης, ἀλλʼ ὢν τὸ φρόνημα γενναῖος νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν. 14.160σφόδρα δὲ αὐτοῦ τὸ ἔργον τοῦτο ἠγάπησαν οἱ Σύροι· ποθοῦσι γὰρ αὐτοῖς ἀπηλλάχθαι τοῦ λῃστηρίου τὴν χώραν ἐκαθάρευσεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ κατά τε κώμας καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν. 14.161ζῆλος δʼ ἐμπίπτει τῶν Ἡρώδῃ πεπραγμένων Φασαήλῳ τῷ ἀδελφῷ, καὶ πρὸς τὴν εὐδοκίμησιν αὐτοῦ κινηθεὶς ἐφιλοτιμεῖτο μὴ ἀπολειφθῆναι τῆς ὁμοίας εὐφημίας, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους ἐποιεῖτο, διʼ αὐτοῦ μὲν ἔχων τὴν πόλιν, οὔτε δὲ ἀπειροκάλως τοῖς πράγμασι προσφερόμενος οὔτʼ ἐξυβρίζων εἰς τὴν ἐξουσίαν. 14.162ταῦτʼ Ἀντίπατρον ἐποίει θεραπείας παρὰ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς καὶ τιμῶν οἵων ἄν τις μεταλαμβάνοι τῶν ὅλων ὢν δεσπότης. ὑπὸ μέντοι τῆς ἐκ τούτων λαμπρότητος οὐδὲν οἷα φιλεῖ συμβαίνειν πολλάκις τῆς πρὸς Ὑρκανὸν εὐνοίας παρέβη καὶ πίστεως. 14.163

Οἱ δʼ ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺς υἱοὺς αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν· 14.164καὶ γὰρ φιλίαν Ἀντίπατρος ἦν πεποιημένος πρὸς τοὺς Ῥωμαίων αὐτοκράτορας καὶ χρήματα πείσας πέμψαι τὸν Ὑρκανὸν αὐτὸς λαβὼν νοσφίζεται τὴν δωρεάν· ὡς ἰδίαν γὰρ ἀλλʼ οὐχ ὡς Ὑρκανοῦ διδόντος ἔπεμψεν. 14.165ταῦθʼ Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν, ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον· καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καίμέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς πραττομένοις ἡσυχάσεις; οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα; 14.166ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ· οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται· 14.167καὶ γὰρ Ἡρώδης παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.” 14.168

Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται· προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων· αὗται γὰρ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν. 14.169κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δʼ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. 14.170Σέξστος μέντοι τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δʼ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην· ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν. 14.171καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλʼ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία. 14.172διακειμένων δʼ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν· “ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτʼ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρʼ ὑμῶν, κόμην τʼ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος. 14.173 δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπʼ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον. 14.174ἀλλʼ Ἡρώδην μὲν ἐπὶ τούτοις οὐκ ἂν μεμψαίμην, εἰ τὸ αὐτοῦ συμφέρον ποιεῖται περὶ πλείονος τὸ νόμιμον, ὑμᾶς δὲ καὶ τὸν βασιλέα τοσαύτην ἄδειαν αὐτῷ παρασχόντας. ἴστε μέντοι τὸν θεὸν μέγαν, καὶ οὗτος, ὃν νῦν διʼ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, 14.175κολάσει ὑμᾶς τε καὶ αὐτὸν τὸν βασιλέα.” διήμαρτεν δʼ οὐδὲν τῶν εἰρημένων. γὰρ Ἡρώδης τὴν βασιλείαν παραλαβὼν πάντας ἀπέκτεινεν τοὺς ἐν τῷ συνεδρίῳ καὶ Ὑρκανὸν αὐτὸν χωρὶς τοῦ Σαμαίου· 14.176σφόδρα γὰρ αὐτὸν διὰ τὴν δικαιοσύνην ἐτίμησεν καὶ ὅτι τῆς πόλεως μετὰ ταῦτα πολιορκουμένης ὑπό τε Ἡρώδου καὶ Σοσσίου παρῄνεσεν τῷ δήμῳ δέξασθαι τὸν Ἡρώδην εἰπὼν διὰ τὰς ἁμαρτίας οὐ δύνασθαι διαφυγεῖν αὐτόν. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. 14.177

Ὑρκανὸς δὲ ὁρῶν ὡρμημένους πρὸς τὴν ἀναίρεσιν τὴν Ἡρώδου τοὺς ἐν τῷ συνεδρίῳ τὴν δίκην εἰς ἄλλην ἡμέραν ἀνεβάλετο, καὶ πέμψας κρύφα πρὸς Ἡρώδην συνεβούλευσεν αὐτῷ φυγεῖν ἐκ τῆς πόλεως· οὕτω γὰρ τὸν κίνδυνον διαφεύξεσθαι. 14.178καὶ μὲν ἀνεχώρησεν εἰς Δαμασκὸν ὡς φεύγων τὸν βασιλέα, καὶ παραγενόμενος πρὸς Σέξτον Καίσαρα καὶ τὰ κατʼ αὐτὸν ἀσφαλισάμενος οὕτως εἶχεν, ὡς εἰ καλοῖτο πάλιν εἰς τὸ συνέδριον ἐπὶ δίκην οὐχ ὑπακουσόμενος. 14.179ἠγανάκτουν δὲ οἱ ἐν τῷ συνεδρίῳ καὶ τὸν Ὑρκανὸν ἐπειρῶντο διδάσκειν, ὅτι ταῦτα πάντα εἴη κατʼ αὐτοῦ. τὸν δʼ οὐκ ἐλάνθανε μέν, πράττειν δʼ οὐδὲν εἶχεν ὑπὸ ἀνανδρίας καὶ ἀνοίας. 14.180Σέξστου δὲ ποιήσαντος Ἡρώδην στρατηγὸν κοίλης Συρίας, χρημάτων γὰρ αὐτῷ τοῦτο ἀπέδοτο, Ὑρκανὸς ἦν ἐν φόβῳ, μὴ στρατεύσηται Ἡρώδης ἐπʼ αὐτόν. οὐ πολὺ δὲ τοῦ δέους ἐβράδυνεν, ἀλλʼ ἧκεν ἄγων ἐπʼ αὐτὸν Ἡρώδης στρατιὰν ὀργιζόμενος τῆς δίκης αὐτῷ καὶ τοῦ κληθῆναι πρὸς τὸ λόγον ὑποσχεῖν ἐν τῷ συνεδρίῳ. 14.181διεκώλυσαν δʼ αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις ὑπαντήσαντες τε πατὴρ Ἀντίπατρος καὶ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν τὸ ἀξίωμα. 14.182ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν· 14.183λογίζεσθαι δʼ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ διʼ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ. 14.184πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν. 14.185

Καῖσαρ δʼ ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπʼ Ἀφρικῆς πολεμήσων Σκιπίωνι καὶ Κάτωνι, πέμψας δʼ Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. 14.186ἔδοξεν δʼ ἀναγκαῖον εἶναί μοι πάσας ἐκθέσθαι τὰς γεγενημένας Ῥωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ τῆς Ἀσίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες. 14.187ἐπεὶ δὲ πολλοὶ διὰ τὴν πρὸς ἡμᾶς δυσμένειαν ἀπιστοῦσι τοῖς ὑπὸ Περσῶν καὶ Μακεδόνων ἀναγεγραμμένοις περὶ ἡμῶν τῷ μηκέτʼ αὐτὰ πανταχοῦ μηδʼ ἐν τοῖς δημοσίοις ἀποκεῖσθαι τόποις, ἀλλὰ παρʼ ἡμῖν τε αὐτοῖς καί τισιν ἄλλοις τῶν βαρβάρων, 14.188πρὸς δὲ τὰ ὑπὸ Ῥωμαίων δόγματα οὐκ ἔστιν ἀντειπεῖν· ἔν τε γὰρ δημοσίοις ἀνάκειται τόποις τῶν πόλεων καὶ ἔτι νῦν ἐν τῷ Καπετωλίῳ χαλκαῖς στήλαις ἐγγέγραπται, οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ Ἰούλιος τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις ποιήσας χαλκῆν στήλην ἐδήλωσεν, ὅτι Ἀλεξανδρέων πολῖταί εἰσιν, ἐκ τούτων ποιήσομαι καὶ τὴν ἀπόδειξιν. 14.189παραθήσομαι δὲ τὰ γενόμενα ὑπό τε τῆς συγκλήτου δόγματα καὶ Ἰουλίου Καίσαρος πρός τε Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν. 14.190

Γάιος Ἰούλιος Καῖσαρ αὐτοκράτωρ καὶ ἀρχιερεὺς δικτάτωρ τὸ δεύτερον Σιδωνίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, κἀγὼ δὲ ἔρρωμαι σὺν τῷ στρατοπέδῳ. 14.191τῆς γενομένης ἀναγραφῆς ἐν τῇ δέλτῳ πρὸς Ὑρκανὸν υἱὸν Ἀλεξάνδρου ἀρχιερέα καὶ ἐθνάρχην Ἰουδαίων πέπομφα ὑμῖν τὸ ἀντίγραφον, ἵνʼ ἐν τοῖς δημοσίοις ὑμῶν ἀνακέηται γράμμασιν. βούλομαι δὲ καὶ ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἐν δέλτῳ χαλκῇ τοῦτο ἀνατεθῆναι. 14.192ἔστιν δὴ τοῦτο· Ἰούλιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον καὶ ἀρχιερεὺς μετὰ συμβουλίου γνώμης ἐπέκρινα. ἐπεὶ Ὑρκανὸς Ἀλεξάνδρου Ἰουδαῖος καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔν τε εἰρήνῃ καὶ πολέμῳ πίστιν τε καὶ σπουδὴν περὶ τὰ ἡμέτερα πράγματα ἐπεδείξατο, ὡς αὐτῷ πολλοὶ μεμαρτυρήκασιν αὐτοκράτορες, 14.193καὶ ἐν τῷ ἔγγιστα ἐν Ἀλεξανδρείᾳ πολέμῳ μετὰ χιλίων πεντακοσίων στρατιωτῶν ἧκεν σύμμαχος καὶ πρὸς Μιθριδάτην ἀποσταλεὶς ὑπʼ ἐμοῦ πάντας ἀνδρείᾳ τοὺς ἐν τάξει ὑπερέβαλεν, 14.194διὰ ταύτας τὰς αἰτίας Ὑρκανὸν Ἀλεξάνδρου καὶ τὰ τέκνα αὐτοῦ ἐθνάρχας Ἰουδαίων εἶναι ἀρχιερωσύνην τε Ἰουδαίων διὰ παντὸς ἔχειν κατὰ τὰ πάτρια ἔθη, εἶναί τε αὐτὸν καὶ τοὺς παῖδας αὐτοῦ συμμάχους ἡμῖν ἔτι τε καὶ ἐν τοῖς κατʼ ἄνδρα φίλοις ἀριθμεῖσθαι, 14.195ὅσα τε κατὰ τοὺς ἰδίους αὐτῶν νόμους ἐστὶν ἀρχιερατικὰ φιλάνθρωπα, ταῦτα κελεύω κατέχειν αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ· ἄν τε μεταξὺ γένηταί τις ζήτησις περὶ τῆς Ἰουδαίων ἀγωγῆς, ἀρέσκει μοι κρίσιν γίνεσθαι παρʼ αὐτοῖς. παραχειμασίαν δὲ χρήματα πράσσεσθαι οὐ δοκιμάζω. 14.196

Γαΐου Καίσαρος αὐτοκράτορος ὑπάτου δεδομένα συγκεχωρημένα προσκεκριμένα ἐστὶν οὕτως ἔχοντα. ὅπως τὰ τέκνα αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους ἄρχῃ, καὶ τοὺς δεδομένους τόπους καρπίζωνται, καὶ ἀρχιερεὺς αὐτὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων προϊστῆται τῶν ἀδικουμένων. 14.197πέμψαι δὲ πρὸς Ὑρκανὸν τὸν Ἀλεξάνδρου υἱὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ πρεσβευτὰς τοὺς περὶ φιλίας καὶ συμμαχίας διαλεξομένους· ἀνατεθῆναι δὲ καὶ χαλκῆν δέλτον ταῦτα περιέχουσαν ἔν τε τῷ Καπετωλίῳ καὶ Σιδῶνι καὶ Τύρῳ καὶ ἐν Ἀσκάλωνι καὶ ἐν τοῖς ναοῖς ἐγκεχαραγμένην γράμμασιν Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς. 14.198ὅπως τε τὸ δόγμα τοῦτο πᾶσι τοῖς κατὰ τὴν πόλιν ταμίαις καὶ τοῖς τούτων ἡγουμένοις εἴς τε τοὺς φίλους ἀνενέγκωσιν καὶ ξένια τοῖς πρεσβευταῖς παρασχεῖν καὶ τὰ διατάγματα διαπέμψαι πανταχοῦ. 14.199

Γάιος Καῖσαρ αὐτοκράτωρ δικτάτωρ ὕπατος τιμῆς καὶ ἀρετῆς καὶ φιλανθρωπίας ἕνεκεν συνεχώρησεν ἐπὶ συμφέροντι καὶ τῇ συγκλήτῳ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ τέκνα αὐτοῦ ἀρχιερεῖς τε καὶ ἱερεῖς Ἱεροσολύμων καὶ τοῦ ἔθνους εἶναι ἐπὶ τοῖς δικαίοις, οἷς καὶ οἱ πρόγονοι αὐτῶν τὴν ἀρχιερωσύνην διακατέσχον. 14.200

Γάιος Καῖσαρ ὕπατος τὸ πέμπτον ἔκρινεν τούτους ἔχειν καὶ τειχίσαι τὴν Ἱεροσολυμιτῶν πόλιν, καὶ κατέχειν αὐτὴν Ὑρκανὸν Ἀλεξάνδρου ἀρχιερέα Ἰουδαίων καὶ ἐθνάρχην ὡς ἂν αὐτὸς προαιρῆται. 14.201ὅπως τε Ἰουδαίοις ἐν τῷ δευτέρῳ τῆς μισθώσεως ἔτει τῆς προσόδου κόρον ὑπεξέλωνται καὶ μήτε ἐργολαβῶσί τινες μήτε φόρους τοὺς αὐτοὺς τελῶσιν. 14.202

Γάιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον ἔστησεν κατʼ ἐνιαυτὸν ὅπως τελῶσιν ὑπὲρ τῆς Ἱεροσολυμιτῶν πόλεως Ἰόππης ὑπεξαιρουμένης χωρὶς τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν ἐνιαυτὸν προσαγορεύουσιν, ἐπεὶ ἐν αὐτῷ μήτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν μήτε σπείρουσιν. 14.203καὶ ἵνα ἐν Σιδῶνι τῷ δευτέρῳ ἔτει τὸν φόρον ἀποδιδῶσιν τὸ τέταρτον τῶν σπειρομένων, πρὸς τούτοις ἔτι καὶ Ὑρκανῷ καὶ τοῖς τέκνοις αὐτοῦ τὰς δεκάτας τελῶσιν, ἃς ἐτέλουν καὶ τοῖς προγόνοις αὐτῶν. 14.204καὶ ὅπως μηδεὶς μήτε ἄρχων μήτε ἀντάρχων μήτε στρατηγὸς πρεσβευτὴς ἐν τοῖς ὅροις τῶν Ἰουδαίων ἀνιστὰς συμμαχίαν καὶ στρατιώτας ἐξῇ τούτῳ χρήματα εἰσπράττεσθαι εἰς παραχειμασίαν ἄλλῳ τινὶ ὀνόματι, ἀλλʼ εἶναι πανταχόθεν ἀνεπηρεάστους. 14.205ὅσα τε μετὰ ταῦτα ἔσχον ἐπρίαντο καὶ διακατέσχον καὶ ἐνεμήθησαν, ταῦτα πάντα αὐτοὺς ἔχειν. Ἰόππην τε πόλιν, ἣν ἀπʼ ἀρχῆς ἔσχον οἱ Ἰουδαῖοι ποιούμενοι τὴν πρὸς Ῥωμαίους φιλίαν αὐτῶν εἶναι, καθὼς καὶ τὸ πρῶτον, ἡμῖν ἀρέσκει, 14.206φόρους τε ὑπὲρ ταύτης τῆς πόλεως Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ παῖδας αὐτοῦ παρὰ τῶν τὴν γῆν νεμομένων χώρας λιμένος ἐξαγωγίου κατʼ ἐνιαυτὸν Σιδῶνι μοδίους δισμυρίους χοεʹ ὑπεξαιρουμένου τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν καλοῦσιν, καθʼ ὃν οὔτε ἀροῦσιν οὔτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν. 14.207τάς τε κώμας τὰς ἐν τῷ μεγάλῳ πεδίῳ, ἃς Ὑρκανὸς καὶ οἱ πρόγονοι πρότερον αὐτοῦ διακατέσχον, ἀρέσκει τῇ συγκλήτῳ ταῦτα Ὑρκανὸν καὶ Ἰουδαίους ἔχειν ἐπὶ τοῖς δικαίοις οἷς καὶ πρότερον εἶχον. 14.208μένειν δὲ καὶ τὰ ἀπʼ ἀρχῆς δίκαια, ὅσα πρὸς ἀλλήλους Ἰουδαίοις καὶ τοῖς ἀρχιερεῦσιν καὶ ἱερεῦσιν ἦν τά τε φιλάνθρωπα ὅσα τε τοῦ δήμου ψηφισαμένου καὶ τῆς συγκλήτου ἔσχον. ἐπὶ τούτοις τε τοῖς δικαίοις χρῆσθαι αὐτοῖς ἐξεῖναι ἐν Λύδδοις. 14.209τούς τε τόπους καὶ χώραν καὶ ἐποίκια, ὅσα βασιλεῦσι Συρίας καὶ Φοινίκης συμμάχοις οὖσι Ῥωμαίων κατὰ δωρεὰν ὑπῆρχε καρποῦσθαι, ταῦτα δοκιμάζει σύγκλητος Ὑρκανὸν τὸν ἐθνάρχην καὶ Ἰουδαίους ἔχειν. 14.210δεδόσθαι δὲ Ὑρκανῷ καὶ παισὶ τοῖς αὐτοῦ καὶ πρεσβευταῖς τοῖς ὑπʼ αὐτοῦ πεμφθεῖσιν ἔν τε πυγμῇ μονομάχων καὶ θηρίων καθεζομένοις μετὰ τῶν συγκλητικῶν θεωρεῖν αἰτησαμένους παρὰ δικτάτορος παρὰ ἱππάρχου παρελθεῖν εἰς τὴν σύγκλητον εἰσάγωσιν καὶ τὰ ἀποκρίματα αὐτοῖς ἀποδιδῶσιν ἐν ἡμέραις δέκα ταῖς ἁπάσαις, ἀφʼ ἧς ἂν τὸ δόγμα γένηται. 14.211

Γάιος Καῖσαρ αὐτοκράτωρ δικτάτωρ τὸ τέταρτον ὕπατός τε τὸ πέμπτον δικτάτωρ ἀποδεδειγμένος διὰ βίου λόγους ἐποιήσατο περὶ τῶν δικαίων τῶν Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου ἀρχιερέως Ἰουδαίων καὶ ἐθνάρχου τοιούτους· 14.212τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων ἐν ταῖς ἐπαρχίαις μαρτυρησάντων Ὑρκανῷ ἀρχιερεῖ Ἰουδαίων καὶ Ἰουδαίοις ἐπί τε συγκλήτου καὶ δήμου Ῥωμαίων, εὐχαριστήσαντος δὲ καὶ τοῦ δήμου καὶ τῆς συγκλήτου αὐτοῖς, καλῶς ἔχει καὶ ἡμᾶς ἀπομνημονεύειν καὶ προνοεῖν, ὡς Ὑρκανῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων καὶ τοῖς Ὑρκανοῦ παισὶν ὑπὸ συγκλήτου καὶ δήμου Ῥωμαίων ἀξία τῆς πρὸς ἡμᾶς εὐνοίας αὐτῶν καὶ ὧν εὐεργέτησαν ἡμᾶς χάρις ἀνταποδοθῇ. 14.213

Ἰούλιος Γάιος ὑιοσο στρατηγὸς ὕπατος Ῥωμαίων Παριανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἐνέτυχόν μοι οἱ Ἰουδαῖοι ἐν Δήλῳ καί τινες τῶν παροίκων Ἰουδαίων παρόντων καὶ τῶν ὑμετέρων πρέσβεων καὶ ἐνεφάνισαν, ὡς ὑμεῖς ψηφίσματι κωλύετε αὐτοὺς τοῖς πατρίοις ἔθεσι καὶ ἱεροῖς χρῆσθαι. 14.214ἐμοὶ τοίνυν οὐκ ἀρέσκει κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων τοιαῦτα γίνεσθαι ψηφίσματα καὶ κωλύεσθαι αὐτοὺς ζῆν κατὰ τὰ αὐτῶν ἔθη καὶ χρήματα εἰς σύνδειπνα καὶ τὰ ἱερὰ εἰσφέρειν, τοῦτο ποιεῖν αὐτῶν μηδʼ ἐν Ῥώμῃ κεκωλυμένων. 14.215καὶ γὰρ Γάιος Καῖσαρ ἡμέτερος στρατηγὸς καὶ ὕπατος ἐν τῷ διατάγματι κωλύων θιάσους συνάγεσθαι κατὰ πόλιν μόνους τούτους οὐκ ἐκώλυσεν οὔτε χρήματα συνεισφέρειν οὔτε σύνδειπνα ποιεῖν. 14.216ὁμοίως δὲ κἀγὼ τοὺς ἄλλους θιάσους κωλύων τούτοις μόνοις ἐπιτρέπω κατὰ τὰ πάτρια ἔθη καὶ νόμιμα συνάγεσθαί τε καὶ ἑστιᾶσθαι. καὶ ὑμᾶς οὖν καλῶς ἔχει, εἴ τι κατὰ τῶν ἡμετέρων φίλων καὶ συμμάχων ψήφισμα ἐποιήσατε, τοῦτο ἀκυρῶσαι διὰ τὴν περὶ ἡμᾶς αὐτῶν ἀρετὴν καὶ εὔνοιαν. 14.217

Μετὰ δὲ τὸν Γαΐου θάνατον Μᾶρκος Ἀντώνιος καὶ Πόπλιος Δολαβέλλας ὕπατοι ὄντες τήν τε σύγκλητον συνήγαγον καὶ τοὺς παρʼ Ὑρκανοῦ πρέσβεις παραγαγόντες διελέχθησαν περὶ ὧν ἠξίουν καὶ φιλίαν πρὸς αὐτοὺς ἐποίησαν, καὶ πάντα συγχωρεῖν αὐτοῖς σύγκλητος ἐψηφίσατο ὅσων τυγχάνειν ἐβούλοντο. 14.218παρατέθειμαι δὲ καὶ τὸ δόγμα, ὅπως τὴν ἀπόδειξιν τῶν λεγομένων ἐγγύθεν ἔχωσιν οἱ ἀναγινώσκοντες τὴν πραγματείαν. ἦν δὲ τοιοῦτον· 14.219

Δόγμα συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν δημοσίων τῶν ταμιευτικῶν Κοΐντω Ῥουτιλίω Κοΐντω Κορνηλίω ταμίαις κατὰ πόλιν, δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων, 14.220Σερουίνιος Παπίνιος Λεμωνία Κούιντος, Γάιος Κανείνιος Τηρητίνα Ῥέβιλος, Πόπλιος Τηδήτιος Λευκίου υἱὸς Πολλία, Λεύκιος Ἀπούλιος Λευκίου υἱὸς Σεργία, Φλάβιος Λευκίου Λεμωνία, Πόπλιος Πλαύτιος Ποπλίου Παπειρία, Μᾶρκος Σέλλιος Μάρκου Μαικία, Λεύκιος Ἐρούκιος Λουκίου Στηλητίνα, Μᾶρκος Κούιντος Μάρκου υἱὸς Πολλία Πλανκῖνος, 14.221Πούπλιος Σέρριος Πόπλιος Δολοβέλλας Μᾶρκος Ἀντώνιος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν δόγματι συγκλήτου Γάιος Καῖσαρ ὑπὲρ Ἰουδαίων ἔκρινεν καὶ εἰς τὸ ταμιεῖον οὐκ ἔφθασεν ἀνενεχθῆναι, περὶ τούτων ἀρέσκει ἡμῖν γενέσθαι, ὡς καὶ Ποπλίῳ Δολαβέλλᾳ καὶ Μάρκῳ Ἀντωνίῳ τοῖς ὑπάτοις ἔδοξεν, ἀνενεγκεῖν τε ταῦτα εἰς δέλτους καὶ πρὸς τοὺς κατὰ πόλιν ταμίας, ὅπως φροντίσωσιν καὶ αὐτοὶ εἰς δέλτους ἀναθεῖναι διπτύχους. 14.222ἐγένετο πρὸ πέντε εἰδῶν Φεβρουαρίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. οἱ δὲ πρεσβεύοντες παρὰ Ὑρκανοῦ τοῦ ἀρχιερέως ἦσαν οὗτοι· Λυσίμαχος Παυσανίου Ἀλέξανδρος Θεοδώρου Πάτροκλος Χαιρέου Ἰωάννης Ὀνείου. 14.223

Ἔπεμψεν δὲ τούτων Ὑρκανὸς τῶν πρεσβευτῶν ἕνα καὶ πρὸς Δολαβέλλαν τὸν τῆς Ἀσίας τότε ἡγεμόνα, παρακαλῶν ἀπολῦσαι τοὺς Ἰουδαίους τῆς στρατείας καὶ τὰ πάτρια τηρεῖν ἔθη καὶ κατὰ ταῦτα ζῆν ἐπιτρέπειν· 14.224οὗ τυχεῖν αὐτῷ ῥᾳδίως ἐγένετο· λαβὼν γὰρ Δολοβέλλας τὰ παρὰ τοῦ Ὑρκανοῦ γράμματα, μηδὲ βουλευσάμενος ἐπιστέλλει τοῖς κατὰ τὴν Ἀσίαν ἅπασιν γράψας τῇ Ἐφεσίων πόλει πρωτευούσῃ τῆς Ἀσίας περὶ τῶν Ἰουδαίων. δὲ ἐπιστολὴ τοῦτον περιεῖχεν τὸν τρόπον· 14.225

Ἐπὶ πρυτάνεως Ἀρτέμωνος μηνὸς Ληναιῶνος προτέρᾳ. Δολοβέλλας αὐτοκράτωρ Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. 14.226Ἀλέξανδρος Θεοδώρου πρεσβευτὴς Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου υἱοῦ ἀρχιερέως καὶ ἐθνάρχου τῶν Ἰουδαίων ἐνεφάνισέν μοι περὶ τοῦ μὴ δύνασθαι στρατεύεσθαι τοὺς πολίτας αὐτοῦ διὰ τὸ μήτε ὅπλα βαστάζειν δύνασθαι μήτε ὁδοιπορεῖν ἐν ταῖς ἡμέραις τῶν σαββάτων, μήτε τροφῶν τῶν πατρίων καὶ συνήθων κατὰ τούτους εὐπορεῖν. 14.227ἐγώ τε οὖν αὐτοῖς, καθὼς καὶ οἱ πρὸ ἐμοῦ ἡγεμόνες, δίδωμι τὴν ἀστρατείαν καὶ συγχωρῶ χρῆσθαι τοῖς πατρίοις ἐθισμοῖς ἱερῶν ἕνεκα καὶ ἁγίοις συναγομένοις, καθὼς αὐτοῖς νόμιμον, καὶ τῶν πρὸς τὰς θυσίας ἀφαιρεμάτων, ὑμᾶς τε βούλομαι ταῦτα γράψαι κατὰ πόλεις. 14.228

Καὶ ταῦτα μὲν Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν· πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις. 14.229παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου υἱὸς Τηρητίνα Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία Γάλλος, Γάιος Σέντιος Γαΐου υἱὸς Σαβατίνα. 14.230

Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ. 14.231

Ψήφισμα Δηλίων. ἐπʼ ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν καὶ τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν προσέταξεν, 14.232ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο. 14.233

Γάιος Φάννιος Γαΐου υἱὸς στρατηγὸς ὕπατος Κῴων ἄρχουσι χαίρειν. βούλομαι ὑμᾶς εἰδέναι, ὅτι πρέσβεις Ἰουδαίων μοι προσῆλθον ἀξιοῦντες λαβεῖν τὰ συγκλήτου δόγματα τὰ περὶ αὐτῶν γεγονότα. ὑποτέτακται δὲ τὰ δεδογμένα. ὑμᾶς οὖν θέλω φροντίσαι καὶ προνοῆσαι τῶν ἀνθρώπων κατὰ τὸ τῆς συγκλήτου δόγμα, ὅπως διὰ τῆς ὑμετέρας χώρας εἰς τὴν οἰκείαν ἀσφαλῶς ἀνακομισθῶσιν. 14.234

Λεύκιος Λέντλος ὕπατος λέγει· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινές μοι ἱερὰ ἔχειν καὶ ποιεῖν Ἰουδαϊκὰ ἐν Ἐφέσῳ ἐδόκουν, δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. τοῦτο ἐγένετο πρὸ δώδεκα καλανδῶν Κουιντιλίων. 14.235

Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαῖοι πολῖται ἡμέτεροι προσελθόντες μοι ἐπέδειξαν αὐτοὺς σύνοδον ἔχειν ἰδίαν κατὰ τοὺς πατρίους νόμους ἀπʼ ἀρχῆς καὶ τόπον ἴδιον, ἐν τά τε πράγματα καὶ τὰς πρὸς ἀλλήλους ἀντιλογίας κρίνουσιν, τοῦτό τε αἰτησαμένοις ἵνʼ ἐξῇ ποιεῖν αὐτοῖς τηρῆσαι καὶ ἐπιτρέψαι ἔκρινα. 14.236

Μᾶρκος Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου λέγουσιν. Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος Κλεοπατρίδου Ἀλεξανδρεὺς λόγους ἐποιήσατο, 14.237ὅπως πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ, δεισιδαιμονίας ἕνεκα ἀπολύσῃ· καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις. 14.238παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πήιος Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου Τηρητείνα Βρόκχος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος, 14.239Γάιος Τεύτιος Γαΐου Αἰμιλία χιλίαρχος, Σέξστος Ἀτίλιος Σέξστου υἱὸς Αἰμιλία Σέσρανος, Γάιος Πομπήιος Γαΐου υἱὸς Σαβατίνα, Τίτος Ἄμπιος Τίτου Μένανδρος, Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Στράβων, Λεύκιος Πάκκιος Λευκίου Κολλίνα Καπίτων, Αὖλος Φούριος Αὔλου υἱὸς Τέρτιος, Ἄππιος Μηνᾶς. 14.240ἐπὶ τούτων Λέντλος δόγμα ἐξέθετο· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινες ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰώθασιν, ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. 14.241

Λαοδικέων ἄρχοντες Γαΐῳ Ῥαβελλίῳ Γαΐου υἱῷ ὑπάτῳ χαίρειν. Σώπατρος Ὑρκανοῦ τοῦ ἀρχιερέως πρεσβευτὴς ἀπέδωκεν ἡμῖν τὴν παρὰ σοῦ ἐπιστολήν, διʼ ἧς ἐδήλου ἡμῖν παρὰ Ὑρκανοῦ τοῦ Ἰουδαίων ἀρχιερέως ἐληλυθότας τινὰς γράμματα κομίσαι περὶ τοῦ ἔθνους αὐτῶν γεγραμμένα, 14.242ἵνα τά τε σάββατα αὐτοῖς ἐξῇ ἄγειν καὶ τὰ λοιπὰ ἱερὰ ἐπιτελεῖν κατὰ τοὺς πατρίους νόμους, ὅπως τε μηδεὶς αὐτοῖς ἐπιτάσσῃ διὰ τὸ φίλους αὐτοὺς ἡμετέρους εἶναι καὶ συμμάχους, ἀδικήσῃ τε μηδὲ εἷς αὐτοὺς ἐν τῇ ἡμετέρᾳ ἐπαρχίᾳ, ὡς Τραλλιανῶν τε ἀντειπόντων κατὰ πρόσωπον μὴ ἀρέσκεσθαι τοῖς περὶ αὐτῶν δεδογμένοις ἐπέταξας ταῦτα οὕτως γίνεσθαι· παρακεκλῆσθαι δέ σε, ὥστε καὶ ἡμῖν γράψαι περὶ αὐτῶν. 14.243ἡμεῖς οὖν κατακολουθοῦντες τοῖς ἐπεσταλμένοις ὑπὸ σοῦ τήν τε ἐπιστολὴν τὴν ἀποδοθεῖσαν ἐδεξάμεθα καὶ κατεχωρίσαμεν εἰς τὰ δημόσια ἡμῶν γράμματα καὶ περὶ τῶν ἄλλων ὧν ἐπέσταλκας προνοήσομεν, ὥστε μηδὲν μεμφθῆναι. 14.244

Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. 14.245Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ δίκαιον ψήφισμα. 14.246βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι. 14.247

Ψήφισμα Περγαμηνῶν. ἐπὶ πρυτάνεως Κρατίππου μηνὸς Δαισίου πρώτῃ γνώμη στρατηγῶν. ἐπεὶ Ῥωμαῖοι κατακολουθοῦντες τῇ τῶν προγόνων ἀγωγῇ τοὺς ὑπὲρ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀσφαλείας κινδύνους ἀναδέχονται καὶ φιλοτιμοῦνται τοὺς συμμάχους καὶ φίλους ἐν εὐδαιμονίᾳ καὶ βεβαίᾳ καταστῆσαι εἰρήνῃ, 14.248πέμψαντος πρὸς αὐτοὺς τοῦ ἔθνους τοῦ Ἰουδαίων καὶ Ὑρκανοῦ τοῦ ἀρχιερέως αὐτῶν πρέσβεις Στράτωνα Θεοδότου Ἀπολλώνιον Ἀλεξάνδρου Αἰνείαν Ἀντιπάτρου Ἀριστόβουλον Ἀμύντου Σωσίπατρον Φιλίππου ἄνδρας καλοὺς καὶ ἀγαθούς, 14.249καὶ περὶ τῶν κατὰ μέρη ἐμφανισάντων ἐδογμάτισεν σύγκλητος περὶ ὧν ἐποιήσαντο τοὺς λόγους, ὅπως μηδὲν ἀδικῇ Ἀντίοχος βασιλεὺς Ἀντιόχου υἱὸς Ἰουδαίους συμμάχους Ῥωμαίων, ὅπως τε φρούρια καὶ λιμένας καὶ χώραν καὶ εἴ τι ἄλλο ἀφείλετο αὐτῶν ἀποδοθῇ καὶ ἐξῇ αὐτοῖς ἐκ τῶν λιμένων μηδʼ ἐξαγαγεῖν, 14.250ἵνα τε μηδεὶς ἀτελὴς ἐκ τῆς Ἰουδαίων χώρας τῶν λιμένων αὐτῶν ἐξάγων βασιλεὺς δῆμος μόνος Πτολεμαῖος Ἀλεξανδρέων βασιλεὺς διὰ τὸ εἶναι σύμμαχος ἡμέτερος καὶ φίλος, καὶ τὴν ἐν Ἰόππῃ φρουρὰν ἐκβαλεῖν, καθὼς ἐδεήθησαν· 14.251τῆς βουλῆς ἡμῶν Λούκιος Πέττιος ἀνὴρ καλὸς καὶ ἀγαθὸς προσέταξεν, ἵνα φροντίσωμεν ταῦτα οὕτως γενέσθαι, καθὼς σύγκλητος ἐδογμάτισεν, προνοῆσαί τε τῆς ἀσφαλοῦς εἰς οἶκον τῶν πρεσβευτῶν ἀνακομιδῆς. 14.252ἀπεδεξάμεθα δὲ καὶ ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν τὸν Θεόδωρον, ἀπολαβόντες δὲ τὴν ἐπιστολὴν παρʼ αὐτοῦ καὶ τὸ τῆς συγκλήτου δόγμα, καὶ ποιησαμένου μετὰ πολλῆς σπουδῆς τοὺς λόγους καὶ τὴν Ὑρκανοῦ ἐμφανίσαντος ἀρετὴν καὶ μεγαλοψυχίαν, 14.253καὶ ὅτι κοινῇ πάντας εὐεργετεῖ καὶ κατʼ ἰδίαν τοὺς πρὸς αὐτὸν ἀφικομένους, τά τε γράμματα εἰς τὰ δημόσια ἡμῶν ἀπεθέμεθα καὶ αὐτοὶ πάντα ποιεῖν ὑπὲρ Ἰουδαίων σύμμαχοι ὄντες Ῥωμαίων κατὰ τὸ τῆς συγκλήτου δόγμα ἐψηφισάμεθα. 14.254ἐδεήθη δὲ καὶ Θεόδωρος τὴν ἐπιστολὴν ἡμῖν ἀποδοὺς τῶν ἡμετέρων στρατηγῶν, ἵνα πέμψωσι πρὸς Ὑρκανὸν τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ πρέσβεις δηλώσοντας τὴν τοῦ ἡμετέρου δήμου σπουδὴν καὶ παρακαλέσοντας συντηρεῖν τε καὶ αὔξειν αὐτὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ ἀγαθοῦ τινος αἴτιον γίνεσθαι, 14.255ὡς ἀμοιβάς τε τὰς προσηκούσας ἀποληψόμενον μεμνημένον τε ὡς καὶ ἐν τοῖς κατὰ Ἄβραμον καιροῖς, ὃς ἦν πάντων Ἑβραίων πατήρ, οἱ πρόγονοι ἡμῶν ἦσαν αὐτοῖς φίλοι, καθὼς καὶ ἐν τοῖς δημοσίοις εὑρίσκομεν γράμμασιν. 14.256

Ψήφισμα Ἁλικαρνασέων. ἐπὶ ἱερέως Μέμνονος τοῦ Ἀριστείδου, κατὰ δὲ ποίησιν Εὐωνύμου, Ἀνθεστηριῶνος ἔδοξε τῷ δήμῳ εἰσηγησαμένου Μάρκου Ἀλεξάνδρου. 14.257ἐπεὶ τὸ πρὸς τὸ θεῖον εὐσεβές τε καὶ ὅσιον ἐν ἅπαντι καιρῷ διὰ σπουδῆς ἔχομεν κατακολουθοῦντες τῷ δήμῳ τῶν Ῥωμαίων πάντων ἀνθρώπων ὄντι εὐεργέτῃ καὶ οἷς περὶ τῆς Ἰουδαίων φιλίας καὶ συμμαχίας πρὸς τὴν πόλιν ἔγραψεν, ὅπως συντελῶνται αὐτοῖς αἱ εἰς τὸν θεὸν ἱεροποιίαι καὶ ἑορταὶ αἱ εἰθισμέναι καὶ σύνοδοι, 14.258δεδόχθαι καὶ ἡμῖν Ἰουδαίων τοὺς βουλομένους ἄνδρας τε καὶ γυναῖκας τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ συντελεῖν κατὰ τοὺς Ἰουδαίων νόμους καὶ τὰς προσευχὰς ποιεῖσθαι πρὸς τῇ θαλάττῃ κατὰ τὸ πάτριον ἔθος. ἂν δέ τις κωλύσῃ ἄρχων ἰδιώτης, τῷδε τῷ ζημιώματι ὑπεύθυνος ἔστω καὶ ὀφειλέτω τῇ πόλει. 14.259

Ψήφισμα Σαρδιανῶν. ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ στρατηγῶν εἰσηγησαμένων. ἐπεὶ οἱ κατοικοῦντες ἡμῶν ἐν τῇ πόλει ἀπʼ ἀρχῆς Ἰουδαῖοι πολῖται πολλὰ καὶ μεγάλα φιλάνθρωπα ἐσχηκότες διὰ παντὸς παρὰ τοῦ δήμου καὶ νῦν εἰσελθόντες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεκάλεσαν, 14.260ἀποκαθισταμένων αὐτοῖς τῶν νόμων καὶ τῆς ἐλευθερίας ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ἵνα κατὰ τὰ νομιζόμενα ἔθη συνάγωνται καὶ πολιτεύωνται καὶ διαδικάζωνται πρὸς αὑτούς, δοθῇ τε καὶ τόπος αὐτοῖς, εἰς ὃν συλλεγόμενοι μετὰ γυναικῶν καὶ τέκνων ἐπιτελοῦσιν τὰς πατρίους εὐχὰς καὶ θυσίας τῷ θεῷ· 14.261δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ συγκεχωρῆσθαι αὐτοῖς συνερχομένοις ἐν ταῖς ἀποδεδειγμέναις ἡμέραις πράσσειν τὰ κατὰ τοὺς αὐτῶν νόμους, ἀφορισθῆναι δʼ αὐτοῖς καὶ τόπον ὑπὸ τῶν στρατηγῶν εἰς οἰκοδομίαν καὶ οἴκησιν αὐτῶν, ὃν ἂν ὑπολάβωσιν πρὸς τοῦτʼ ἐπιτήδειον εἶναι, ὅπως τε τοῖς τῆς πόλεως ἀγορανόμοις ἐπιμελὲς καὶ τὰ ἐκείνοις πρὸς τροφὴν ἐπιτήδεια ποιεῖν εἰσάγεσθαι. 14.262

Ψήφισμα Ἐφεσίων. ἐπὶ πρυτάνεως Μηνοφίλου μηνὸς Ἀρτεμισίου τῇ προτέρᾳ ἔδοξε τῷ δήμῳ, Νικάνωρ Εὐφήμου εἶπεν εἰσηγησαμένων τῶν στρατηγῶν. 14.263ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου, 14.264 στρατηγὸς συνεχώρησεν, δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δʼ αὐτοῖς πάντα ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους. 14.265

Πολλὰ μὲν οὖν ἐστιν καὶ ἄλλα τοιαῦτα τῇ συγκλήτῳ καὶ τοῖς αὐτοκράτορσι τοῖς Ῥωμαίων δόγματα πρὸς Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν γεγενημένα καὶ πόλεσιν ψηφίσματα καὶ γράμματα πρὸς τὰς περὶ τῶν ἡμετέρων δικαίων ἐπιστολὰς ἀντιπεφωνημένα τοῖς ἡγεμόσιν, περὶ ὧν ἁπάντων ἐξ ὧν παρατεθείμεθα πιστεύειν τοῖς ἀναγνωσομένοις οὐ βασκάνως ἡμῶν τὴν γραφὴν πάρεστιν. 14.266ἐπεὶ γὰρ ἐναργῆ καὶ βλεπόμενα τεκμήρια παρεχόμεθα τῆς πρὸς Ῥωμαίους ἡμῖν φιλίας γενομένης ἐπιδεικνύντες αὐτὰ χαλκαῖς στήλαις καὶ δέλτοις ἐν τῷ Καπετωλίῳ μέχρι νῦν διαμένοντα καὶ διαμενοῦντα, τὴν μὲν πάντων παράθεσιν ὡς περιττήν τε ἅμα καὶ ἀτερπῆ παρῃτησάμην, 14.267οὐδένα δʼ οὕτως ἡγησάμην σκαιόν, ὃς οὐχὶ καὶ περὶ τῆς Ῥωμαίων ἡμῖν πιστεύσει φιλανθρωπίας, ὅτι ταύτην καὶ διὰ πλειόνων ἐπεδείξαντο πρὸς ἡμᾶς δογμάτων, καὶ ἡμᾶς οὐχ ὑπολήψεται περὶ ὧν εἶναί φαμεν ἀληθεύειν ἐξ ὧν ἐπεδείξαμεν. τὴν μὲν οὖν πρὸς Ῥωμαίους φιλίαν καὶ συμμαχίαν κατʼ ἐκείνους τοὺς καιροὺς γενομένην δεδηλώκαμεν. 14.268

Συνέβη δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ αἰτίας τοιαύτης· Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν Καίσαρος στρατηγῶν ἐπʼ αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως. 14.269τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος. 14.270χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δʼ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται. 14.271

Τοῦ δʼ ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα· 14.272καὶ λύσας τὴν πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους ἐπετίθει· μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου πραττόμενος. 14.273Ἀντίπατρος δʼ ὁρῶν ἐν μεγάλῳ φόβῳ καὶ ταραχῇ τὰ πράγματα μερίζει τὴν τῶν χρημάτων εἴσπραξιν καὶ ἑκατέρῳ τῶν υἱῶν συνάγειν δίδωσιν τὰ μὲν Μαλίχῳ κακοήθως πρὸς αὐτὸν διακειμένῳ, τὰ δὲ ἄλλοις προσέταξεν εἰσπράττεσθαι. 14.274καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ· σῶφρον γὰρ ἔδοξεν αὐτῷ Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρʼ αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων. 14.275ἐπιπράσκοντο δʼ αὔτανδροι οἱ τῶν ἄλλων πόλεων ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα. 14.276ἐπεξῆλθε δʼ ἂν ὑπʼ ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο γὰρ ἐπʼ αὐτόν, εἰ μὴ Ὑρκανὸς διʼ Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ πέμψας ἐπέσχε τῆς ὁρμῆς. 14.277

Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλʼ αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν. 14.278δεινὸς δὲ ὢν Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθʼ ὅρκων αὐτῷ τε καὶ τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν φυλακὴν τῶν ὅπλων οὐδʼ ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν, καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον, 14.279καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν. 14.280

Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον· Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον· συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα. 14.281Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρʼ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν. 14.282γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου. 14.283καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου. 14.284τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις. 14.285

Μετʼ οὐ πολὺ δʼ ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους. 14.286ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, δʼ οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλʼ ἐδάκρυεν τὸν Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος ἐποιεῖτο. 14.287ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον. 14.288

Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν, κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί, καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν Ἡρώδῃ δίκαια μέλλοντι πράξειν. 14.289ὡς δὲ Λαοδίκειαν ᾑρηκότος Κασσίου πρὸς αὐτὸν ἀπῄεσαν κοινῇ στεφάνους τε αὐτῷ καὶ χρήματα κομίζοντες, Ἡρώδης μὲν προσεδόκα δώσειν τὸν Μάλιχον τιμωρίαν ἐκεῖ γενόμενον, 14.290 δὲ περὶ Τύρον τῆς Φοινίκης ὑπιδόμενος τὸ πρᾶγμα μειζόνων ἐφήπτετο, καὶ τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ παρελθὼν εἰς τὴν πόλιν ἔγνω τοῦτόν τε ὑπεκκλέψαι καὶ εἰς τὴν Ἰουδαίαν ἀπαίρειν σπεύδοντος ἐπʼ Ἀντώνιον Κασσίου τό τε ἔθνος ἀποστήσας αὐτὸς τὴν ἀρχὴν κατέχειν. 14.291τοῖς δὲ βεβουλευμένοις τε δαίμων ἀντέπραξεν καὶ δεινὸς ὢν Ἡρώδης τὴν προαίρεσιν αὐτοῦ κατανοῆσαι, ὃς προεισπέμψας θεράποντα τῷ μὲν δοκεῖν ἐπὶ δείπνου παρασκευήν, καὶ γὰρ ἑστιάσειν αὐτοὺς ἅπαντας προειρήκει, ταῖς δʼ ἀληθείαις πρὸς τοὺς χιλιάρχους, ἐξελθεῖν ἐπὶ Μάλιχον πείθει μετὰ ξιφιδίων. 14.292οἱ δʼ ἐπεξελθόντες καὶ πλησίον τῆς πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν οὖν ὑπʼ ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δʼ ἀνενεγκὼν ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς Μάλιχον ἀνῃρηκώς. 14.293εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον, πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν. 14.294

Κασσίου δʼ ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν· Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον τε δῆμος ἔνοπλος ἦν. 14.295Ἡρώδης δὲ παρὰ Φάβιον ἐπορεύετο ἐν Δαμασκῷ στρατηγοῦντα, καὶ βουλόμενος προσδραμεῖν πρὸς τὸν ἀδελφὸν ὑπὸ νόσου κωλύεται, ἕως οὗ Φασάηλος διʼ αὐτοῦ κρείττων Ἔλικος γενόμενος κατακλείει μὲν αὐτὸν εἰς πύργον, εἶτα δὲ ὑπόσπονδον ἀφίησιν, τόν τε Ὑρκανὸν ἐμέμφετο πολλὰ μὲν εὖ παθόντα ὑπʼ αὐτῶν συμπράττοντα δὲ τοῖς ἐχθροῖς. 14.296 γὰρ ἀδελφὸς Μαλίχου τότε ἀποστήσας οὐκ ὀλίγα χωρία ἐφρούρει καὶ Μάσαδαν τὸ πάντων ἐρυμνότατον. ἐπὶ μὲν οὖν τοῦτον ῥαΐσας Ἡρώδης ἐκ τῆς νόσου παραγίνεται καὶ ἀφελόμενος αὐτοῦ πάντα ὅσα εἶχεν χωρία ὑπόσπονδον ἀπέλυσεν. 14.297

Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου στρατιὰν ἀθροίσαντα καὶ Φάβιον τεθεραπευκότα χρήμασιν κατῆγεν Πτολεμαῖος Μενναίου διὰ τὸ κήδευμα. συνεμάχει δʼ αὐτῷ καὶ Μαρίων, ὃν Τυρίων καταλελοίπει τύραννον Κάσσιος· τυραννίσι γὰρ διαλαβὼν τὴν Συρίαν οὗτος ἀνὴρ ἐφρούρησεν. 14.298 δὲ Μαρίων καὶ εἰς τὴν Γαλιλαίαν ὅμορον οὖσαν ἐνέβαλεν καὶ τρία καταλαβὼν ἐρύματα διὰ φρουρᾶς εἶχεν. ἐλθὼν δὲ καὶ ἐπὶ τοῦτον Ἡρώδης ἅπαντα μὲν αὐτὸν ἀφείλετο, τοὺς δὲ Τυρίων φρουροὺς φιλανθρώπως ἀπέλυσεν ἔστιν οἷς καὶ δωρεὰς δοὺς διὰ τὸ πρὸς τὴν πόλιν εὔνουν. 14.299ταῦτα διαπραξάμενος ὑπήντησεν Ἀντιγόνῳ καὶ μάχην αὐτῷ συνάψας νικᾷ καὶ ὅσον οὔπω τῶν ἄκρων ἐπιβάντα τῆς Ἰουδαίας ἐξέωσεν. εἰς Ἱεροσόλυμα δὲ παραγενόμενον στεφάνοις ἀνέδουν Ὑρκανός τε καὶ δῆμος. 14.300ἐγεγάμβρευτο δʼ ἤδη καθʼ ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος. 14.301

Κάσσιον μὲν οὖν χειροῦνται Ἀντώνιός τε καὶ Καῖσαρ περὶ Φιλίππους, ὡς καὶ παρʼ ἄλλοις δεδήλωται. μετὰ δὲ τὴν νίκην Καῖσαρ μὲν ἐπʼ Ἰταλίας ἐχώρει, Ἀντώνιος δὲ εἰς τὴν Ἀσίαν ἀπῆρεν· γενομένῳ δὲ ἐν τῇ Βιθυνίᾳ αἱ πανταχόθεν ἀπήντων πρεσβεῖαι. 14.302παρῆσαν δὲ καὶ Ἰουδαίων οἱ ἐν τέλει κατηγοροῦντες τῶν περὶ Φασάηλον καὶ Ἡρώδην, πρόσχημα μὲν εἶναι λέγοντες τῆς βασιλείας Ὑρκανόν, τούτους δὲ τὴν πᾶσαν ἔχειν ἐξουσίαν. 14.303Ἡρώδην δὲ Ἀντώνιος διὰ πολλῆς εἶχε τιμῆς ἐλθόντα πρὸς αὐτὸν ἐπὶ ἀπολογίᾳ τῶν κατηγορούντων, καὶ διὰ τοῦτο συνέβη μηδὲ λόγου τυχεῖν τοὺς ἀντιστασιώτας· διεπέπρακτο δὲ τοῦτο χρήμασιν Ἡρώδης παρʼ Ἀντωνίου. 14.304ἐπεὶ δʼ εἰς Ἔφεσον ἧκεν Ἀντώνιος, ἔπεμψεν Ὑρκανὸς ἀρχιερεὺς καὶ τὸ ἔθνος τὸ ἡμέτερον πρεσβείαν πρὸς αὐτὸν στέφανόν τε κομίζουσαν χρυσοῦν καὶ παρακαλοῦσαν τοὺς αἰχμαλωτισθέντας ὑπὸ Κασσίου Ἰουδαίους οὐ νόμῳ πολέμου γράψαντα τοῖς κατὰ τὰς ἐπαρχίας ἐλευθέρους ἀπολῦσαι καὶ τὴν χώραν, ἣν ἐν τοῖς Κασσίου καιροῖς ἀφῃρέθησαν, ἀποδοῦναι. 14.305ταῦτα κρίνας Ἀντώνιος ἀξιοῦν δίκαια τοὺς Ἰουδαίους παραχρῆμα ἔγραψεν Ὑρκανῷ καὶ τοῖς Ἰουδαίοις, ἐπέστειλεν δὲ καὶ τοῖς Τυρίοις καὶ διάταγμα ἔπεμπε περιέχον ταῦτα. 14.306

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Ὑρκανῷ ἀρχιερεῖ καὶ ἐθνάρχῃ καὶ τῷ Ἰουδαίων ἔθνει χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι, ἔρρωμαι δὲ καὶ αὐτὸς μετὰ τοῦ στρατεύματος. 14.307Λυσίμαχος Παυσανίου καὶ Ἰώσηπος Μενναίου καὶ Ἀλέξανδρος Θεοδώρου πρεσβευταὶ ἐν Ἐφέσῳ μοι συντυχόντες τήν τε ἔμπροσθεν ἐν Ῥώμῃ τελεσθεῖσαν αὐτοῖς πρεσβείαν ἀνενεώσαντο καὶ τὴν νῦν ὑπὲρ σοῦ καὶ τοῦ ἔθνους σπουδαίως διέθεντο, ἣν ἔχεις εὔνοιαν πρὸς ἡμᾶς ἐμφανίσαντες. 14.308πεπεισμένος οὖν καὶ ἐκ τῶν πραγμάτων καὶ ἐκ τῶν λόγων, ὅτι οἰκειότατα ἔχετε πρὸς ἡμᾶς, καὶ τὸ ἀραρὸς ὑμῶν ἦθος καὶ θεοσεβὲς κατανοήσας, 14.309ἴδιον ἥγημαι καταδραμόντων δὲ τὴν Ἀσίαν ἅπασαν τῶν ἐναντιωθέντων ἡμῖν τε καὶ τῷ δήμῳ τῶν Ῥωμαίων καὶ μήτε πόλεων μήτε ἡρῴων ἀποσχομένων μήτε ὅρκους οὓς ἐποιήσαντο φυλαξάντων, ἡμεῖς ὡς οὐχ ὑπὲρ ἰδίου μόνον ἀγῶνος, ἀλλʼ ὡς ὑπὲρ ἁπάντων κοινοῦ, τοὺς αἰτίους καὶ τῶν εἰς ἀνθρώπους παρανομιῶν καὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ἠμυνάμεθα, διʼ καὶ τὸν ἥλιον ἀπεστράφθαι δοκοῦμεν, ὃς καὶ αὐτὸς ἀηδῶς ἐπεῖδεν τὸ ἐπὶ Καίσαρι μύσος. 14.310ἀλλὰ τὰς ἐπιβουλὰς αὐτῶν τὰς θεημάχους, ἃς ὑπεδέξατο Μακεδονία καθάπερ ἴδιος αὐτοῖς τῶν ἀνοσίων τολμημάτων ἀήρ, καὶ τὴν σύγχυσιν τῆς ἡμιμανοῦς κακοηθείας κατὰ Φιλίππους τῆς Μακεδονίας συνεκρότουν, καὶ τόπους εὐφυεῖς καταλαμβανόμενοι μέχρι θαλάσσης ἀποτετειχισμένους ὄρεσιν, ὡς πύλῃ μιᾷ τὴν πάροδον ταμιεύεσθαι, τῶν θεῶν αὐτοὺς ἐπὶ τοῖς ἀδίκοις ἐγχειρήμασιν κατεψηφισμένων ἐκρατήσαμεν. 14.311καὶ Βροῦτος συμφυγὼν εἰς Φιλίππους καὶ συγκλεισθεὶς ὑφʼ ἡμῶν ἐκοινώνησεν Κασσίῳ τῆς ἀπωλείας. τούτων κεκολασμένων εἰρήνης τὸ λοιπὸν ἀπολαύσειν ἐλπίζομεν καὶ ἀναπεπαῦσθαι τὴν Ἀσίαν ἐκ τοῦ πολέμου. 14.312κοινὴν οὖν ποιούμεθα καὶ τοῖς συμμάχοις τὴν ὑπὸ θεοῦ δοθεῖσαν ἡμῖν εἰρήνην· ὥσπερ οὖν ἐκ νόσου μεγάλης τὸ τῆς Ἀσίας σῶμα νῦν διὰ τὴν ἡμετέραν νίκην ἀναφέρειν. ἔχων τοίνυν καὶ σὲ διὰ μνήμης καὶ τὸ ἔθνος αὔξειν φροντίσω τῶν ὑμῖν συμφερόντων. 14.313ἐξέθηκα δὲ καὶ γράμματα κατὰ πόλεις, ὅπως εἴ τινες ἐλεύθεροι δοῦλοι ὑπὸ δόρυ ἐπράθησαν ὑπὸ Γαΐου Κασσίου τῶν ὑπʼ αὐτῷ τεταγμένων ἀπολυθῶσιν οὗτοι, τοῖς τε ὑπʼ ἐμοῦ δοθεῖσιν καὶ Δολαβέλλα φιλανθρώποις χρῆσθαι ὑμᾶς βούλομαι. Τυρίους τε κωλύω βιαίους εἶναι περὶ ὑμᾶς καὶ ὅσα κατέχουσιν Ἰουδαίων ταῦτα ἀποκαταστῆσαι κελεύω. τὸν δὲ στέφανον ὃν ἔπεμψας ἐδεξάμην. 14.314

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἐμφανισάντων μοι ἐν Ἐφέσῳ Ὑρκανοῦ τοῦ ἀρχιερέως καὶ ἐθνάρχου πρεσβευτῶν καὶ χώραν αὐτῶν ὑμᾶς κατέχειν λεγόντων, εἰς ἣν ἐνέβητε κατὰ τὴν τῶν ἐναντιουμένων ἡμῖν ἐπικράτειαν, 14.315ἐπεὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας πόλεμον ἀνεδεξάμεθα καὶ τῶν εὐσεβῶν καὶ δικαίων ποιούμενοι πρόνοιαν ἠμυνάμεθα τοὺς μήτε χάριτος ἀπομνημονεύσαντας μήτε ὅρκους φυλάξαντας, βούλομαι καὶ τὴν ἀφʼ ὑμῶν εἰρήνην τοῖς συμμάχοις ἡμῶν ὑπάρχειν καὶ ὅσα παρὰ τῶν ἡμετέρων ἐλάβετε ἀνταγωνιστῶν μὴ συγχωρεῖν, ἀλλὰ ταῦτα ἀποδοθῆναι τοῖς ἀφῃρημένοις. 14.316οὔτε γὰρ ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἠδίκουν χρησίμοις αὐτοῖς γινομένοις. 14.317δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς ἡμετέρους ὅσα ποτʼ εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία Ὑρκανοῦ ὄντα τοῦ ἐθνάρχου Ἰουδαίων πρὸ μιᾶς ἡμέρας Γάιον Κάσσιον πόλεμον οὐ συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων δεσπόζειν. 14.318εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως τοῖς κρίμασιν φυλασσόντων. 14.319

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται. 14.320Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν· ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου, 14.321τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπʼ αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν· καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπʼ ἀρχῆς, δὲ κτῆσις τοῖς πρότερον κυρίοις. 14.322τὸν δʼ οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα. 14.323

Τὸ δʼ αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους. 14.324

Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ Κιλικίαν ἐντυχοῦσα διʼ ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν. 14.325ἀντέλεγεν δὲ αὐτοῖς Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ, πότεροι τοῦ ἔθνους ἄμεινον προΐστανται· 14.326φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην. 14.327

Ἠρέμουν δʼ οὐδʼ οὕτως ἐπανελθόντες ἐκ τῆς πρεσβείας, ἀλλʼ ἀπήντων πάλιν Ἀντωνίῳ χίλιοι εἰς Τύρον ἐκεῖ δόξαντι ἀφικέσθαι. καὶ Ἀντώνιος πολλοῖς διεφθαρμένος ἤδη χρήμασιν ὑπό τε Ἡρώδου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τῷ κατὰ τόπον ἄρχοντι προσέταξεν κολάσαι τοὺς πρεσβευτὰς τῶν Ἰουδαίων νεωτέρων ἐπιθυμοῦντας πραγμάτων καὶ τοῖς περὶ Ἡρώδην συγκαθιστάναι τὴν ἀρχήν. 14.328ταχὺ δὲ Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προϊὼν ἀπιέναι παρεκελεύετο, συνῆν δʼ αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο. 14.329παραχρῆμα δʼ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπʼ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. 14.330

Δευτέρῳ δʼ ἔτει Συρίαν κατέσχον Πάκορός τε βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος Μενναίου καὶ τὴν ἀρχὴν παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρʼ αὐτῷ δυνάμενον. 14.331Ἀντίγονος δʼ ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν. 14.332οὐ μὴν ἔδωκεν· ἀλλʼ οἱ μὲν Πάρθοι διὰ τοῦτʼ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου. 14.333Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον. 14.334ἐκ δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν Ἀντίγονος, δρυμοὶ δὲ τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον καὶ ταῦτα ἐπολιόρκουν. 14.335προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους, καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς οἴκοις κατέπρησεν. 14.336ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετʼ ὀλίγον τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς αὐτῶν ἀποκτείνας. 14.337

Γινομένων δʼ ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δʼ ἐστίν, μέλλοντα ἥξειν. 14.338τῆς δʼ ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια· ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ Ἡρώδην ἐφρούρουν. 14.339Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δʼ εἰς τὸ ἱερόν, ἔστιν δʼ ὧν εἰς τὸ ἔξω χαράκωμα· ἦν γάρ τι αὐτόθι· παρεβοήθει δὲ καὶ Φασάηλος. 14.340Πάκορος δʼ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν, τὸ δʼ ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν. 14.341Φασαήλου δʼ ὑπαντήσαντος καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος. 14.342

Ὤιχοντο δʼ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δʼ ἐν τῇ Γαλιλαίᾳ μεθʼ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες. 14.343καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθʼ ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατʼ αὐτῶν, διʼ ὑποψίας εἶχον ἤδη τοὺς βαρβάρους. 14.344οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν, εἰ μὴ περιέμενον ἕως ἂν οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθʼ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν ἑωρῶντο. 14.345Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἦν θάλασσα. 14.346 δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ· προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν· χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρʼ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας. 14.347 δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον. 14.348

Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. δʼ ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν. 14.349ἔτυχον δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς ὡς οὖσιν τῶν ἄλλων δεσπόταις. 14.350οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν· οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος. 14.351τούτοις Ἡρώδης οὐκ ἐπίστευσεν· ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρʼ ἑτέρων· καὶ παραινούσης δὲ τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους. οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δʼ ἐπίστευεν λίαν ἔμφρονι γυναικί. 14.352

Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπʼ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις. 14.353ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δʼ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους. 14.354ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων. 14.355

Ἀλλʼ Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ· τοῦτο γὰρ αὐτοὺς βλάπτειν πρὸς τὴν φυγήν, ἐν τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν. 14.356καὶ οἱ μὲν ὡς Ἡρώδης παρῄνει φέρειν τὴν συμφορὰν ἐπειρῶντο. μικροῦ δʼ αὑτὸν διεχρήσατο τοῦ ζεύγους περιτραπέντος καὶ τῆς μητρὸς αὐτῷ κινδυνευσάσης ἀποθανεῖν, διά τε τὸ ἐπʼ αὐτῇ πάθος καὶ διὰ τὸ φοβεῖσθαι, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι διώκοντες τριβῆς περὶ τὸ πταῖσμα γενομένης. 14.357σπασάμενον γοῦν αὐτὸν τὸ ξίφος καὶ μέλλοντα πλήττειν αὑτὸν κατέσχον οἱ παρόντες, τῷ τε πλήθει κατισχύσαντες καὶ ὡς οὐκ ἐχρῆν αὐτοὺς ἐγκαταλιπεῖν ἐπὶ τοῖς ἐχθροῖς ἐσομένους λέγοντες· οὐ γὰρ εἶναι γενναίου τῶν δεινῶν αὑτὸν ἐλευθερώσαντα τοὺς φίλους ἐν αὐτοῖς ὑπεριδεῖν. 14.358βιασθεὶς οὖν ἀποσχέσθαι τοῦ κατʼ αὐτὸν τολμήματος αἰδοῖ τε τῶν λεγομένων καὶ πλήθει τῶν οὐκ ἐπιτρεπόντων αὐτοῦ τῇ χειρὶ διακονεῖν οἷς ἐντεθύμητο, ἀνακτησάμενος τὴν μητέρα καὶ θεραπείας ἧς καιρὸς ἤπειγεν ἀξιώσας ἐβάδιζεν τὴν προκειμένην ὁδὸν συντονωτέραν ποιούμενος τὴν πορείαν εἰς Μάσαδαν τὸ ἔρυμα. πολλὰς δὲ μάχας πρὸς τοὺς ἐπεξελθόντας καὶ διώκοντας τῶν Πάρθων μαχεσάμενος πάσας ἐνίκησεν. 14.359

Ἔμεινε δʼ αὐτῷ παρὰ τὴν φυγὴν οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἀσφαλῆ, συνεπέθεντο δὲ καὶ οὗτοι γενομένοις ἀπὸ σταδίων ἑξήκοντα τῆς πόλεως προσβάλλοντές τε καὶ εἰς χεῖρας ἐρχόμενοι κατὰ τὴν ὁδόν. 14.360οὓς δὴ καὶ τρεψάμενος καὶ κρατήσας οὐχ ὡς ἐν ἀπορίᾳ καὶ ἀνάγκῃ τις τοιαύτῃ καθεστώς, ἀλλʼ ὡς κάλλιστα καὶ μετὰ πολλοῦ τοῦ περιόντος πρὸς πόλεμον παρεσκευασμένος, ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν τῶν Ἰουδαίων ἐκράτησε, μετὰ χρόνον βασιλεύσας ἔκτισε καὶ βασίλειον κατεσκεύασεν ἀξιολογώτατον καὶ πόλιν περὶ αὐτὸ Ἡρωδίαν προσαγορεύσας. 14.361γενομένῳ δὲ τῆς Ἰδουμαίας ἐν Θρήσᾳ χωρίῳ οὕτω καλουμένῳ ἀδελφὸς Ἰώσηπος ὑπήντησεν καὶ βουλὴν περὶ τῶν ὅλων ἦγε, τί χρὴ ποιεῖν, πολλοῦ μὲν πλήθους ἐπαγομένου καὶ δίχα τῶν μισθοφορούντων αὐτοῖς, τοῦ δὲ χωρίου τῆς Μεσάδας, εἰς προύκειτο συμφυγεῖν ἐλάττονος ὄντος ὑποδέξασθαι τοσοῦτον ὄχλον. 14.362τοὺς μὲν οὖν πλείους ἀπέλυσεν ὑπὲρ ἐννέα χιλιάδας ὄντας ἄλλον ἀλλαχῆ κελεύσας διὰ τῆς Ἰδουμαίας σώζειν αὑτούς, δοὺς ἐφόδια· ὅσοι δʼ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἀναλαβὼν εἰς τὸ ἔρυμα παραγίνεται καὶ καταθέμενος αὐτόθι τάς τε γυναῖκας καὶ τοὺς ἑπομένους, ἦσαν δὲ ὡς ὀκτακόσιοι, σίτου τε ὄντος ἐν τῷ χωρίῳ καὶ ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων διαρκούντως αὐτοῖς ἐξώρμησεν αὐτὸς ἐπὶ Πέτρας τῆς Ἀραβίας. 14.363ἅμα δʼ ἡμέρᾳ τὰ μὲν ἄλλα πάντα τῶν Ἱεροσολύμων διήρπαζον οἱ Πάρθοι καὶ τὸ βασίλειον, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων· τὰ δʼ ἦν ὡς τριακόσια τάλαντα. 14.364πολλὰ δὲ τῶν Ἡρώδου διέφυγεν καὶ μάλισθʼ ὅσα προκομισθῆναι κατὰ προμήθειαν τἀνδρὸς εἰς τὴν Ἰδουμαίαν ἐφθάκει. τὰ μὲν οὖν κατὰ τὴν πόλιν οὐκ ἀπέχρησε τοῖς Πάρθοις, ἀλλὰ καὶ τὴν χώραν αὐτῶν ἐξιόντες ἐκάκουν καὶ Μάρισάν τε πόλιν δυνατὴν ἀνέστησαν. 14.365

Καὶ Ἀντίγονος μὲν οὕτως καταχθεὶς εἰς τὴν Ἰουδαίαν ὑπὸ τοῦ Πάρθων βασιλέως Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. σφόδρα δʼ ἦν ἄθυμος τῶν γυναικῶν αὐτὸν διαφυγουσῶν, ἃς τοῖς πολεμίοις ἐνεθυμεῖτο δώσειν, τοῦτον αὐτοῖς τὸν μισθὸν μετὰ τῶν χρημάτων ὑποσχόμενος. 14.366φοβούμενος δὲ τὸν Ὑρκανόν, μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, παραστάς, ἐτηρεῖτο δὲ ὑπὸ τῶν Πάρθων, ἐπιτέμνει αὐτοῦ τὰ ὦτα πραγματευόμενος μηκέτʼ αὖθις εἰς αὐτὸν ἀφικέσθαι τὴν ἀρχιερωσύνην διὰ τὸ λελωβῆσθαι, τοῦ νόμου τῶν ὁλοκλήρων εἶναι τὴν τιμὴν ἀξιοῦντος. 14.367Φασάηλον δʼ ἄν τις θαυμάσειε τῆς εὐψυχίας, ὃς γνοὺς αὑτὸν ἀποσφάττεσθαι μέλλοντα οὐχὶ τὸν θάνατον ἡγήσατο δεινόν, τὸ δʼ ὑπʼ ἐχθροῦ τοῦτο παθεῖν πικρότατον καὶ αἴσχιστον ὑπολαβών, τὰς χεῖρας οὐκ ἔχων ἐλευθέρας ὑπὸ δεσμῶν πρὸς ἀναίρεσιν πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἐξήγαγε μὲν αὑτὸν ὡς ἐδόκει κάλλιστα τοῦ ζῆν παρὰ τοιαύτην ἀπορίαν, τῆς δʼ ἐξουσίας τοῦ κτεῖναι πρὸς ἡδονὴν αὐτὸν ἀφείλετο τὸν πολέμιον. 14.368λέγουσι δʼ, ὡς τραύματος μεγάλου γενομένου φαρμάκοις αὐτὸν ὑποπέμψας ἰατροὺς Ἀντίγονος ὡς ἐπὶ θεραπείᾳ διέφθειρεν θανασίμοις χρησαμένων εἰς τὸ τραῦμα. 14.369πρὸ μέντοι τοῦ τελέως ἀφεῖναι τὴν ψυχὴν Φασάηλος ἀκούσας παρά τινος γυναίου τὸν ἀδελφὸν Ἡρώδην τοὺς πολεμίους διαπεφευγότα σφόδρα τὴν τελευτὴν εὐθύμως ὑπέμεινεν καταλιπὼν τὸν ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ καὶ τοὺς ἐχθροὺς τιμωρήσασθαι δυνάμενον. 14.370

Ἡρώδην δὲ τὸ μέγεθος τῶν περιεστηκότων αὐτὸν κακῶν οὐ κατέπληττεν, ἀλλʼ ἐποίει δεινὸν εὑρίσκειν ἐπιβολὰς ἔργων παραβόλων. πρὸς γὰρ Μάλιχον τὸν Ἀράβων βασιλέα πολλὰ πρόσθεν εὐεργετημένον ἀπῄει τὴν ἀμοιβὴν κομιούμενος, ὅτε μάλιστα ἐδεῖτο, χρήματα ληψόμενος εἴτε δάνειον εἴτε δωρεὰν ὡς ἂν πολλῶν παρʼ αὐτοῦ τετυχηκότος. 14.371οὐ γὰρ εἰδὼς τὰ κατὰ τὸν ἀδελφὸν ἔσπευδεν λυτρώσασθαι παρὰ τῶν πολεμίων αὐτὸν λύτρον ὑπὲρ αὐτοῦ καταβαλὼν νόμισμα ἕως τριακοσίων ταλάντων. ἐπήγετο δὲ καὶ τὸν Φασαήλου παῖδα διὰ ταύτην τὴν αἰτίαν ἑπταετῆ τυγχάνοντα, παρασχὼν αὐτὸν ἐνέχυρον τοῖς Ἄραψιν. 14.372ἀγγέλων δʼ αὐτὸν ὑπαντησάντων παρὰ τοῦ Μαλίχου, διʼ ὧν ἐκέλευσεν αὐτὸν ἀναχωρεῖν· παρηγγελκέναι γὰρ αὐτῷ Πάρθους Ἡρώδην μὴ δέχεσθαι· ταύτῃ δʼ ἐχρῆτο προφάσει ὑπὲρ τοῦ μὴ ἀποδοῦναι τὰ χρέα καὶ τῶν ἐν τέλει παρὰ τοῖς Ἄραψιν εἰς τοῦτο ἐναγόντων, ὅπως ἀποστερήσωσιν τὰς παρακαταθήκας, ἃς παρὰ Ἀντιπάτρου λαβόντες ἔτυχον, 14.373ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων. 14.374

Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπʼ Αἰγύπτου. καὶ τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων, τῇ δʼ ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἤκουσεν. 14.375Μαλίχῳ δὲ μεταγνόντι καὶ μεταθέοντι τὸν Ἡρώδην οὐδὲν τούτου περισσότερον ἐγένετο· πορρωτάτω γὰρ ἦν ἤδη σπεύδων τὴν ἐπὶ Πηλουσίου. ἐπεὶ δʼ αὐτὸν ἐλθόντα νῆες ὁρμοῦσαι αὐτόθι εἶργον τοῦ ἐπʼ Ἀλεξανδρείας πλοῦ, τοῖς ἡγεμόσιν ἐντυγχάνει, ὑφʼ ὧν κατʼ αἰδῶ καὶ πολλὴν ἐντροπὴν προπεμφθεὶς εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας κατείχετο. 14.376πεῖσαι μέντοι μένειν αὐτὸν οὐκ ἠδυνήθη εἰς Ῥώμην ἐπειγόμενον χειμῶνός τε ὄντος καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἐν ταραχῇ καὶ σάλῳ πολλῷ δηλουμένων. 14.377

Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος. 14.378εὑρὼν δὲ τὴν πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδʼ ἐν ἀπόροις ὢν εὖ ποιεῖν αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας, καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπʼ Ἰταλίας εἰς Βρεντέσιον κατάγεται. 14.379κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπʼ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας. 14.380εἶτʼ ἐπιδιακινδυνεύειναὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς παρʼ αὐτοῦ καὶ τὴν μόνην βοήθειαν. 14.381

Ἀντώνιον δʼ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς, καὶ τῷ κοινῷ χρησάμενος λογισμῷ περὶ τῶν ἐν ἀξιώματι τοσούτῳ καθεστώτων ὡς κἀκείνων ὑποκειμένων τῇ τύχῃ, τὰ μὲν κατὰ μνήμην τῆς Ἀντιπάτρου ξενίας, 14.382τὰ δὲ καὶ ὑπὸ χρημάτων ὧν αὐτῷ δώσειν Ἡρώδης, εἰ γένοιτο βασιλεύς, ὑπέσχετο καθὼς καὶ πρότερον τετράρχης ἀπεδέδεικτο, πολὺ μέντοι μᾶλλον διὰ τὸ πρὸς Ἀντίγονον μῖσος, στασιαστὴν γὰρ καὶ Ῥωμαίοις ἐχθρὸν αὐτὸν ὑπελάμβανεν, πρόθυμος ἦν οἷς Ἡρώδης παρεκάλει συλλαμβάνεσθαι. 14.383Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου στρατείας, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος ἦν. 14.384συναγαγόντες δὲ τὴν βουλὴν Μεσσάλας καὶ μετʼ αὐτὸν Ἀτρατῖνος, παραστησάμενοι τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς εὐεργεσίας αὐτοῦ διεξῄεσαν καὶ ἣν αὐτὸς πρὸς Ῥωμαίους εἶχεν εὔνοιαν ὑπεμίμνησκον, κατηγοροῦντες ἅμα καὶ πολέμιον ἀποφαίνοντες τὸν Ἀντίγονον οὐκ ἐξ ὧν τὸ πρῶτον προσέκρουσεν αὐτοῖς μόνον, ἀλλʼ ὅτι καὶ παρὰ Πάρθων τὴν ἀρχὴν λάβοι Ῥωμαίους ὑπεριδών. 14.385τῆς δὲ βουλῆς ἐπὶ τούτοις παρωξυμμένης παρελθὼν Ἀντώνιος ἐδίδασκεν αὐτούς, ὡς καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν τοῦτο πᾶσι ψηφίζονται. 14.386

Καὶ τοῦτο τὸ μέγιστον ἦν τῆς Ἀντωνίου περὶ τὸν Ἡρώδην σπουδῆς, ὅτι μὴ μόνον αὐτῷ τὴν βασιλείαν οὐκ ἐλπίζοντι περιεποιήσατο, οὐ γὰρ πρὸς αὐτὸν ἀνέβη ταύτην αἰτησόμενος, οὐ γὰρ ἐνόμιζεν αὐτῷ τοὺς Ῥωμαίους παρέξειν τοῖς ἐκ τοῦ γένους ἔθος ἔχοντας αὐτὴν διδόναι, 14.387ἀλλὰ διὰ τὸ τῷ τῆς γυναικὸς ἀδελφῷ λαβεῖν ἀξιώσων Ἀλεξάνδρῳ υἱωνῷ τυγχάνοντι πρὸς μὲν πατρὸς Ἀριστοβούλου πρὸς δὲ μητρὸς Ὑρκανοῦ, ἀλλʼ ὅτι καὶ ἑπτὰ ταῖς πάσαις ἡμέραις παρέσχεν αὐτῷ τυχόντι τῶν οὐδὲ προσδοκηθέντων ἀπελθεῖν ἐκ τῆς Ἰταλίας. 14.388τοῦτον μὲν οὖν τὸν νεανίσκον Ἡρώδης ἀπέκτεινεν, ὡς κατὰ καιρὸν δηλώσομεν· λυθείσης δὲ τῆς βουλῆς μέσον ἔχοντες Ἡρώδην Ἀντώνιος καὶ Καῖσαρ ἐξῄεσαν προαγόντων ἅμα ταῖς ἄλλαις ἀρχαῖς τῶν ὑπάτων θύσοντές τε καὶ τὸ δόγμα καταθησόμενοι εἰς τὸ Καπετώλιον. 14.389ἑστιᾷ δὲ τὴν πρώτην ἡμέραν τῆς βασιλείας Ἀντώνιος. καὶ μὲν οὕτως τὴν βασιλείαν παραλαμβάνει τυχὼν αὐτῆς ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ὑπατεύοντος Γναίου Δομετίου Καλβίνου τὸ δεύτερον καὶ Γαΐου Ἀσινίου Πωλίωνος. 14.390

Τοῦτον δὲ ἅπαντα τὸν χρόνον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδα, τῶν μὲν ἄλλων ἐπιτηδείων αὐτοῖς ὑπαρχόντων, μόνου δὲ σπανίζοντος ὕδατος, ὡς διὰ τοῦτο καὶ τὸν ἀδελφὸν τὸν Ἡρώδου Ἰώσηπον σὺν διακοσίοις τῶν οἰκείων ἀποδρᾶναι βουλεύσασθαι πρὸς Ἄραβας· ἀκηκόει γὰρ ὡς Μάλχος τῶν εἰς Ἡρώδην ἁμαρτημάτων μετανοεῖ. 14.391κατέσχε δʼ αὐτὸν ὕσας διὰ τῆς νυκτὸς θεός· τῶν γὰρ ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη καὶ πλέον κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν. 14.392κἀν τούτῳ Βεντίδιος Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετʼ ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δʼ ὅλον ἦν αὐτῷ στρατήγημα χρήματα παρʼ Ἀντιγόνου λαβεῖν· ἔγγιστα γοῦν Ἱεροσολύμων στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον. 14.393καὶ αὐτὸς μὲν ἀνεχώρησεν σὺν τῇ πλείονι δυνάμει, ἵνα δὲ μὴ κατάφωρον γένηται τὸ λῆμμα, Σίλωνα μετὰ μέρους τινὸς τῶν στρατιωτῶν κατέλιπεν, ὃν καὶ αὐτὸν ἐθεράπευεν Ἀντίγονος, ὅπως μηδὲν ἐνοχλοίη, προσδοκῶν καὶ πάλιν αὐτῷ Πάρθους ἐπαμυνεῖν. 14.394

Ἡρώδης δʼ ἐκ τῆς Ἰταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἀντίγονον. συνελάμβανον δʼ αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ Δελλίου συγκατάγειν Ἡρώδην τοῦ πεμφθέντος ὑπʼ Ἀντωνίου. 14.395Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δʼ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ μέντοι προϊόντι καθʼ ἑκάστην ἡμέραν δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο. 14.396ὡρμηκότα δʼ αὐτὸν ἐπὶ τοὺς ἐν Μεσάδα, ἀναγκαῖον γὰρ ἦν τὸ σῶσαι τοὺς ἐν τῷ φρουρίῳ πολιορκουμένους συγγενεῖς ὄντας, ἐμποδὼν Ἰόππη γίνεται· πολεμίαν γὰρ οὖσαν αὐτὴν ἐχρῆν ἐξελεῖν πρότερον, ὅπως μηδὲν ὑπολείπηται κατὰ νώτου τοῖς ἐχθροῖς ἔρυμα χωροῦντος ἐπὶ Ἱεροσολύμων. 14.397ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετʼ ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους. 14.398τῶν δʼ ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατʼ ἀμοιβὴν τῆς παρʼ ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον. 14.399

Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους μικρὰ παντάπασιν ἔβλαπτεν. 14.400Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. 14.401στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς αὐτούς, 14.402ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος, ὡς ἐπʼ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν τῶν εἰς αὐτὸν ἁμαρτημάτων. 14.403τοῦ δὲ Ἀντιγόνου πρὸς τὰ ὑπὸ τοῦ Ἡρώδου κηρυχθέντα λέγοντος πρός τε Σίλωνα καὶ τὸ τῶν Ῥωμαίων στράτευμα, ὡς παρὰ τὴν αὐτῶν δικαιοσύνην Ἡρώδῃ δώσουσιν τὴν βασιλείαν ἰδιώτῃ τε ὄντι καὶ Ἰδουμαίῳ, τουτέστιν ἡμιιουδαίῳ, δέον τοῖς ἐκ τοῦ γένους οὖσι παρέχειν ὡς ἔθος ἐστὶν αὐτοῖς. 14.404καὶ γὰρ εἰ νυνὶ πρὸς αὐτὸν ἔχουσιν χαλεπῶς καὶ τὴν βασιλείαν ὡς λαβόντα παρὰ Πάρθων ἀφελέσθαι διεγνώκασιν, εἶναί γε πολλοὺς ἐκ τοῦ γένους αὐτοῦ τοὺς ληψομένους κατὰ τὸν νόμον τὴν βασιλείαν, οἳ μηδὲν ἐξημαρτηκότες αὐτοὶ πρὸς Ῥωμαίους καὶ ἱερεῖς ὄντες οὐκ ἂν εἰκότα πάσχοιεν τῆς τιμῆς στερόμενοι. 14.405ταῦτα πρὸς ἀλλήλους αὐτῶν λεγόντων καὶ προελθόντων εἰς βλασφημίας Ἀντίγονος ἀμύνασθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς ἰδίοις. οἱ δὲ τοξεύοντες καὶ πολλῇ προθυμίᾳ κατʼ αὐτῶν χρώμενοι ῥᾳδίως αὐτοὺς ἀπὸ τῶν πύργων ἐτρέψαντο. 14.406

Τότε καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· καθῆκε γὰρ τῶν οἰκείων στρατιωτῶν οὐκ ὀλίγους σπάνιν τῶν ἐπιτηδείων καταβοᾶν καὶ χρήματα εἰς τροφὰς αἰτεῖν καὶ χειμάσοντας ἀπάγειν εἰς τοὺς ἐπιτηδείους τόπους, τῶν περὶ τὴν πόλιν ὄντων ἐρήμων διὰ τὸ ὑπὸ τῶν Ἀντιγόνου στρατιωτῶν ἀνεσκευάσθαι, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. 14.407Ἡρώδης δʼ ἐνέκειτο παρακαλῶν τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν, Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν· προνοήσειν γὰρ αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως. 14.408καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτʼ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο· πλῆθος γὰρ ὅσον οὐδʼ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. 14.409οὐκ ἐλάνθανε δὲ ταῦτʼ Ἀντίγονον, ἀλλʼ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. 14.410οὐ μὴν Ἡρώδης τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων, πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών, Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων κειμηλίων ταῖς οἰκίαις. 14.411Ἱεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. 14.412ἔτυχεν δὲ καὶ Ἀντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων. 14.413

Ἡρώδῃ δʼ οὐκ ἐδόκει μένειν ἐφʼ ἡσυχίας, ἀλλʼ ἐπὶ τὴν Ἰδουμαίαν τὸν ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δʼ εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπʼ Ἀντιγόνου φρουραῖς κατειλημμένα. 14.414διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις. 14.415εἶτʼ ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπʼ αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς· 14.416ἔγγιστα δʼ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δʼ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. 14.417ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατʼ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατʼ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. 14.418καὶ ἐν τούτῳ Σίλων ἧκεν παρʼ αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος· μῆνα γὰρ οὐ πλέον αὐτοὺς ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ διαφθαρεῖεν. 14.419Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν. 14.420

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους. 14.421 δʼ ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δʼ ἐπʼ ἐκείνους ἐξώρμησεν. 14.422ἦν δʼ ἐν ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα· 14.423ἐν δὴ τούτοις μετὰ πάντων τῶν οἰκείων ἐφώλευον. δὲ βασιλεὺς λάρνακας ἐπʼ αὐτοὺς πηξάμενος καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπʼ αὐτούς. 14.424αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου γινομένην· ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς. 14.425ὡς δὲ καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δʼ οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλʼ ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφʼ ἧς ἤρτητο λάρναξ, κατῄει ἐπὶ τὰ στόμια δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων. 14.426καὶ γενόμενος κατά τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν. 14.427φόβος δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν· καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι. 14.428τῷ δʼ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ἐχρήσαντο τῇ προσβολῇ, μᾶλλον ἔτι τῶν ἐν τοῖς πήγμασιν ἐπεξιόντων αὐτοῖς καὶ κατὰ θύρας μαχομένων πῦρ τε ἐνιέντων. 14.429ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων ἀπέσφαττεν, εἰς πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων. 14.430πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο. 14.431

Καταστήσας δʼ βασιλεὺς τοῖς αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς Σαμάρειαν ᾤχετο σὺν ἱππεῦσιν ἑξακοσίοις ὁπλίταις δὲ τρισχιλίοις ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον. 14.432οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλʼ οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν. 14.433τιμωρεῖται δὲ τούτους Ἡρώδης ἐπανελθών· τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δʼ ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις. 14.434

Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων πέμπει βοηθὸν Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν ἐπισπεύδοντος Ἀντωνίου. 14.435Μαχαιρᾶς μὲν οὖν Ἀντιγόνου καλοῦντος αὐτὸν παρὰ τὴν Ἡρώδου γνώμην χρήμασι διεφθαρμένος ἀπῄει ὡς κατασκεψόμενος αὐτοῦ τὰ πράγματα. τὴν δὲ διάνοιαν ὑπιδόμενος αὐτοῦ τὴν τῆς ἀφίξεως Ἀντίγονος οὐδὲ προσεδέξατο, ἀλλὰ σφενδόναις βάλλων αὐτὸν ἀνεῖργεν, καὶ διεδήλου τὴν αὐτοῦ προαίρεσιν. 14.436αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει. 14.437παροξυνθεὶς δʼ ἐπὶ τούτοις βασιλεὺς ἐπὶ Σαμαρείας ᾔει· πρὸς γὰρ Ἀντώνιον ἐγνώκει περὶ τούτων ἀφικέσθαι· δεῖσθαι γὰρ οὐχὶ τοιούτων συμμάχων, οἳ βλάψουσι μᾶλλον αὐτὸν τοὺς πολεμίους· ἐξαρκεῖν δὲ καὶ αὐτῷ πρὸς τὴν Ἀντιγόνου καθαίρεσιν. 14.438παρακολουθῶν δʼ Μαχαιρᾶς ἐδεῖτο μένειν· εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι. 14.439

Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ παροῦσιν. 14.440παραγενόμενος δʼ εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ. 14.441κατὰ δὲ σταθμὸν δεύτερον τῶν Σαμοσάτων ἐλόχα μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς Ἀντώνιον, δρυμῶν δὲ τὰς εἰσβολὰς τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες ἔλθοιεν. 14.442ὡς δʼ οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης, προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. 14.443ἐπέκειτο δʼ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δʼ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει. 14.444καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν· οἱ δὲ σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν. 14.445

Ἐπεὶ δὲ πλησίον τῶν Σαμοσάτων γεγόνει, πέμπει τὸ στράτευμα ὑπαντησόμενον Ἀντώνιος σὺν τῷ οἰκείῳ κόσμῳ τιμὴν Ἡρώδῃ ταύτην ἀπονέμων καὶ ἐπικουρίας ἕνεκα· τὴν γὰρ τῶν βαρβάρων ἀκηκόει κατʼ αὐτῶν ἐπίθεσιν. 14.446καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας. 14.447Ἀντιόχου δὲ μετʼ οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ μὲν Ἀντώνιος παραδίδωσιν παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπʼ Αἰγύπτου ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει. 14.448

Ἔτυχεν δʼ ἤδη κατὰ τὴν Ἰουδαίαν τεθνεὼς Ἰώσηπος τρόπῳ τοιούτῳ· λήθην μὲν ὧν αὐτῷ παρήγγειλεν ἀδελφὸς πρὸς Ἀντώνιον ἀπερχόμενος λαμβάνει, στρατοπεδευσάμενος δὲ ἀνὰ τὰ ὄρη, πέντε γὰρ αὐτῷ σπείρας Μαχαιρᾶ δόντος ἐπὶ Ἱεριχοῦντος ἠπείγετο βουλόμενος ἐκθερίσαι τὸν σῖτον αὐτῶν, 14.449καὶ νεοσυλλέκτου τοῦ Ῥωμαίων στρατεύματος ὄντος, καὶ πολέμων ἀπείρως ἔχοντος καὶ γὰρ πολὺ ἐκ Συρίας ἦν τὸ κατειλεγμένον, ἐπιθεμένων αὐτόθι τῶν πολεμίων, ἀποληφθεὶς ἐν δυσχωρίαις αὐτός τε ἀποθνήσκει γενναίως μαχόμενος καὶ τὸ στράτευμα πᾶν ἀπέβαλεν· ἓξ γὰρ σπεῖραι διεφθάρησαν. 14.450κρατήσας δὲ τῶν νεκρῶν Ἀντίγονος ἀποτέμνει τὴν Ἰωσήπου κεφαλὴν πεντήκοντα ταλάντων αὐτὴν ῥυομένου Φερώρα τἀδελφοῦ. καὶ μετὰ τοῦτο ἀποστάντες Γαλιλαῖοι τῶν παρὰ σφίσι δυνατῶν τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας πολλὰ ἐνεωτερίσθη. Μαχαιρᾶς δὲ χωρίον Ηττον ἐξωχύρου. 14.451

Παρῆσαν δʼ ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον. 14.452ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται, ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαϊκὸν ἓν τάγμα εἰς Πτολεμαΐδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς Γαλιλαίας. 14.453ὑπήντων δʼ οἱ πολέμιοι καὶ κρατηθέντες τῇ μάχῃ κατεκλείσθησαν εἰς χωρίον, ὅθεν ἦσαν ὡρμηκότες τῇ προτεραίᾳ· προσβολὰς δὴ τοὐντεῦθεν ἕωθεν ἐποιεῖτο, καὶ πολλοῦ χειμῶνος καταρραγέντος οὐδὲν ποιεῖν δυνάμενος ἀπάγει τὴν στρατιὰν εἰς τὰς πλησίον κώμας. ἐλθόντος δʼ αὐτῷ παρʼ Ἀντωνίου καὶ δευτέρου τάγματος οἱ τὸ χωρίον ἔχοντες φοβηθέντες νυκτὸς ἐξέλιπον αὐτό. 14.454καὶ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας. 14.455ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν· πίπτει μὲν γὰρ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα κίνδυνον. 14.456

Τῇ δʼ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπʼ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν. 14.457Ἀντίγονος δʼ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλʼ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο· Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον· 14.458ἐστρατοπεδεύσατο δʼ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. 14.459πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων. 14.460τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπʼ ἀλλήλοις ἀνῄρουν· καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπʼ ἀλλήλοις κειμένων. 14.461τοῦτο τὸ ἔργον μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον· ἑωρῶντο γὰρ παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην· οἳ τότε ἔφευγον, καὶ εἰ μὴ χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα βασιλέως στρατιὰ θαρροῦσα τῷ νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη· καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως. 14.462

Τότε μὲν οὖν βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν· 14.463γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπʼ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν. 14.464τῇ δʼ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθʼ ὧν ἀδελφὸς αὐτοῦ πάθοι· οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος. 14.465

Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως· τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο. 14.466ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην. 14.467παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα· ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται. 14.468

Μετὰ δὲ τοὺς γάμους ἦλθεν μὲν διὰ Φοινίκης Σόσσιος προεκπέμψας τὴν δύναμιν διὰ τῆς μεσογαίας, ἦλθεν δὲ καὶ στρατὸς πλῆθος ἱππέων τε καὶ πεζῶν, παρεγένετο δὲ καὶ βασιλεὺς ἐκ τῆς Σαμαρείτιδος οὐκ ὀλίγον πρὸς τῷ πάλαι στρατὸν ἄγων· 14.469περὶ τρισμυρίους γὰρ ἦσαν. πάντες δʼ ἐπὶ τὸ Ἱεροσολυμιτῶν ἠθροίζοντο τεῖχος, καὶ διεκάθητο πρὸς τῷ βορείῳ τείχει τῆς πόλεως στρατιᾶς ἕνδεκα μὲν οὖσα τέλη ὁπλιτικοῦ, ἓξ δὲ χιλιάδες ἱππέων, ἄλλα δὲ ἐπικουρικὰ ἀπὸ τῆς Συρίας, δύο δʼ ἡγεμόνες, Σόσσιος μὲν ὑπʼ Ἀντωνίου σταλεὶς σύμμαχος, Ἡρώδης δʼ ὑπὲρ αὐτοῦ, ὡς Ἀντίγονον ἀφελόμενος τὴν ἀρχὴν ἀποδειχθέντα ἐν Ῥώμῃ πολέμιον αὐτὸς ἀντʼ ἐκείνου βασιλεὺς εἴη κατὰ τὸ τῆς συγκλήτου δόγμα. 14.470

Μετὰ δὲ πολλῆς προθυμίας καὶ ἔριδος ἅτε σύμπαντος ἠθροισμένου τοῦ πλήθους οἱ Ἰουδαῖοι τοῖς περὶ τὸν Ἡρώδην ἀντεπολέμουν κατειληθέντες ἐντὸς τοῦ τείχους, πολλά τε ἐπεφήμιζον περὶ τὸ ἱερὸν καὶ πολλὰ ἐπʼ εὐφημίᾳ τοῦ δήμου, ὡς ῥυσομένου τῶν κινδύνων αὐτοὺς τοῦ θεοῦ. 14.471τά τε ἐκτὸς τῆς πόλεως ἀπεσκευάσαντο, ὡς μηδʼ ὅσα τροφὴ δύναιτο εἶναι ὑπολιπεῖν ἀνθρώποις ὑποζυγίοις, λῃστείαις τε λάθρα χρώμενοι ἀπορίαν παρέσχον. 14.472ταῦτα δʼ Ἡρώδης συνιδὼν πρὸς μὲν τὰς λῃστείας ἐν τοῖς ἐπικαιροτάτοις τόποις παρελόχιζεν, πρὸς δὲ τὰ ἐπιτήδεια πέμπων ὁπλιτικὰ τέλη πόρρωθεν ἀγορὰν συνεκόμιζεν, ὡς ὀλίγου χρόνου πολλὴν ἀφθονίαν αὐτοῖς γενέσθαι τῶν ἀναγκαίων. 14.473ἦρτο δὲ συνεχῶς ἤδη πολλῆς χειρὸς ἐργαζομένης καὶ τὰ τρία χώματα εὐπετῶς· θέρος τε γὰρ ἦν καὶ οὐδὲν ἐμποδὼν πρὸς τὴν ἀνάστασιν οὔτʼ ἀπὸ τοῦ ἀέρος οὔτʼ ἀπὸ τῶν ἐργαζομένων, τά τε μηχανήματα προσάγοντες κατέσειον τὸ τεῖχος καὶ πάσαις ἐχρῶντο πείραις. 14.474οὐ μὴν ἐξέπληττον τοὺς ἔνδον, ἀλλὰ ἀντετεχνῶντο κἀκεῖνοι πρὸς τὰ παρὰ τούτων γινόμενα οὐκ ὀλίγα, ἐπεκθέοντές τε τὰ μὲν ἡμίεργα ἐνεπίμπρασαν τὰ δʼ ἐξειργασμένα, εἴς τε χεῖρας ἰόντες οὐδὲν κακίους τὰς τόλμας Ῥωμαίων ἦσαν, ἐπιστήμῃ δʼ ἐλείποντο. 14.475πρός τε τὰς μηχανὰς ἀντετείχιζον ἐρειπομένων τῶν πρώτων οἰκοδομημάτων, ὑπὸ γῆν τε ἀπαντῶντες ἐν ταῖς μεταλλεύσεσιν διεμάχοντο, ἀπονοίᾳ δὲ τὸ πλέον προμηθείᾳ χρώμενοι προσελιπάρουν τῷ πολέμῳ εἰς τοὔσχατον, καὶ ταῦτα μεγάλου στρατοῦ περικαθημένου σφᾶς καὶ λιμῷ ταλαιπωρούμενοι καὶ σπάνει τῶν ἐπιτηδείων· τὸν γὰρ ἑβδοματικὸν ἐνιαυτὸν συνέβη κατὰ ταῦτʼ εἶναι. 14.476ἀναβαίνουσιν δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσι, ἔπειτα δὲ ἑκατόνταρχοι Σοσσίου· ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα· καί τινες τῶν περὶ τὸ ἱερὸν ἐνεπρήσθησαν στοῶν, ἃς Ἡρώδης Ἀντίγονον ἐμπρῆσαι διέβαλεν, μῖσος αὐτῷ πραγματευόμενος παρὰ τῶν Ἰουδαίων γενέσθαι. 14.477ᾑρημένου δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως εἰς τὸ ἔσωθεν ἱερὸν καὶ τὴν ἄνω πόλιν οἱ Ἰουδαῖοι συνέφυγον, δείσαντες δὲ μὴ διακωλύσωσιν αὐτοὺς οἱ Ῥωμαῖοι τὰς καθημερινὰς θυσίας ἐπιτελεῖν τῷ θεῷ, πρεσβεύονται ἐπιτρέψαι παρακαλοῦντες θύματα αὐτοῖς μόνον εἰσκομίζεσθαι· δʼ ὡς ἐνδωσόντων αὐτῶν συνεχώρει ταῦτα. 14.478καὶ ἐπεὶ μηδὲν ἑώρα γινόμενον παρʼ αὐτῶν ὧν ὑπενόει, ἀλλὰ ἰσχυρῶς ἀντέχοντας ὑπὲρ τῆς Ἀντιγόνου βασιλείας, προσβαλὼν κατὰ κράτος εἷλεν τὴν πόλιν. 14.479καὶ πάντα εὐθὺς φόνων ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ τῆς πολιορκίας διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν σπεύδοντος ἀντίπαλον. 14.480ἐσφάττοντο δὲ παμπληθεῖς ἔν τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ προσφεύγοντες, ἦν τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλʼ ὥσπερ μεμηνότες πᾶσαν ἡλικίαν ἐπεξῄεσαν. 14.481ἔνθα καὶ Ἀντίγονος μήτε τῆς πάλαι μήτε τῆς τότε τύχης ἔννοιαν λαβὼν κάτεισι μὲν ἀπὸ τῆς βάρεως, προσπίπτει δὲ τοῖς Σοσσίου ποσίν, κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν ἐπεκρότησεν μὲν ἀκρατῶς καὶ Ἀντιγόνην ἐκάλεσεν, οὐ μὴν ὡς γυναῖκά γε φρουρᾶς ἐλεύθερον ἀφῆκεν, ἀλλʼ μὲν δεθεὶς ἐφυλάττετο. 14.482

Πρόνοια δʼ ἦν Ἡρώδῃ κρατοῦντι τῶν πολεμίων τοῦ κρατῆσαι καὶ τῶν ἀλλοφύλων συμμάχων· ὥρμητο γὰρ τὸ ξενικὸν πλῆθος ἐπὶ θέᾳ τοῦ τε ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων. 14.483 δὲ βασιλεὺς τοὺς μὲν παρακαλῶν τοὺς δʼ ἀπειλῶν ἔστιν δʼ οὓς καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἥττης χαλεπωτέραν ἡγούμενος τὴν νίκην, εἴ τι τῶν ἀθεάτων παρʼ αὐτῶν ὀφθείη. 14.484διεκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινάμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν Ῥωμαῖοι τὴν πόλιν κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτῳ πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνει. 14.485τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς μισθοὺς ἑκάστοις. 14.486οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πόλιν τὰς ὑποσχέσεις ἐπλήρωσεν· λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δʼ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς πάντας ἀπελθεῖν χρημάτων εὐποροῦντας. 14.487

Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανιδίου Γάλλου ἐπὶ τῆς ἑκατοστῆς ὀγδοηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὥσπερ ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς· 14.488καὶ γὰρ ὑπʼ ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη εἰκοσιεπτά. Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. 14.489δείσας δὲ Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπʼ Ἀντωνίου καὶ κομισθεὶς εἰς Ῥώμην ὑπʼ αὐτοῦ δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας διὰ τὸ γένος, εἰ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτεν· 14.490ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δʼ οὕτως τοῦ Ἀσσαμωναίου ἀρχὴ μετὰ ἔτη ἑκατὸν εἰκοσιέξ. οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατικῆς τιμῆς ὧν τε ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο. 14.491ἀλλʼ οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δʼ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσιν. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσσαμωναίων γενεᾶς παρειλήφαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13 Joseph. AJ 14 (English) >>Joseph. AJ 15

Powered by PhiloLogic