Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.323 Joseph. AJ 14.328 (English) >>Joseph. AJ 14.333

14.326φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην. 14.327

Ἠρέμουν δʼ οὐδʼ οὕτως ἐπανελθόντες ἐκ τῆς πρεσβείας, ἀλλʼ ἀπήντων πάλιν Ἀντωνίῳ χίλιοι εἰς Τύρον ἐκεῖ δόξαντι ἀφικέσθαι. καὶ Ἀντώνιος πολλοῖς διεφθαρμένος ἤδη χρήμασιν ὑπό τε Ἡρώδου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τῷ κατὰ τόπον ἄρχοντι προσέταξεν κολάσαι τοὺς πρεσβευτὰς τῶν Ἰουδαίων νεωτέρων ἐπιθυμοῦντας πραγμάτων καὶ τοῖς περὶ Ἡρώδην συγκαθιστάναι τὴν ἀρχήν. 14.328ταχὺ δὲ Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προϊὼν ἀπιέναι παρεκελεύετο, συνῆν δʼ αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο. 14.329παραχρῆμα δʼ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπʼ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. 14.330

Δευτέρῳ δʼ ἔτει Συρίαν κατέσχον Πάκορός τε βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος Μενναίου καὶ τὴν ἀρχὴν παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρʼ αὐτῷ δυνάμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.323 Joseph. AJ 14.328 (English) >>Joseph. AJ 14.333

Powered by PhiloLogic