Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.325 Joseph. AJ 14.330 (English) >>Joseph. AJ 14.336

14.328ταχὺ δὲ Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προϊὼν ἀπιέναι παρεκελεύετο, συνῆν δʼ αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο. 14.329παραχρῆμα δʼ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπʼ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. 14.330

Δευτέρῳ δʼ ἔτει Συρίαν κατέσχον Πάκορός τε βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος Μενναίου καὶ τὴν ἀρχὴν παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρʼ αὐτῷ δυνάμενον. 14.331Ἀντίγονος δʼ ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν. 14.332οὐ μὴν ἔδωκεν· ἀλλʼ οἱ μὲν Πάρθοι διὰ τοῦτʼ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου. 14.333Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.325 Joseph. AJ 14.330 (English) >>Joseph. AJ 14.336

Powered by PhiloLogic