Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.329 Joseph. AJ 14.334 (English) >>Joseph. AJ 14.339

14.332οὐ μὴν ἔδωκεν· ἀλλʼ οἱ μὲν Πάρθοι διὰ τοῦτʼ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου. 14.333Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον. 14.334ἐκ δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν Ἀντίγονος, δρυμοὶ δὲ τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον καὶ ταῦτα ἐπολιόρκουν. 14.335προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους, καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς οἴκοις κατέπρησεν. 14.336ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετʼ ὀλίγον τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς αὐτῶν ἀποκτείνας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.329 Joseph. AJ 14.334 (English) >>Joseph. AJ 14.339

Powered by PhiloLogic