Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.335 Joseph. AJ 14.340 (English) >>Joseph. AJ 14.345

14.338τῆς δʼ ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια· ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ Ἡρώδην ἐφρούρουν. 14.339Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δʼ εἰς τὸ ἱερόν, ἔστιν δʼ ὧν εἰς τὸ ἔξω χαράκωμα· ἦν γάρ τι αὐτόθι· παρεβοήθει δὲ καὶ Φασάηλος. 14.340Πάκορος δʼ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν, τὸ δʼ ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν. 14.341Φασαήλου δʼ ὑπαντήσαντος καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος. 14.342

Ὤιχοντο δʼ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δʼ ἐν τῇ Γαλιλαίᾳ μεθʼ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.335 Joseph. AJ 14.340 (English) >>Joseph. AJ 14.345

Powered by PhiloLogic