Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.339 Joseph. AJ 14.344 (English) >>Joseph. AJ 14.349

14.342

Ὤιχοντο δʼ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δʼ ἐν τῇ Γαλιλαίᾳ μεθʼ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες. 14.343καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθʼ ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατʼ αὐτῶν, διʼ ὑποψίας εἶχον ἤδη τοὺς βαρβάρους. 14.344οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν, εἰ μὴ περιέμενον ἕως ἂν οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθʼ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν ἑωρῶντο. 14.345Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἦν θάλασσα. 14.346 δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ· προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν· χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρʼ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.339 Joseph. AJ 14.344 (English) >>Joseph. AJ 14.349

Powered by PhiloLogic