Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.347 Joseph. AJ 14.352 (English) >>Joseph. AJ 14.356

14.350οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν· οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος. 14.351τούτοις Ἡρώδης οὐκ ἐπίστευσεν· ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρʼ ἑτέρων· καὶ παραινούσης δὲ τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους. οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δʼ ἐπίστευεν λίαν ἔμφρονι γυναικί. 14.352

Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπʼ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις. 14.353ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δʼ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.347 Joseph. AJ 14.352 (English) >>Joseph. AJ 14.356

Powered by PhiloLogic