Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.348 Joseph. AJ 14.354 (English) >>Joseph. AJ 14.358

14.352

Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπʼ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις. 14.353ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δʼ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους. 14.354ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων. 14.355

Ἀλλʼ Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ· τοῦτο γὰρ αὐτοὺς βλάπτειν πρὸς τὴν φυγήν, ἐν τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.348 Joseph. AJ 14.354 (English) >>Joseph. AJ 14.358

Powered by PhiloLogic