Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.371 Joseph. AJ 14.376 (English) >>Joseph. AJ 14.382

14.374

Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπʼ Αἰγύπτου. καὶ τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων, τῇ δʼ ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἤκουσεν. 14.375Μαλίχῳ δὲ μεταγνόντι καὶ μεταθέοντι τὸν Ἡρώδην οὐδὲν τούτου περισσότερον ἐγένετο· πορρωτάτω γὰρ ἦν ἤδη σπεύδων τὴν ἐπὶ Πηλουσίου. ἐπεὶ δʼ αὐτὸν ἐλθόντα νῆες ὁρμοῦσαι αὐτόθι εἶργον τοῦ ἐπʼ Ἀλεξανδρείας πλοῦ, τοῖς ἡγεμόσιν ἐντυγχάνει, ὑφʼ ὧν κατʼ αἰδῶ καὶ πολλὴν ἐντροπὴν προπεμφθεὶς εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας κατείχετο. 14.376πεῖσαι μέντοι μένειν αὐτὸν οὐκ ἠδυνήθη εἰς Ῥώμην ἐπειγόμενον χειμῶνός τε ὄντος καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἐν ταραχῇ καὶ σάλῳ πολλῷ δηλουμένων. 14.377

Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος. 14.378εὑρὼν δὲ τὴν πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδʼ ἐν ἀπόροις ὢν εὖ ποιεῖν αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας, καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπʼ Ἰταλίας εἰς Βρεντέσιον κατάγεται. 14.379κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπʼ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.371 Joseph. AJ 14.376 (English) >>Joseph. AJ 14.382

Powered by PhiloLogic