Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.376 Joseph. AJ 14.380 (English) >>Joseph. AJ 14.386

14.379κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπʼ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας. 14.380εἶτʼ ἐπιδιακινδυνεύειναὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς παρʼ αὐτοῦ καὶ τὴν μόνην βοήθειαν. 14.381

Ἀντώνιον δʼ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς, καὶ τῷ κοινῷ χρησάμενος λογισμῷ περὶ τῶν ἐν ἀξιώματι τοσούτῳ καθεστώτων ὡς κἀκείνων ὑποκειμένων τῇ τύχῃ, τὰ μὲν κατὰ μνήμην τῆς Ἀντιπάτρου ξενίας, 14.382τὰ δὲ καὶ ὑπὸ χρημάτων ὧν αὐτῷ δώσειν Ἡρώδης, εἰ γένοιτο βασιλεύς, ὑπέσχετο καθὼς καὶ πρότερον τετράρχης ἀπεδέδεικτο, πολὺ μέντοι μᾶλλον διὰ τὸ πρὸς Ἀντίγονον μῖσος, στασιαστὴν γὰρ καὶ Ῥωμαίοις ἐχθρὸν αὐτὸν ὑπελάμβανεν, πρόθυμος ἦν οἷς Ἡρώδης παρεκάλει συλλαμβάνεσθαι. 14.383Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου στρατείας, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.376 Joseph. AJ 14.380 (English) >>Joseph. AJ 14.386

Powered by PhiloLogic