Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.385 Joseph. AJ 14.390 (English) >>Joseph. AJ 14.395

14.388τοῦτον μὲν οὖν τὸν νεανίσκον Ἡρώδης ἀπέκτεινεν, ὡς κατὰ καιρὸν δηλώσομεν· λυθείσης δὲ τῆς βουλῆς μέσον ἔχοντες Ἡρώδην Ἀντώνιος καὶ Καῖσαρ ἐξῄεσαν προαγόντων ἅμα ταῖς ἄλλαις ἀρχαῖς τῶν ὑπάτων θύσοντές τε καὶ τὸ δόγμα καταθησόμενοι εἰς τὸ Καπετώλιον. 14.389ἑστιᾷ δὲ τὴν πρώτην ἡμέραν τῆς βασιλείας Ἀντώνιος. καὶ μὲν οὕτως τὴν βασιλείαν παραλαμβάνει τυχὼν αὐτῆς ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ὑπατεύοντος Γναίου Δομετίου Καλβίνου τὸ δεύτερον καὶ Γαΐου Ἀσινίου Πωλίωνος. 14.390

Τοῦτον δὲ ἅπαντα τὸν χρόνον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδα, τῶν μὲν ἄλλων ἐπιτηδείων αὐτοῖς ὑπαρχόντων, μόνου δὲ σπανίζοντος ὕδατος, ὡς διὰ τοῦτο καὶ τὸν ἀδελφὸν τὸν Ἡρώδου Ἰώσηπον σὺν διακοσίοις τῶν οἰκείων ἀποδρᾶναι βουλεύσασθαι πρὸς Ἄραβας· ἀκηκόει γὰρ ὡς Μάλχος τῶν εἰς Ἡρώδην ἁμαρτημάτων μετανοεῖ. 14.391κατέσχε δʼ αὐτὸν ὕσας διὰ τῆς νυκτὸς θεός· τῶν γὰρ ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη καὶ πλέον κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν. 14.392κἀν τούτῳ Βεντίδιος Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετʼ ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δʼ ὅλον ἦν αὐτῷ στρατήγημα χρήματα παρʼ Ἀντιγόνου λαβεῖν· ἔγγιστα γοῦν Ἱεροσολύμων στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.385 Joseph. AJ 14.390 (English) >>Joseph. AJ 14.395

Powered by PhiloLogic