Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.403 Joseph. AJ 14.408 (English) >>Joseph. AJ 14.411

14.406

Τότε καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· καθῆκε γὰρ τῶν οἰκείων στρατιωτῶν οὐκ ὀλίγους σπάνιν τῶν ἐπιτηδείων καταβοᾶν καὶ χρήματα εἰς τροφὰς αἰτεῖν καὶ χειμάσοντας ἀπάγειν εἰς τοὺς ἐπιτηδείους τόπους, τῶν περὶ τὴν πόλιν ὄντων ἐρήμων διὰ τὸ ὑπὸ τῶν Ἀντιγόνου στρατιωτῶν ἀνεσκευάσθαι, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. 14.407Ἡρώδης δʼ ἐνέκειτο παρακαλῶν τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν, Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν· προνοήσειν γὰρ αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως. 14.408καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτʼ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο· πλῆθος γὰρ ὅσον οὐδʼ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. 14.409οὐκ ἐλάνθανε δὲ ταῦτʼ Ἀντίγονον, ἀλλʼ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.403 Joseph. AJ 14.408 (English) >>Joseph. AJ 14.411

Powered by PhiloLogic