Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.405 Joseph. AJ 14.410 (English) >>Joseph. AJ 14.414

14.408καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτʼ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο· πλῆθος γὰρ ὅσον οὐδʼ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. 14.409οὐκ ἐλάνθανε δὲ ταῦτʼ Ἀντίγονον, ἀλλʼ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. 14.410οὐ μὴν Ἡρώδης τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων, πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών, Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων κειμηλίων ταῖς οἰκίαις. 14.411Ἱεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.405 Joseph. AJ 14.410 (English) >>Joseph. AJ 14.414

Powered by PhiloLogic