Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.411 Joseph. AJ 14.416 (English) >>Joseph. AJ 14.421

14.413

Ἡρώδῃ δʼ οὐκ ἐδόκει μένειν ἐφʼ ἡσυχίας, ἀλλʼ ἐπὶ τὴν Ἰδουμαίαν τὸν ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δʼ εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπʼ Ἀντιγόνου φρουραῖς κατειλημμένα. 14.414διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις. 14.415εἶτʼ ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπʼ αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς· 14.416ἔγγιστα δʼ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δʼ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. 14.417ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατʼ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατʼ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. 14.418καὶ ἐν τούτῳ Σίλων ἧκεν παρʼ αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος· μῆνα γὰρ οὐ πλέον αὐτοὺς ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ διαφθαρεῖεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.411 Joseph. AJ 14.416 (English) >>Joseph. AJ 14.421

Powered by PhiloLogic