Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.414 Joseph. AJ 14.418 (English) >>Joseph. AJ 14.423

14.416ἔγγιστα δʼ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δʼ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. 14.417ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατʼ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατʼ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. 14.418καὶ ἐν τούτῳ Σίλων ἧκεν παρʼ αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος· μῆνα γὰρ οὐ πλέον αὐτοὺς ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ διαφθαρεῖεν. 14.419Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν. 14.420

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.414 Joseph. AJ 14.418 (English) >>Joseph. AJ 14.423

Powered by PhiloLogic