Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.430 Joseph. AJ 14.434 (English) >>Joseph. AJ 14.439

14.432οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλʼ οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν. 14.433τιμωρεῖται δὲ τούτους Ἡρώδης ἐπανελθών· τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δʼ ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις. 14.434

Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων πέμπει βοηθὸν Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν ἐπισπεύδοντος Ἀντωνίου. 14.435Μαχαιρᾶς μὲν οὖν Ἀντιγόνου καλοῦντος αὐτὸν παρὰ τὴν Ἡρώδου γνώμην χρήμασι διεφθαρμένος ἀπῄει ὡς κατασκεψόμενος αὐτοῦ τὰ πράγματα. τὴν δὲ διάνοιαν ὑπιδόμενος αὐτοῦ τὴν τῆς ἀφίξεως Ἀντίγονος οὐδὲ προσεδέξατο, ἀλλὰ σφενδόναις βάλλων αὐτὸν ἀνεῖργεν, καὶ διεδήλου τὴν αὐτοῦ προαίρεσιν. 14.436αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.430 Joseph. AJ 14.434 (English) >>Joseph. AJ 14.439

Powered by PhiloLogic