Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.433 Joseph. AJ 14.438 (English) >>Joseph. AJ 14.443

14.436αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει. 14.437παροξυνθεὶς δʼ ἐπὶ τούτοις βασιλεὺς ἐπὶ Σαμαρείας ᾔει· πρὸς γὰρ Ἀντώνιον ἐγνώκει περὶ τούτων ἀφικέσθαι· δεῖσθαι γὰρ οὐχὶ τοιούτων συμμάχων, οἳ βλάψουσι μᾶλλον αὐτὸν τοὺς πολεμίους· ἐξαρκεῖν δὲ καὶ αὐτῷ πρὸς τὴν Ἀντιγόνου καθαίρεσιν. 14.438παρακολουθῶν δʼ Μαχαιρᾶς ἐδεῖτο μένειν· εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι. 14.439

Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ παροῦσιν. 14.440παραγενόμενος δʼ εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.433 Joseph. AJ 14.438 (English) >>Joseph. AJ 14.443

Powered by PhiloLogic