Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.435 Joseph. AJ 14.440 (English) >>Joseph. AJ 14.445

14.438παρακολουθῶν δʼ Μαχαιρᾶς ἐδεῖτο μένειν· εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι. 14.439

Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ παροῦσιν. 14.440παραγενόμενος δʼ εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ. 14.441κατὰ δὲ σταθμὸν δεύτερον τῶν Σαμοσάτων ἐλόχα μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς Ἀντώνιον, δρυμῶν δὲ τὰς εἰσβολὰς τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες ἔλθοιεν. 14.442ὡς δʼ οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης, προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.435 Joseph. AJ 14.440 (English) >>Joseph. AJ 14.445

Powered by PhiloLogic